back

Alexander Romance, Book 2

  ( chapters 1-10 )

Based on the oldest recension ( α ), as edited by W.Kroll (1926). Click on the E symbols to go to an English translation of each chapter.


[1] E   Ὁ δὲ Ἀλέξανδρος ἀπὸ Κορίνθου διοδεύσας εἰς Πλαταιάς, πόλιν Ἀθηναίων, ὅπου τὴν Κόρην σέβονται, καὶ εἰσβὰς εἰς τὸ τέμενος τῆς θεοῦ, ὑφαινομένου ἱματίου ἱερατικοῦ † αὐτῆς τῆς τοῦ θεοῦ καὶ θεασάμενος κατέμαθεν †. ἡ δὲ ἱέρεια εἶπε· ‘Καλαῖς ὥραις εἰσῆλθες, μέγιστε βασιλεῦ, διάσημος ἔσῃ κατὰ πᾶσαν πόλιν καὶ διαλάμψεις.’ Ὁ δὲ Ἀλέξανδρος ἐτίμησεν αὐτὴν χρυσῷ. μεθ´ ἡμέρας δὲ Στασαγόρας ὁ τῶν Πλαταιέων στρατηγὸς εἰσέρχεται εἰς τὸ τῆς θεοῦ τέμενος, καὶ εἶπεν ἡ ἱέρεια· ‘Στασαγόρα, καθαιρεθῆναι ἔχεις.’ Ὁ δὲ ἐν ὀργῇ γενόμενος εἶπεν· ‘Ὦ ἀναξία τῆς προφητείας, Ἀλεξάνδρῳ εἰσελθόντι προσηύξω, ἐμὲ δὲ καθαιρεθῆναι εἶπες.’ Ἡ δὲ εἶπε· ‘Μὴ χαλέπαινε ἐν τούτῳ· πάντα γὰρ οἱ θεοὶ διὰ σημείων δεικνύουσι τοῖς ἀνθρώποις, μάλιστα τοῖς διασήμοις· ὅτε γὰρ Ἀλέξανδρος ἐνταῦθα εἰσῆλθεν, ἔτυχεν πορφύραν εἰς τὸν χιτῶνα τῆς θεοῦ βάλλεσθαι· ὅθεν ἀπεφηνάμην αὐτῷ οὕτως. σὺ δὲ τετελεσμένου τοῦ χιτῶνος καὶ καθαιρουμένου τοῦ ἱστοῦ εἰσέβης· χρὴ οὖν φανερόν σοι εἶναι 〈ὅτι〉 καθαιρεθήσῃ.’ Καὶ ὁ μὲν ἐκέλευσε καθαιρεθῆναι αὐτὴν τῆς ἱερωσύνης εἰπών· ‘Σὺ σεαυτῇ ἐπέλυσας τὸ σημεῖον.’ Ἀκούσας ὁ Ἀλέξανδρος παραυτὰ μετέστησεν αὐτὸν τῆς στρατηγίας, τὴν δὲ ἱέρειαν εἰς τὸν ἴδιον τόπον ἀπεκατέστησεν. Ὁ δὲ Στασαγόρας λαθὼν τὸν Ἀλέξανδρον ἀπέρχεται εἰς τὰς Ἀθήνας (ἦν γὰρ 〈ὑπ´〉 αὐτῶν κατασταθεὶς 〈ἐν〉 τῇ στρατηγίᾳ) καὶ διηγεῖται αὐτοῖς μετὰ δακρύων τὴν καθαίρεσιν. οὐκ ὀλίγον δὲ ἀγανακτήσαντες ὑβρίζουσι τὸν Ἀλέξανδρον· ὁ δὲ Ἀλέξανδρος ταῦτα μαθὼν ἔπεμψεν αὐτοῖς ἐπιστολὴν περιέχουσαν οὕτως· [Ἐπιστολὴ Ἀλεξάνδρου Ἀθηναίοις.] ‘Βασιλεὺς Ἀλέξανδρος Ἀθηναίοις λέγει· ἐγὼ μετὰ τὴν τοῦ πατρὸς τελευτὴν λαβὼν τὴν βασιλείαν καὶ καταστείλας τὰς πρὸς τῇ δύσει πόλεις καὶ πλείονας χώρας ἐπιστολαῖς, καίτοι ὄντων μοι ἑτοίμων εἰς συμμαχίαν, τούτους μὲν ἀποδεξάμενος παρῄνουν μεῖναι ἐπ´ αὐτοῖς τοῖς καθεστῶσι . . . καὶ τούτων με προθύμως ἀναγορευσάντων βασιλέα τῇ ἀνδρείᾳ τούτων κατέστειλα τὰ τῆς Εὐρώπης κλίματα καὶ Θηβαίους μὲν κακῶς πράξαντας ἀπώλεσα, ἐκ βάθρων ἄρας τὴν τούτων πόλιν. νῦν δὲ ἀναβὰς εἰς τὴν Ἀσίαν ἔλεγον Ἀθηναίοις δεξιοῦσθαί με, καὶ αὐτὸς πρῶτος ἤδη γράφω ὑμῖν οὐ πολλῶν λόγων οὐδὲ γραμμάτων πλήθη, ὡς ὑμεῖς ἠτακτήσατε, ἀλλὰ τὰ κεφάλαια· οὐ καθήκει τοῖς κρατουμένοις †, ἀλλὰ τοῖς κρατοῦσι ταῦτα πρέπει καὶ ἐπιτάττειν καὶ ποιεῖν, τουτέστιν ἐμοὶ Ἀλεξάνδρῳ † ὑπακούεσθαι· ἀρτίως μὲν ἢ κρείττονες γίνεσθε ἢ τοῖς κρείττοσιν ὑποτάσσεσθε, καὶ δώσετε φόρους κατ´ ἔτος τάλαντα χίλια.’

[2] E   Οἱ δὲ Ἀθηναῖοι ἀναγνόντες ἀντιγράφουσιν αὐτῷ· ‘Ἀθηναίων ἡ πόλις καὶ οἱ ἄριστοι δέκα ῥήτορες Ἀλεξάνδρῳ λέγομεν· ἡμεῖς καὶ τοῦ πατρός σου ζῶντος μεγάλως ἐλυπούμεθα καὶ ἀποθανόντος μεγάλως ἐχάρημεν, Φιλίππου τρισκάκου μεμνημένοι. ταὐτὰ καὶ ἐπὶ σοῦ νενομίκαμεν, παῖ Φιλίππου τολμηρότατε. φόρους ἀπαιτεῖς Ἀθηναίους ἐνιαύσια τάλαντα χίλια, τουτέστιν πολεμεῖν βουλόμενος ἀνδρεῖον φρόνημα ἔχεις. εἰ γοῦν φρονεῖς τι, παραγενοῦ· ἕτοιμοί ἐσμεν.’ Ἀντέγραψε καὶ ὁ βασιλεὺς Ἀλέξανδρος Ἀθηναίοις· ‘Πέπομφα πρότερον τὸν ἡμέτερον ἐν τάχει Λέοντα, ἵνα τὰς γλώσσας ὑμῶν ἀποτεμὼν κομίσῃ, ἵνα τοὺς ἄφρονας παρ´ ὑμῖν ῥήτορας ἀπάξῃ, † οὓς οἱ περὶ φόρους † . . . καὶ πειράσομαι ὑμᾶς καὶ τὴν σύμμαχον Ἀθηνᾶν πυριφλεγῆ ποιῆσαι, ὅτι τὰ ἐπιταττόμενα οὐ ποιεῖτε. παράδοτε οὖν τοὺς πρωτεύοντας δέκα ῥήτορας, ἵνα βουλευσάμενος περὶ τῶν ὑμῖν διαφερόντων ἐλεήσω ὑμῶν τὴν πατρίδα.’ Οἱ δὲ ἀντέγραψαν· ‘Οὐ ποιοῦμεν.’ Καὶ μεθ´ ἡμέρας ἐκκλησίαν ποιοῦσι βουλευόμενοι, τί πρακτέον αὐτοῖς. αὐτῶν δὲ βουλευομένων ἀνίσταται Αἰσχίνης ῥήτωρ καὶ εἶπεν· ‘Ἄνδρες Ἀθηναῖοι, τί τὸ βράδος τῆς βουλῆς; εἰ προαιρεῖσθε πέμπειν ἡμᾶς, θαρροῦντες πορευόμεθα. Ἀλέξανδρος γάρ † ἐστι Φιλίππου· Φίλιππος δὲ ἐνετράφη ταῖς τῶν πολέμων αὐθαδείαις, ὁ δὲ Ἀλέξανδρος ταῖς Ἀριστοτέλους παιδείαις καὶ προέτεινε τὰς χεῖρας παιδευόμενος. ὅθεν ἐντραπήσεται ἰδὼν τοὺς διδασκάλους, ἐρυθριάσει ὁρῶν τοὺς καθηγουμένους αὐτὸν περὶ τῆς βασιλείας, μεταβαλεῖ τὴν γνώμην 〈ἣν〉 ἔχει πρὸς ἡμᾶς εἰς εὐμένειαν.’ Λέγοντος τοῦ Αἰσχίνου ἀνίσταται Δημάδης, γενναῖος ῥήτωρ, καὶ ἀνακόπτει τὸν Αἰσχίνην εἰπών· ‘Μέχρι πότε, Αἰσχίνη, μεμαλθακευμένους καὶ δειλιῶντας ἡμῖν εἰσφέρεις λόγους, ὥστε μὴ ἀντιτάξασθαι αὐτῷ πρὸς πόλεμον; τίς παρεισελήλυθε δαίμων ὡς τοιαῦτα φθέγξασθαι; ὁ τηλικαύτας συνηγορίας ποιησάμενος, ὁ προτρεψάμενος Ἀθηναίους πολεμεῖν πρὸς τὸν τῶν Περσῶν βασιλέα νῦν εἰς δειλίαν Ἀθηναίους ἐμβάλλεις καὶ τρέμειν ποιεῖς μειράκιον τύραννον αὐθάδη, τὴν τοῦ πατρὸς ἀναλαβόντα τόλμην; τί δὲ καὶ δειλιῶμεν αὐτῷ συμβαλεῖν; οἱ Πέρσας διώξαντες καὶ Λακεδαιμονίους ἡττήσαντες καὶ Κορινθίους νικήσαντες, ἔτι δὲ Μεγαρεῖς φυγαδεύσαντες καὶ Φωκεῖς πολεμήσαντες καὶ Ζακυνθίους πορθήσαντες δεδοίκαμεν πολεμεῖν Ἀλεξάνδρῳ; ἀλλὰ λέγει Αἰσχίνης· μνησθήσεται, φησίν, ἡμῶν τῶν καθηγητῶν καὶ αἰδεσθήσεται ἡμῶν τὰς ὄψεις· γελοίως. ἅπαντας ἡμᾶς ὕβρισε καὶ μετέστησε Στασαγόραν τῆς στρατηγίας, ὃν ἡμεῖς ἀπεκατεστήσαμεν, καὶ † Κιθόωντα τὸν ἐμὸν ἐχθρὸν ἀπεκατέστησεν ἀρχιστρατηγόν, ἡμῶν οὔσης τῆς πόλεως. ἤδη δὲ αὑτῷ ἐξεδίκησε Πλαταιάς· καὶ σὺ λέγεις, ὅτι θεασάμενος ἡμῶν τὰς ὄψεις αἰδεσθήσεται; μᾶλλον γυμνοὺς ἡμᾶς λαβὼν κολάσεται. ὥστε πολεμήσωμεν ἀγνώμονι Ἀλεξάνδρῳ καὶ μὴ πιστεύσωμεν, εἰ περίκειται ἡλικία· καὶ γὰρ ἄπιστος ἡ ἡλικία· δύναται γὰρ γενναίως πολεμεῖν, οὐ δικαίως σωφρονεῖν. Τυρίους, φησίν, ἐξεπόρθησεν· ἀδύναμοι γὰρ ἦσαν. Θηβαίους κατέσκαψεν οὐκ ὄντας οὕτως ἀδυνάμους, ἀλλὰ ἀπὸ πολλῶν πολέμων καμόντας· Πελοποννησίους ἐξῃχμαλώτισεν οὐκ αὐτός, ἀλλὰ λοιμὸς καὶ λιμὸς αὐτοὺς διέφθειρεν. εἶτα δὲ Ξέρξης ἐξήρτησε τὴν θάλασσαν ναυσὶ καὶ κατέσπειρε τὴν ὅλην γῆν στρατεύμασι καὶ ἐσκέπασε τοῖς ὅπλοις τὸν ἀέρα 〈καὶ〉 ἐπλήρωσε τὴν Περσίδα τῶν αἰχμαλώτων· καὶ ὅμως ἡμεῖς αὐτὸν ἀπεδιώξαμεν καὶ τὰς ναῦς ἐπρήσαμεν, Κυναιγείρου καὶ Ἀντιφῶντος καὶ Μνησοχάρους καὶ τῶν ἄλλων ἀριστέων μαχησαμένων. 〈νῦν δὲ δεδοίκαμεν〉 Ἀλεξάνδρῳ πολεμῆσαι παιδὶ τολμηρῷ καὶ τοῖς περὶ αὐτὸν οὖσι σατράπαις καὶ παρασπισταῖς τοῖς ἀφρονεστέροις αὐτοῦ; εἶτα πέμπειν ἡμᾶς βούλεσθε οὓς ᾐτήσατο δέκα ῥήτορας; εἰ συμφέρει, λογίσασθε. τοῦτο μέντοιγε ὑμῖν προμηνύω, ἄνδρες Ἀθηναῖοι, ὅτι πολλάκις δέκα κύνες γενναίως ὑλακτοῦντες ὅλας [τὰς] ἀγέλας [τῶν] ποιμνίων δειλῶς φερομένας πρὸς τοὺς λύκους οὗτοι ἔσωσαν.

[3] E   Οὕτως τοῦ Δημάδου ἐκκλησιάσαντος παρεκάλουν οἱ Ἀθηναῖοι τὸν Δημοσθένην ἀναστάντα συμβουλεύειν περὶ τῆς κοινῆς σωτηρίας. ὁ δὲ ἀναστὰς εἶπεν· ’Ἄνδρες πολῖται - οὐ γὰρ ἐρῶ Ἀθηναῖοι· εἰ γὰρ ἤμην ὑμῶν ξένος, ἔλεγον 〈ἂν〉 Ἀθηναῖοι· νῦν δὲ . . . κοινὴ μὲν ἡμῶν ἐστι πάντων σωτηρία . . . περὶ τοῦ πολεμεῖν ἢ ὑπείκειν Ἀλεξάνδρῳ. Αἰσχίνης γὰρ ἐχρήσατο κεκραμένῳ λόγῳ πρὸς ὑμᾶς, μήτε προτρεπόμενος πολεμεῖν ἡμᾶς μήτε † ἀντιδικεῖν, ἄνθρωπος γέρων καὶ πολλαῖς ἐκκλησίαις συνηγορήσας. Δημάδης δὲ νέος τυγχάνων κατὰ τὸ τῆς ἡλικίας φρόνημα οὕτως εἶπεν· ‘Ἀπεδιώξαμεν Ξέρξην, Κυναιγείρου καὶ τῶν ἄλλων ἀριστευόντων.’ ἀλλά, ὦ Δημάδη, δὸς ἡμῖν τούτους καὶ νῦν, καὶ πολεμοῦμεν πάλιν· πιστεύσωμεν αὑτοὺς τῷ σθένει τῶν ὀνομασθέντων. εἰ δὲ μὴ ἔχομεν ἐκείνους πάλιν, μηδαμῶς πολεμοῦμεν, ἕκαστος γὰρ καιρὸς ἰδίαν δύναμιν καὶ ἐπιταγὴν ἔχει· δυνάμεθα γὰρ δημηγοροῦντες οἱ ῥήτορες, ὅπλα δὲ λαβεῖν ἐσμεν ἀδύνατοι. καίτοι Ξέρξης τὸ μὲν πλῆθος μέγας ἦν, ἀλλὰ βάρβαρος, καὶ ὑπὸ τῆς τῶν Ἑλλήνων φρονήσεως ἡττήθη. Ἀλέξανδρος δέ ἐστιν Ἕλλην καὶ ἤδη τρισκαίδεκα πολέμους συμβαλὼν οὐδαμοῦ ἡττήθη, ἀλλὰ καὶ αἱ πλείονες πόλεις χωρὶς μάχης αὐτὸν παρεδέξαντο. ἀλλά φησιν εἶναι ἀσθενεῖς 〈Τυρίους· ἀλλ´〉 οἱ Τύριοι πρὸς Ξέρξην ναυμαχήσαντες καὶ νικήσαντες τὰς τούτου νῆας ἐνέπρησαν. πῶς δὲ καὶ Θηβαῖοι ἀδύναμοι; οἵτινες ἀφ´ οὗ ἐκτίσθησαν πολεμοῦσι καὶ οὐδέποτε ἡττήθησαν, νῦν δὲ Ἀλεξάνδρῳ ἐδουλώθησαν. Πελοποννήσιοι, 〈φησίν〉, οὐχ ὑπ´ αὐτοῦ, ἀλλὰ λιμῷ ἡττήθησαν. 〈καίτοι〉 τότε ἔπεμψεν αὐτοῖς ἀπὸ Μακεδονίας σῖτον Ἀλέξανδρος. Ἀντιγόνου δὲ τοῦ σατράπου εἰπόντος· ‘Οἷς μέλλεις πολεμεῖν σῖτον πέμπεις;’ εἶπεν ὁ Μακεδών· ‘καὶ μάλα, ἵνα ἐγὼ μαχομένους νικήσω αὐτοὺς καὶ μὴ λιμῷ ἀναιρεθῶσιν.’ καὶ νῦν ἀγανακτεῖτε, ὅτι Στασαγόρας μετετέθη ὑπ´ αὐτοῦ. ὁ δὲ πρῶτος αὐτὸς ἐστασίακε· καὶ γὰρ τῇ ἱερείᾳ εἶπε· ‘διὰ τὸ σημεῖον, ἰδέ, ἐγώ σε μεθιστάνω τῆς προφητείας.’ ὁ δὲ γνοὺς αὐτὸν ἀφρονήσαντα μετέστησε τῆς στρατηγίας. οὐκ ἦν γὰρ δίκαιον ἀγανακτεῖν τὸν βασιλέα; ἀλλ´ ἐναντίος, φησί, Στασαγόρας τῷ βασιλεῖ ἐγίνετο· καὶ γὰρ ἐν ἴσῳ βασιλεὺς καὶ στρατηγός. τί δὲ μέμφεσθε τὸν Ἀλέξανδρον, ὅτι καθεῖλε Στασαγόραν; ἀλλὰ Ἀθηναῖος ἦν, φησίν. ἡ γὰρ προφῆτις ἡ ὑπὸ Στασαγόρου καθαιρεθεῖσα μήτι οὐκ ἦν Ἀθηναία; καίτοι ἡμᾶς ἐκδικῶν Ἀλέξανδρος τοῦτο ἔπραξε· τῇ γὰρ ἡμετέρᾳ προφήτιδι ἀπέδωκε τὴν προφητείαν.‘

[4] E   Οὕτως Δημοσθένους εἰπόντος πολὺς ἔπαινος παρ´ Ἀθηναίοις ἐγένετο καὶ θροῦς ἀκατάλληλος· καὶ ὁ μὲν Δημάδης ἐσιώπα, Αἰσχίνης δὲ ἐπῄνει καὶ Λυσίας ἐμαρτύρει καὶ Πλάτων συνετίθετο καὶ οἱ Ἀμφικτύονες ἐψηφίσαντο καὶ οἱ † ἡρακλίες οὐκ ἀντέλεγον, τῷ δὲ ὅλῳ δήμῳ συνευδόκει τοῖς ὑπὸ Δημοσθένους εἰρημένοις. ὁ δὲ Δημοσθένης λέγει· Ἔτι τοῦτο ἀπολογήσομαι. λέγει Δημάδης, ὅτι Ξέρξης ἐτείχισε τὴν θάλασσαν ταῖς ναυσί, κατέσπειρε δὲ τὴν γῆν στρατοπέδοις καὶ τοῖς ὅπλοις τὸν ἀέρα ἐσκέπασε, τὴν δὲ Περσίδα αἰχμαλώτων Ἑλλήνων 〈ἐπλήρωσε〉· καὶ νῦν δικαίως ἐπαινεῖται ὁ βάρβαρος ὑπὸ Ἀθηναίων, ὅτι τοὺς Ἕλληνας ᾐχμαλώτισεν, ὁ Ἀλέξανδρος δὲ Ἕλλην ὢν καὶ Ἕλληνας συλλαμβανόμενος τοὺς ἀντιταξαμένους αὐτῷ οὐκ ᾐχμαλώτευσεν, ἀλλ´ ἐστράτευσε καὶ τοὺς αὐτῷ γενομένους πολεμίους συμμαχῆσαι ἠξίωσεν, οὕτως δημοσίᾳ εἰπών· ’Τοῦ παντὸς ἔσομαι περικρατὴς τοὺς μὲν φίλους εὐεργετῶν, τοὺς δὲ ἐχθροὺς φίλους ποιῶν.‘ καὶ νῦν, Ἀθηναῖοι, φίλοι τυγχάνοντες καὶ καθηγηταὶ Ἀλεξάνδρου ἐχθροὶ καλεῖσθαι Ἀλεξάνδρου οὐ δύνασθε. αἰσχρὸν γὰρ ὑμᾶς τοὺς διδασκάλους ἀμαθεῖς φανῆναι καὶ τὸν ὑμῖν μαθητεύσαντα ὑμῶν τῶν διδασκάλων σωφρονέστερον φανῆναι. Οὐδεὶς τῶν Ἑλλήνων βασιλέων ἐπέβη τῇ Αἰγύπτῳ εἰ μὴ μόνος Ἀλέξανδρος, καὶ ταῦτα οὐ πολεμήσων, ἀλλὰ χρησμὸν αἰτησόμενος, ποῦ τῆς ὀνομασίας ἑαυτοῦ ἀείμνηστον πόλιν κτίσει· καὶ ἔλαβε, καὶ ἤδη ἐθεμελίωσε καὶ ἀνήγειρε· παντὸς γὰρ ἔργου σπουδαίως γενομένης τῆς ἀρχῆς πρόδηλόν ἐστι ταχέως καὶ τὸ τέλος ἥξειν. ἐπέβη τῇ Αἰγύπτῳ βασιλευομένῃ ὑπὸ Περσῶν, καὶ ἀξιούντων τῶν Αἰγυπτίων συστρατεύσασθαι αὐτῷ πρὸς τοὺς Πέρσας ἀπεκρίνατο ὁ φρενήρης παῖς· ’Ἀμεινότερόν ἐστιν ὑμᾶς Αἰγυπτίους ὄντας τὴν τοῦ Νείλου πλημμυρίαν καὶ τὴν τῆς γῆς γεωργίαν ἀπεργάζεσθαι ἢ τὴν τοῦ Ἄρεως τόλμην καθοπλίζεσθαι.‘ καὶ λόγῳ ὑπέταξεν ἑαυτῷ τὴν Αἴγυπτον . . . οὐδὲν γάρ ἐστι βασιλεύς, εἰ μὴ πρόσφορον γῆν ἔχοι. πρῶτος οὖν Ἑλλήνων Ἀλέξανδρος ἔλαβε τὴν Αἴγυπτον, ὥστε καὶ πρῶτον αὐτὸν γενηθῆναι Ἑλλήνων καὶ βαρβάρων. πόσα στρατόπεδα θρέψει ἐκείνη ἡ χώρα; οὐ μόνον τοὺς ἐγγὺς καθεζομένους, ἀλλὰ καὶ τοὺς ἐν πολέμῳ μαχομένους. πόσας πόλεις κενὰς ἀναπληρώσει ἀνδρῶν εἰς κατοίκησιν; ὥσπερ γὰρ πολύπυρός ἐστιν, τοσοῦτον καὶ πολύανδρος· ὃ ἐὰν γὰρ αἰτῇ ὁ βασιλεύς, εὐκταίως διαδώσει . . . καὶ ὑμεῖς βούλεσθε Ἀθηναῖοι πολεμεῖν Ἀλεξάνδρῳ τοσαύτην ἔχοντι τὴν χορηγίαν πρὸς πᾶσαν χρείαν τῷ στρατοπέδῳ; εἰ γὰρ καὶ ὑμῖν ἥδιστον καὶ εὐκταῖον, ἀλλ´ ὁ καιρὸς οὐκ ἀπαιτεῖ.’

[5] E   Οὕτως εἰπόντος Δημοσθένους ἐξ ὁμονοίας πάντες ἐπείσθησαν πέμπειν Ἀλεξάνδρῳ νικητικὸν στέφανον λιτρῶν πεντήκοντα μετὰ ψηφισμάτων εὐχαριστικῶν καὶ ἑτέρων πρέσβεων ἐνδόξων· οὐ γὰρ ἔπεμψαν αὐτῷ τοὺς ῥήτορας. οἱ δὲ πρέσβεις παρῆσαν εἰς Πλαταιὰς καὶ ἀναδιδόασι τὰ ψηφίσματα τῷ βασιλεῖ. ὁ δὲ ἀναγνοὺς καὶ μαθὼν τὴν Αἰσχίνου συνηγορίαν καὶ τὴν Δημοσθένους ἐκκλησίαν καὶ τὴν τῶν Ἀμφικτυόνων συμβουλίαν ἔγραψεν αὐτοῖς ἐπιστολὴν οὕτως· ‘Ἀλέξανδρος υἱὸς Φιλίππου καὶ Ὀλυμπιάδος μητρός - οὔπω γὰρ ἐρῶ βασιλεύς, μέχρις οὗ πάντας τοὺς βαρβάρους τοῖς Ἕλλησιν ὑποτάξω. ἐγὼ μὲν ἔπεμψα πρὸς ὑμᾶς πεμφθῆναί μοι 〈τοὺς δέκα〉 ῥήτορας, οὐχ ἵνα αὐτοὺς κολάσωμαι, ἀλλ´ ἵνα ὡς καθηγητὰς ἀσπάσωμαι. οὐκ ἐπέτρεψα γὰρ ἐμαυτῷ μετὰ στρατιᾶς ἀνελθεῖν, ὅπως μὴ πολέμιόν με ὑπολάβητε, ἀλλὰ μετὰ τῶν ῥητόρων ἀντὶ τοῦ στρατοῦ, ἵνα παντὸς δέους ὑμᾶς ἀπαλλάξω. ὑμεῖς δὲ ἄλλως ἠνέχθητε πρὸς ἐμέ, ἐλεγχόμενοι ὑπὸ τῆς ἰδίας ἑαυτῶν ἀβουλίας, ὅσα καιροῦ λαβόμενοι διέθεσθε Μακεδόνας. πολεμοῦντος γὰρ τοῦ πατρός μου Φιλίππου πρὸς Ζακυνθίους ὑμεῖς σύμμαχοι Ζακυνθίων γεγένησθε, ὑμῶν δὲ πολεμουμένων ὑπὸ Κορινθίων Μακεδόνες σύμμαχοι ὑμῶν γενόμενοι ἀπήλασαν Κορινθίους. καὶ τὸ ἄγαλμα τῆς Ἀθηνᾶς . . . καθῃρήσατε. δίκαια τὰ ἀντιμίσθια ἀπελάβομεν παρ´ ὑμῶν, ἀνθ´ ὧν ἡμεῖς ὑμῖν ἐποιήσαμεν. ὅθεν μὴ θαρροῦντες τῇ 〈ἐμῇ〉 γνώμῃ ἐφ´ οἷς ἡμαρτήσατε δειλῶς ἔχετε, μὴ τῇ βασιλικῇ δυνάμει ἐπαρθεὶς ἐμαυτὸν ἐξ ὑμῶν ἀμύνωμαι. μόλις δὲ τοῦτο ἠβουλήθεν ποιῆσαι, εἰ μὴ ἤμην καὶ αὐτὸς Ἀθηναῖος. . . . πότε γάρ τι καλῶς ἐβουλεύσασθε περὶ τῶν παρ´ ὑμῖν εὐδοξησάντων; Εὐκλείδην ἐν φυλακῇ ἀπεκλείσατε ἄριστα ὑμῖν συμβουλεύσαντα· Δημοσθένην ἐφυγαδεύσατε πρεσβεύσαντα ὑμῖν τὰ συμφέροντα πρὸς Κῦρον· Ἀλκιβιάδην ἐξυβρίσατε ἀγαθὸν ὑμῶν γενόμενον στρατηγόν· Σωκράτην ἀνείλατε, τὸ παιδευτήριον τῆς Ἑλλάδος· Φιλίππῳ ἠχαριστήσατε τῷ ἐν τρισὶ πολέμοις συμμαχήσαντι ὑμῖν· Ἀλέξανδρον μέμφεσθε ἕνεκα Στασαγόρα στρατηγοῦ ἀδικήσαντός με καὶ ὑμᾶς. αὐτὸς γὰρ τὴν ἱέρειαν τῆς θεοῦ οὖσαν Ἀθηναίαν καθεῖλεν, ἐγὼ δὲ αὐτῇ ἐδωρησάμην τὴν προφητείαν. ἀποδεχόμεθα δὲ τὴν τῶν ῥητόρων πρὸς ὑμᾶς συνηγορίαν, Αἰσχίνην μὲν εἰκότως ὑμῖν συμβουλεύσαντα, Δημάδην 〈δὲ〉 γενναίως ἐκκλησιάσαντα, Δημοσθένην δὲ πρὸς τὰ συμφέροντα ὑμῖν συμβουλεύσαντα. ἔσεσθε οὖν πάλιν Ἀθηναῖοι καὶ μηδὲν ὑπ´ ἐμοῦ εὐλαβεῖσθε παθεῖν κακόν· ἄτοπον γάρ μοι δοκεῖ εἶναι ἐμὲ περὶ ἐλευθερίας μαχόμενον πρὸς τοὺς βαρβάρους τὸ τῆς ἐλευθερίας θέατρον Ἀθήνας καθαιρῆσαι.’

[6] E   Ταῦτα διαπεμψάμενος καὶ τὰ στρατεύματα παραλαβὼν εἰς Λακεδαίμονα παραγίνεται. οἱ δὲ Λακεδαιμόνιοι θέλοντες αὑτῶν ἐνδείξασθαι τὸ γενναῖον καὶ καταισχῦναι τοὺς Ἀθηναίους, ὅτι ἐφοβήθησαν αὐτόν, ἀπέκλεισαν τὰς πύλας καὶ τὰς ναῦς ἔπλησαν· μᾶλλον γὰρ ναύμαχοι ἦσαν ἢ ἐπὶ γῆς πολεμισταί. μαθὼν 〈δὲ〉 αὐτῶν τὴν παράταξιν πέμπει ἐπιστολὴν πρῶτον· ‘Ἀλέξανδρος Λακεδαιμονίοις γράφει· πρῶτον συμβουλεύω ἣν εἴχετε ἀπὸ προγόνων φήμην φυλάσσειν· τὸ γὰρ χαίρειν ἐν ὑστέρῳ ἔστω, ἄνπερ ἦτε ἄξιοι . . . καὶ πολεμισταὶ καὶ ἀήττητοι, ὁρᾶτε μὴ νῦν καθαιρεθῆτε τῆς δόξης μηδὲ ἐνδείξασθαι βουλόμενοι τὸ σθεναρὸν Ἀθηναίοις ὑπὸ αὐτῶν καταγελασθῆτε ἡττηθέντες ὑπὸ Ἀλεξάνδρου. ὥστε ἀπόβητε τῶν νηῶν ἑκόντες, ἵνα μὴ τὸ πῦρ ὑμᾶς καταφλέξῃ.’ Οὕτως ἀναγνωσθείσης τῆς ἐπιστολῆς οὐκ ἐπείσθησαν, ἀλλ´ ὥρμησαν εἰς μάχην, ὥστε καὶ τοὺς ἐκ τῶν τειχῶν μαχομένους τοῖς ὅπλοις καταπεσεῖν, τοὺς δὲ ἐν ταῖς ναυσὶ καταφλεχθῆναι. οἱ δὲ περιλειφθέντες ἦλθον ἱκέται καὶ δεόμενοι τοῦ 〈μὴ〉 αἰχμαλωτισθῆναι. ὁ δὲ εἶπεν· ‘Ὅτε ἐγὼ πειθήνιος ὑμῖν προσῆλθον, οὐκ ἐπείσθητέ μοι· ὅτε 〈δὲ〉 ναῦς ἄνθραξ ἐγένετο, τότε πάρεστε δεόμενοί μου. ἀλλ´ οὐ μέμφομαι ὑμᾶς· ἔχοντες γὰρ κατὰ γνώμην, ὅτι Ξέρξην ἀπηλάσατε, ὑπενοεῖτε καὶ Ἀλέξανδρον τοῦτο ποιεῖν· ἀλλ´ οὐχ ὑπεμείνατε τὰ ὅπλα τὰ ἡμέτερα χωρῆσαι.’ Οὕτως ἀποφηνάμενος καὶ συνθύσας τοῖς στρατηγοῖς, Λακεδαιμονίοις τὴν πόλιν ἀπολέμητον κατέλιπε καὶ ἀφορολόγιστον. κἀκεῖθεν ὥρμησεν εἰς τὰ μέρη τὰ τῶν βαρβάρων διὰ τῆς Κιλικίας.

[7] E   Δαρεῖος δὲ συνήθροιζε τοὺς ἡγεμόνας καὶ ἔλεγεν· ‘Ὡς ὁρῶ, κατὰ προσθήκην ὁ πολέμιος εἰς δύναμιν ἐκβαίνει. κἀγὼ μὲν τὸν Ἀλέξανδρον λῃστρικὰ φρονεῖν ὑπενόουν, αὐτὸς δὲ βασιλικὰ ἔργα ἐπιχειρεῖ· καὶ [καθ´] ὅσον ἡμεῖς δοκοῦμεν μεγάλοι εἶναι Πέρσαι, μείζων Ἀλέξανδρος τῇ τόλμῃ φαίνεται. καὶ τάχα ἐμοῦ αὐτῷ πέμψαντος σκῦτος καὶ σφαῖραν, ὡς ἔχοι παίζειν καὶ παιδεύεσθαι, αὐτὸς τελείως παιδευθεὶς ἐπ´ ἐμὲ τὸν καθηγητὴν ἔσται τὰ ὅπλα κινήσων. ὥστε σκεψάμενοι τὰ κοινῇ συμφέροντα ἀπολογεῖσθε εἰς ἀνόρθωσιν τῶν πραγμάτων, μὴ ἐξουθενοῦντες ὡς μηθένα ὄντα τὸν Ἀλέξανδρον. καὶ γὰρ δεδοίκαμεν, μὴ τὸ μεῖζον τοῦ ἐλάττονος ταπεινότερον εὑρεθῇ, τῆς ἄνωθεν προνοίας † τυχῶν καὶ τὴν μεταβολὴν ποιησαμένης. δέον ἐστὶ παραχωρῆσαι τὴν Ἑλλάδα, ἵνα ἡμεῖς τῶν ἐθνῶν ἄρχωμεν καὶ μὴ ζητοῦντες τὴν Ἑλλάδα λυτρώσασθαι ἀπολέσωμεν καὶ τὴν Περσίδα.’ Ταῦτα μὲν ὁ Δαρεῖος. Ὀξυάθρης δὲ 〈ὁ〉 ἀδελφὸς Δαρείου εἶπεν· ‘Ἤδη μέγαν ποιεῖς τὸν Ἀλέξανδρον καὶ θάρσος αὐτῷ δίδως πλέον. ἐπιβήσεται τῇ Περσίδι, ἐὰν παραχωρήσῃς τὴν Ἑλλάδα. μίμησαι δὲ αὐτὸς τὸν Ἀλέξανδρον, καὶ οὕτως κρατήσεις τῆς βασιλείας. ἐκεῖνος γὰρ οὔτε στρατηγοῖς ἐπίστευσε τὸν πόλεμον ὥσπερ 〈σὺ οὔτε〉 σατράπαις, ἀλλ´ αὐτὸς καὶ στρατηγὸς καὶ ἡγεμὼν καὶ πρῶτος . . . τῶν στρατευμάτων· καὶ πολεμῶν μὲν ἀποτίθεται τὸ βασίλειον, νικήσας δὲ ἀναλαμβάνει τὸ διάδημα.’ Ὁ Δαρεῖος εἶπεν· ‘Τί αὐτὸν μιμήσωμαι;’ ἕτερος συγκαθήμενος εἶπεν αὐτῷ· ‘Τούτῳ γὰρ πάντων περιεγένετο ὁ Ἀλέξανδρος, μηδὲν ἀναβαλλόμενος, ἀλλὰ πάντων γενναίως † περιγινόμενος. ἀληθῶς κατὰ τὴν γενναιότητα καὶ μορφὴν λέοντος ἔχει.’ Δαρεῖος εἶπε· ‘Πόθεν σὺ οἶδας ταῦτα;’ Ὁ δὲ εἶπεν· ‘Ἐξότε ἐπέμφθην ὑπὸ σοῦ ἐν Μακεδονίᾳ πρὸς τὸν πατέρα αὐτοῦ Φίλιππον τοὺς φόρους ἀπαιτῆσαι, ἔμαθον αὐτοῦ τὴν φρόνησιν καὶ τοὺς χαρακτῆρας. ὥστε καὶ σὺ μετάπεμψαι τῆς ὅλης ἠπείρου τοὺς σατράπας· ἔστι γάρ σοι ἔθνη Περσῶν καὶ Πάρθων καὶ Ἐλυμαίων καὶ Βαβυλωνίων καὶ τῶν κατὰ τὴν Μεσοποταμίαν καὶ τὴν Ἰλλυρίαν χώραν, ἵνα μή σοι τὰ Βάκτρων καὶ τὰ Ἰνδῶν ἢ τῶν Σεμιράμεως μελάθρων εἴπω. ἔστι γὰρ ἔθνη τούτων ρπʹ· στράτευσον ἐξ αὐτῶν † κἂν δέκα ἔθνη τοὺς θεούς. δυνατοὶ γάρ ἐσμεν τῇ βαρβαρικῇ δυνάμει καὶ τῷ πλήθει θαμβῆσαι τοὺς πολεμίους.’ Ἕτερος εἶπε· ‘Καλῶς μὲν συνεβούλευσας, ἀλλὰ ἀνάξια· μία γὰρ ἐνθύμησις Ἑλλήνων κατανικᾷ τοὺς 〈τῶν〉 βαρβάρων ὄχλους, ὥσπερ καὶ εἷς κύων Λακωνικὸς ὅλην ἀγέλην ποιμνίων ἀποδιώκει.’ οὕτως αὐτῶν βουλευομένων Δαρεῖος συναθροίζει τὰ πλήθη.

[8] E   Ὁ δὲ Ἀλέξανδρος ὁδεύσας τὴν Κιλικίαν ἦλθεν ἐπί τινα ποταμὸν Ὠκεανὸν καλούμενον, οὗ τὸ ὕδωρ κατάρρουν ἐστὶ καὶ διαυγέστατον. ἐπεθύμει δὲ ὁ Ἀλέξανδρος ἐν αὐτῷ λούσασθαι [ὃς] καὶ ἀποδυσάμενος ἐνήλατο εἰς τὸν ποταμὸν καὶ ἀνῆλθεν, τὸ δὲ λουτρὸν οὐκ ὠφέλησεν αὐτόν· εὐθὺς γὰρ ἤλγησε τὴν κεφαλὴν καὶ χαλεπῶς διέκειτο. οἱ δὲ Μακεδόνες αὐτοῦ κατακειμένου κατεπονοῦντο τὰς ψυχάς, μήπως ἐπιγνοὺς Δαρεῖος τὴν νόσον αὐτοῦ ἐπιβῇ τοῖς στρατοπέδοις· καὶ γὰρ ἡ ψυχὴ αὐτοῦ πάντας ἐθάρσυνεν. Καὶ δὴ Φίλιππος τοὔνομα φίλτατος Ἀλεξάνδρῳ ἰατρὸς ἐπηγγείλατο αὐτῷ δοὺς καταπότιον σώζειν αὐτόν. καὶ ὁ μὲν ἑτοιμάζει· ἐπιστολὴ δὲ δίδοται Ἀλεξάνδρῳ ὑπὸ Παρμενίωνος πεμφθεῖσα στρατηγοῦ τυγχάνοντος, ὡς ἐπείσθη ὑπὸ Δαρείου Φίλιππος, ἵνα ἐὰν λάβῃ εὐκαιρίαν φαρμάκῳ ἀνέλῃ τὸν Ἀλέξανδρον, ἐπαγγειλάμενος δοῦναι αὐτῷ ἀδελφὴν ἰδίαν πρὸς γάμον ὀνόματι Δαδιφάρταν καὶ κοινωνὸν γενέσθαι τῆς βασιλείας. ‘ὅθεν φύλασσε σεαυτὸν ἀπὸ τοῦ Φιλίππου.’ Ὁ δὲ Ἀλέξανδρος ἀναγνοὺς τὴν ἐπιστολὴν οὐκ ἐταράχθη - ᾔδει γὰρ τὴν γνώμην τοῦ Φιλίππου - ἔθετο δὲ 〈ὑπὸ τὸ〉 προσκεφάλαιον τὴν ἐπιστολήν· παριὼν δὲ ὁ ἰατρὸς ἐπέδωκε τὸ πόσιμον φάρμακον Ἀλεξάνδρῳ. ὁ δὲ λαβὼν τὴν κύλικα ἐπὶ πολὺ ἔβλεψε τῷ Φιλίππῳ· ὁ δὲ Φίλιππος εἶπε· ‘Δέσποτα βασιλεῦ, μηδὲν φοβοῦ· ἀνέγκλητόν ἐστι τὸ φάρμακον.’ ὁ δὲ Ἀλέξανδρος προσθέμενος ἐξέπιε τὸ φάρμακον καὶ μετὰ τὸ ποτὸν τότε δέδωκε Φιλίππῳ τὴν ἐπιστολήν. ὁ δὲ ἀναγνοὺς τὰ κατ´ αὐτοῦ γραφέντα εἶπεν· ‘Ἀλέξανδρε, οὐχ ὅμοιόν με εὑρήσεις τοῖς ἐγγεγραμμένοις.’ καὶ ὁ μὲν Ἀλέξανδρος περισωθεὶς τῆς νόσου περιεπλάκη τῷ Φιλίππῳ καὶ εἶπεν· ‘Ἔμαθες οἵαν ἔχω περὶ σοῦ γνώμην· πρότερον γὰρ πιὼν τότε σοι ἀναδέδωκα τὴν ἐπιστολήν, πιστεύσας ἐμαυτὸν τῷ ὀνόματι· ᾔδειν γὰρ ὅτι Φίλιππος κακὸν οὐκ ἐβούλετο Ἀλέξανδρον ποιεῖν.’ ὁ δὲ Φίλιππος εἶπεν· ‘Ἀλέξανδρε, νῦν κόλασον τὸν πέμψαντά σοι τὴν ἐπιστολήν· αὐτὸς γὰρ ἔπεισέ με τοῦτο ποιῆσαι καὶ λαβεῖν τὴν Δαρείου ἀδελφὴν πρὸς γάμον. ἐμοῦ 〈δὲ〉 ἀπαρνουμένου ἴδε οἵῳ με ἐπεχείρησε πράγματι ἀπολέσαι.’ ταῦτα ἐξετάσας ὁ Ἀλέξανδρος καὶ εὑρὼν αἴτιον τὸν Παρμενίωνα ἐκόλασεν αὐτόν.

[9] E   Κἀκεῖθεν παραλαβὼν τὰ στρατεύματα ἐπὶ Μήδους ἠπείγετο καὶ τὴν μεγάλην Ἀρμενίαν, καὶ ταύτας δουλωσάμενος 〈καὶ〉 ὁδεύσας ἱκανὰς ἡμέρας ἀνύδρους τόπους καὶ φαραγγώδεις [καὶ] διὰ τῆς Ἀρειακῆς παραγίνεται εἰς τὸν Εὐφράτην ποταμόν. καὶ τοῦτον γεφυρώσας ψαλίσιν καὶ σιδηρέαις κνήμαις κελεύει τοῖς στρατεύμασι διαπερᾶν· ὡς δὲ ἑώρα αὐτοὺς δειλαινομένους, κελεύει τὰ κτήνη καὶ τὰ πρόβατα καὶ τὴν τροφὴν πρῶτον διαπερᾶν, ἔπειτα καὶ αὐτὰ τὰ στρατεύματα [διαπερᾶν]. οἱ δὲ ἐδειλαίνοντο ὁρῶντες τὴν ἐπίρροιαν τοῦ ποταμοῦ, μὴ διαλυθῶσιν αἱ ψαλίδες. ὁ δὲ Ἀλέξανδρος παραλαβὼν τοὺς παρασπιστὰς πρῶτος διεπέρασεν. Εἶσι δὲ Τίγρις ποταμὸς καὶ Εὐφράτης διὰ τῆς Μεσοποταμίας καὶ Βαβυλῶνος, οἵτινες ἀπορρέουσιν εἰς τὸν Νεῖλον ποταμόν. φασὶ γὰρ 〈ὅτι〉, ὅτε Νεῖλος εἰς τὴν Αἴγυπτον ἔρχεται, τότε οὗτοι οἱ ποταμοὶ κενοῦνται, 〈ὅτε δὲ〉 ἀποβαίνει τῆς Αἰγύπτου πλημμυροῦσιν. Ἐπεὶ οὖν διεληλύθεσαν πάντες, ἐκέλευσεν ὁ Ἀλέξανδρος πάντα τὰ ζεύγματα τοῦ Εὐφράτου ἐκκοπῆναι. τῶν δὲ στρατιωτῶν ἐπὶ τούτῳ πλεῖον δειλανθέντων καὶ λεγόντων, ὡς εἰ γένηται ἡμᾶς ἀνατραπῆναι, πῶς ἔχομεν περᾶσαι; ὁ [δὲ] Ἀλέξανδρος ἀκούσας, συνάξας τοὺς στρατάρχας καὶ τὰ ὅλα στρατόπεδα εἶπεν· ‘Καλὰς ἐλπίδας μοι δίδοτε, τοῦτο ἔχοντες κατὰ γνώμην. αὐτὸ οὖν ἐγὼ ἐποίησα, ἵνα ἢ πολεμοῦντες νικήσωμεν ἢ ἡττηθέντες ἀπολώμεθα· οὐ γάρ ἐστιν ὁ πόλεμος τῶν φευγόντων, ἀλλὰ τῶν διωκόντων. ὄμνυμι γὰρ τὴν ἐπάνοδον τὴν ἐν Μακεδονίᾳ γινομένην μοι, ὡς [εἰ] νικήσαντες τοὺς βαρβάρους εἰς τὴν Ἑλλάδα ὑποστρέψομεν. ὑμεῖς μόνον θαρρεῖτε τῇ γνώμῃ, καὶ ἡ συμβολὴ τοῦ πολέμου παίγνιον ἡμῖν ἐστιν.’ Οὕτως αὐτοῦ θαρσύναντος ἐτίμων αὐτὸν τὰ πλήθη καὶ ἐσκηνοποιοῦντο. ἐκάθηντο δὲ καὶ τὰ Δαρείου στρατόπεδα ἐπάνω τοῦ Τίγριδος ποταμοῦ· καὶ ἦσαν οἱ προηγούμενοι σατράπαι πέντε. συνέβαλλον μάχην, καὶ ἀμφότερα τὰ τάγματα γενναίως ἐπολέμουν. καί τις τῶν Περσῶν ὄπισθεν τοῦ Ἀλεξάνδρου ἐλθών, Μακεδονικὰ ὅπλα λαβὼν ὡς ἴδιος κατήνεγκε τὸ ξίφος κατὰ τῆς κεφαλῆς Ἀλεξάνδρου καὶ ἔθραυσεν αὐτοῦ τὴν κορυφήν. οὗτος δὲ συλλαμβάνεται ὑπὸ τοῦ στρατοῦ καὶ παρίσταται τῷ Ἀλεξάνδρῳ· 〈ὁ δὲ〉 αὐτῷ λέγει· ‘Ὦ γενναῖε, διὰ τί τοῦτο ἐποίησας;’ ὁ δὲ εἶπεν· ‘Δέσποτα, μή με δόκει Μακεδόνα εἶναι. Πέρσης γάρ εἰμι καὶ ἐπηγγειλάμην Δαρείῳ ἀποτεμεῖν σου τὴν κεφαλήν, ἵνα λάβω παρ´ αὐτοῦ γέρας ἀμοιβήν. ἐπηγγείλατο γάρ μοι δώσειν βασιλικὰς χώρας καὶ θυγατέρα αὐτοῦ.’ ἀκούσας ὁ Ἀλέξανδρος συνῆξεν ὅλον τὸν στρατὸν καὶ ὁρώντων πάντων ἀπέλυσε τὸν Πέρσην εἰπών· ‘Ἄνδρες Μακεδόνες, τοιούτους δεῖ στρατιώτας εἶναι.’

[10] E   Ἐπεὶ οὖν οἱ βάρβαροι ἐλείποντο ἐπιτηδείων χρείας, συστροφὴν ἐποιοῦντο εἰς τὴν Βακτριανῶν χώραν· ὁ δὲ Ἀλέξανδρος κρατήσας τῶν τόπων ἐπιμένει ἐκεῖ. ἕτερος δέ τις σατράπης Δαρείου παραβουλευσάμενος προσέρχεται τῷ Ἀλεξάνδρῳ καὶ λέγει· ‘Δέσποτα Ἀλέξανδρε, εἰμὶ μὲν σατράπης Δαρείου καὶ μεγάλα αὐτῷ κατώρθωσα, 〈οὐ μὴν〉 εὐχαριστήθην ὑπ´ αὐτοῦ· ὥστε σύ μοι δὸς μυρίους στρατιώτας καὶ παραδίδωμί σοι τοὺς ἡμετέρους στρατιώτας καὶ σατράπας καὶ αὐτὸν δὲ τὸν Δαρεῖον.’ ὁ δὲ Ἀλέξανδρος εἶπε· ‘Πορεύου καὶ βοήθει τῷ ἑαυτοῦ βασιλεῖ· οὐ γὰρ πιστεύω σοι τοὺς ἀλλοτρίους τῷ τοὺς ἰδίους προδιδοῦντι.’ Ἔγραψαν δὲ οἱ ἀπ´ ἐκείνων 〈τῶν〉 τόπων σατράπαι τῷ Δαρείῳ· ‘Ὑδάσπης καὶ Σπινθὴρ θεῷ μεγάλῳ Δαρείῳ χαίρειν. φθάνομέν σοι τὸ πρότερον δηλοῦντες Ἀλεξάνδρου ἐπίβασιν γενομένην, καὶ νῦν σοι φανερὸν ποιοῦμεν φθάσαντα αὐτὸν ἐπὶ τῶν τόπων καὶ πολιορκεῖν τὴν χώραν καὶ ἀνῃρηκέναι ἡμῶν πλείστους· ἡμεῖς δὲ αὐτοὶ κινδυνεύομεν σφόδρα. ὥστε κατατάχυνε μετὰ δυνάμεως τοῦ προφθάσαι πρὸ τοῦ εἰσβῆναι· δυναμικὸν γὰρ τὸ Μακεδονικὸν ἐφάνη στράτευμα. ἔρρωσο.’ Λαβὼν δὲ Δαρεῖος καὶ ἀναγνοὺς ἔπεμψεν ἐπιστολὴν Ἀλεξάνδρῳ. [Ἐπιστολὴ Δαρείου Ἀλεξάνδρῳ.] ‘Δαρεῖος Ἀλεξάνδρῳ λέγει. ἔγραψας ἡμῖν ἐπιστολὴν ὑπερήφανον, δι´ ἧς ἡμᾶς ἐπιζητεῖς ἐντυχεῖν σοι. οὐχ οὕτως ἤδη † ἔξεις ἂν τὴν ἄγκυραν, ὥστε τοὺς ἀπὸ ἀνατολῶν θεοὺς εἰς δύσιν κατοικεῖν. μαρτύρομαι δὲ ἐφ´ οἷς με διέθου· δοξάζω γὰρ τὴν μητέρα εἰς θεοὺς [σε] πεπορεῦσθαι, γυναῖκα 〈δὲ〉 μὴ ἐσχηκέναι. ἐγὼ οὐ παύσομαι τὴν ὕβριν ἐπεκδικῶν. ἐγράφη γάρ μοι, ὡς εὐσεβῶς [μοι] διέθου εἰς τοὺς ἐμούς· εἰ ἄρα καὶ δικαίως ἐποίεις, καὶ τὰ πρὸς ἐμὲ δυνατόν . . ., † τοὺς ἰσοθέους τιμὰς ἀπονέμων τοῖς ἐμοῖς. ἔξεστί σοι λοιπὸν τῶν ἐμῶν μὴ φείδεσθαι· κακούχει δὲ καὶ τιμώρει ὡς πολεμίου τέκνα· οὔτε γὰρ [ὡς] εὐεργετῶν αὐτὰ ἕξεις με φίλον οὔτε ἀδικῶν διὰ τοῦτο ἐχθρόν. ἐν γὰρ τῷ αὐτῷ κεῖταί μοι ἀμφότερα. ἐσχάτην οὖν ἀπόκρισιν δήλωσον ἡμῖν, ἵνα εἰδῶμεν.’ Ἀναγνοὺς ὁ Ἀλέξανδρος καὶ μειδιάσας ἔγραψεν αὐτῷ· [Ἐπιστολὴ Ἀλεξάνδρου Δαρείῳ]. ‘Ἀλέξανδρος βασιλεὺς βασιλεῖ Δαρείῳ χαίρειν. τὰς κενὰς φλυαρίας σου καὶ ἀπονοίας ματαίας τε μανίας θεοὶ ἐμίσησαν μέχρι τέλους. [καὶ] οὐ παύσῃ ἔτι βλασφημῶν; οὐ φοβούμενος γὰρ τετίμηκα τοὺς σοὺς οὐδὲ ἐλπίζων ἐλεύσεσθαί σε ἐκολάκευσα, ἵνα παραγενόμενος εὐχαριστήσῃς ἡμῖν. 〈μὴ〉 παραγίνου· οὐ γὰρ ἄξιον ἦν τὸ ἐμὸν διάδημα τοῦ σοῦ; οὐ μὴν τῆς περὶ πάντας εὐσεβείας μου . . . περισσότερον καὶ τοὺς σοὺς ἐλεήσας ἐξ οὐρανοῦ εἰς τὸ ἔδαφος πεπτωκότας. ἐσχάτην οὖν σοι ἐπιστολὴν γράφω· εὐκοπώτερον ἦν ἄλλως με πολεμεῖν σοι ἢ πλησίον ἐλθεῖν πρός σε.’

Following chapters (11-20) →


Attalus' home page   |   08.04.15   |   Any comments?