back

Alexander Romance, Book 2

  ( chapters 21-40 )

Based on the oldest recension ( α ), as edited by W.Kroll (1926). Click on the E symbols to go to an English translation of each chapter.


← Previous chapters (11-20)

[21] E   Ὁ δὲ Ἀλέξανδρος τὸ τούτου σῶμα βασιλικῶς θάψαι καὶ ἐγχωρίως ἐκέλευσε 〈καὶ τοὺς〉 πρώτους Μακεδόνας καὶ Πέρσας ἐνόπλους προάγειν αὐτοῦ· αὐτὸς δὲ ὑποθεὶς τὸν ὦμον μετὰ τῶν Περσῶν ἐβάσταξε τὴν τοῦ Δαρείου κλίνην. οἱ δὲ Πέρσαι οὐ τοσοῦτον ἐδάκρυον τὸν Δαρεῖον, ὅσον συνεπάθουν καὶ ὑπερηγάπων τὸν Ἀλέξανδρον. καὶ ὁ μὲν Ἀλέξανδρος ἀποθέμενος αὐτὸν εἰς τάφον βασιλικὸν καὶ βουθυτήσας ἀγῶνά τε ἐπιτάφιον ἄξας νόμον τε καὶ πρόσταγμα ἔθετο Πέρσαις τοιοῦτον· ’Βασιλεὺς Ἀλέξανδρος ἐκ βασιλέως θεοῦ Ἄμμωνος καὶ Ὀλυμπιάδος βασιλίδος τοῖς κατὰ τὴν Περσίδα πᾶσαν ἔν τε χώραις καὶ πόλεσι λέγει. εὐκταῖον μὲν ἦν τοσαύτας μυριάδας μὴ κακῶς ἀπολέσθαι· εἰ δὲ ὁ δαίμων ἠθέλησέ με κατὰ Περσῶν νικηφόρον . . . καὶ † γὰρ θεοῖς πᾶσιν. γινώσκετε οὖν με καθεστακέναι σατράπας εἰς ὑμᾶς, οἷς χρὴ ὑπηκόους εἶναι ὡς ἐπὶ Δαρείου, ἵνα μηδὲ εἰδῆτε ἕτερον βασιλέα εἰ μὴ Ἀλέξανδρον νεώτερον. προσχρήσασθαι δὲ τοῖς ἰδίοις νόμοις ὑμᾶς οὐ κωλύω ταῖς τε ἑορταῖς καὶ πανηγύρεσι καὶ ὅσα ἐμφύλια ἦν. † ἢ ὑμεῖς ὑμῖν μὲν τοιοῦ βιώσετε †. Πέρσης εἰ μὴ . . . πόλιν κατοικήσει, ὡς ἀποστάτης κολασθήσεται. τὰ δὲ ὑπάρχοντα ὑμῖν συγχωρῶ· ἕκαστος κυριευέτω τῶν ἰδίων πλὴν χρυσοῦ καὶ ἀργύρου, ἐν ᾧ γαυριῶνται ἀγαθός τε καὶ κακός· νόμισμα δὲ ὃ ἔχετε συγχωρῶ. πᾶν δ´ ἀμυντήριον 〈ὅπλον〉 κελεύω ἀναφέρεσθαι εἰς τὰς ἀποδεδειγμένας ἀποθήκας. τοῖς δὲ σατράπαις, οἷς ἐὰν δοκιμάσω, τούτοις καὶ ἀριθμὸν δυνάμεως ἐπιμετρήσω καὶ μέτρον καθοπλισμοῦ. ἀγῶνας δέ, οὓς ἔθος ἐστὶν ἄγεσθαι, χρήσονται θέλοντος τοῦ σατράπου. ἔθνος δὲ ἐπ´ ἔθνει οὐκ ἐπιμιγήσεται εἰ μὴ ἐμπορείας χάριν, καὶ ταῦτα ἕως κʹ ἀνδρῶν, ἢ ὡς πολέμιος Περσικῷ νόμῳ κολασθήσεται. ἔμποροι δὲ πάντες τῇ αὐτῇ ἐργασίᾳ προσχράσθωσαν ὡς καὶ ἐπὶ Δαρείου, τέλη τε ἀγρῶν καὶ τῶν φυτικῶν πάντων κατὰ τὸ ἔθος 〈λήψομαι〉. βούλομαι γὰρ τὴν χώραν ἐν εὐθηνίᾳ καταστῆσαι. τὰς δὲ ὁδοὺς τῆς Περσίδος πραγματεύεσθαι εἰρηνικῶς, ὅπως καὶ οἱ ἀπὸ τῆς Ἑλλάδος εὐκόπως εἰς ὁποίαν ἐὰν βούλωνται πόλιν τῆς Περσίδος πορεύωνται. ἀπὸ γὰρ τοῦ Εὐφράτου ποταμοῦ [καὶ] τῆς διαβάσεως καὶ τῆς ἀρχῆς τῆς ὁδοῦ διὰ ἡμισχοίνου ἑκάστῳ σατράπῃ ἀπέστειλα ὁδὸν ποιῆσαι καὶ διὰ σχοίνου ἐγγράψαι, ὅπου ἡ ὁδὸς φέρει· καί τι σημεῖον, εἰ δύο ὁδοὶ κατὰ ταὐτὸ τύχοιεν ἢ πλείους, ὥσπερ εἰσὶν † ἄπλατοι ὁδοί. 〈τὰς〉 οὖν ἐπὶ τὰς ἐν ταῖς ὁδοῖς γεγονυίας φροντίδας [τὰς] ἐπὶ Δαρείου συντάξεις εἰθισμένας εἰς τὰ ἱερὰ χαρίζομαι τοῖς θεοῖς, μάλιστα θεῷ Σαράπι καὶ Διί. ἐπεὶ δὲ ἀξίως κατέναντι τῶν Κύρου γενεσίων τὰ ἐμὰ βούλεσθε ἄγεσθαι, συντέταχα Μοσχύλῳ τῷ σατράπῃ, ἵνα καὶ ταῦτα καὶ τὰ Κύρου γενέσια ἄγητε μετὰ εὐωχίας καὶ ἀγώνων· τοῦ δὲ ἀγωνισμοῦ θεωροὶ ἔστωσαν Πέρσαι καὶ ἆθλα τεθήσεται Πέρσαις ὁποῖα χρῄζετε. βούλομαι δὲ τὴν παρθένον τὴν στεφανουμένην, ἐὰν πολῖτις ᾖ ἡμετέρα, ἄχρι τέλους λαμβάνειν εἰς τιμὴν ἐνιαυσιαίαν τὸ ἴσον τῷ στεφάνῳ καὶ μένειν αὐτὴν ἄχρι τέλους ἱέρειαν· ἐὰν δὲ αὐτὴν ἡ φύσις καταλάβῃ καὶ γυναῖκα ποιήσῃ, δοθῆναι αὐτῇ τὸ τίμημα εἰς λόγον προικός· τοῦτο † γὰρ δίκαιον καὶ τῇ παραλαμβανούσῃ τὴν ἱερωσύνην. τὸ δὲ γυμνάσιον γενέσθω ἐν ἐπισήμῳ τόπῳ ὡς ἐν Πέλλῃ τῇ πόλει· τὰς δὲ αἱρέσεις ἐγὼ αὐτὸς ποιήσομαι, ἄχρι περίειμι, μετὰ δὲ τὴν ἐμὴν τελευτήν, οἷς καὶ τὴν χώραν τήνδε δέδωκα δυνάσταις. δοθήσεται δὲ ἅρματι πολεμιστηρίῳ φιάλη χρυσᾶ ἔχουσα † οἴκου στατῆρα καὶ ἄλλαι ἐνάργυροι εʹ, ἑκάστη χωροῦσα μέτρον, ἀφ´ οὗ δυνήσεται ἄνθρωπος σώφρων μεθυσθῆναι· ἵππῳ πολεμιστῇ φιάλη ἰσόσταθμος καὶ 〈στολὴ〉 Περσικὴ . . . εἰς τὸ Ἀλεξανδρινὸν δεῖπνον διὰ βίου. ὃς δ´ ἂν λαχὼν νικήσῃ κατὰ τὸν Περσῶν νόμον, στέφανον ἕξει χρυσοῦν . . . † ἀρτὴρ ἡ στολὴ Περσικὴ λιτὴ καὶ ζώνη χρυσῆ καὶ φιάλαι δύο ἀνὰ στατῆρας ροʹ. καὶ τὰς † ἐπινείας ἐξέστω εἰς τὸ Ἀλεξανδρινὸν ἱερὸν † ζητεῖσθαι σατράπας πάντας τοὺς ἐμοὺς ὄντας ἐν Περσίδι, ἄρχοντας οὐ τυράννους ὄντας. † τόσον οἱ τῶν ἀγώνων ἐπίτροποι ἔστωσαν οἱ ἡμέτεροι Ἀλεξανδρεῖς οἱ καὶ ἱερεῖς τοῦ Ἀλεξανδρινοῦ. Μοσχύλος δὲ ὁ κτίσας τὸ Ἀλεξανδρινὸν ἱερὸν φέρει στέφανον χρυσοῦν καὶ στολὴν πορφυρᾶν, καὶ μάλιστα ταῖς ἐπισήμοις ἡμέραις. ἑταῖραι δὲ μὴ εἰσίτωσαν εἰς τὸ ἱερόν· κατὰ πάντα δὲ τρόπον ἐξοίκιστον ἤτω τὸ Μηδικὸν γένος. βούλομαι δὲ μὴ ἐν ἑαυτοῖς κρίνειν, ὅσον τις ὑμῶν ἔχει πρὸς ἕτερον, οὐδὲ ἐφ´ οὗ βούλεσθε, καὶ μάλιστα περὶ κεφαλικοῦ· ἐὰν δέ τις φανῇ ἐκτὸς βουλευτηρίου συνάγων ἢ σατράπας ἢ † συνέχων, ὡς πολέμιος ἀπολέσθω.‘ Ἐπεὶ δὲ πάλιν ταῦτα ἐτέλεσε, συνέγραψεν Ἀλέξανδρος λέγων· ’Μέγαν δυνάστην καθεῖλαν ἐμὸν ἐχθρόν, ὑμῶν κύριον Δαρεῖον· οὐκ ἐγὼ δὲ αὐτὸν καθεῖλον, ἀλλά τινες, οὓς ἀγνοῶ, οἷς μεγάλας δωρεὰς ὀφείλω. σατραπίας γὰρ ὁποίας βούλονται χαρίσομαι αὐτοῖς καὶ χώρας μεγίστας· τὸν γὰρ ἐμὸν ἐχθρὸν ἀνεῖλαν‘. Οὕτως εἰπόντος τοῦ Ἀλεξάνδρου τὸ Περσικὸν πλῆθος ηὐλαβεῖτο ὡς μέλλον κατασκάπτεσθαι· ὁ δὲ ταῦτα ἀκούων εἶπεν, ὅτι Τοὺς ἀνελόντας τὸν ἐχθρόν μου μέλλω τιμᾶν· εἴ τις δοὖν Μακεδὼν ἀνεῖλεν αὐτόν, ἴτω μοι θαρρῶν· εἰ δὲ καὶ Πέρσης τυγχάνει, μὴ φοβείσθω. ὄμνυμι μητρὸς σωτηρίαν, ὡς περιφανεστάτους αὐτοὺς πᾶσιν ἀνθρώποις ποιήσω.’ Οὕτως αὐτοῦ ὀμόσαντος τὸ πλῆθος ἐδάκρυσεν· οἱ δὲ κάκιστοι ἐκεῖνοι Βῆσσος καὶ Ἀριοβαρζάνης αὐτόματοι προσῆλθον τῷ Ἀλεξάνδρῳ λέγοντες· ‘Δέσποτα, ἡμεῖς τὸν ἐχθρόν σου ἀνείλαμεν Δαρεῖον.’ Ὁ δὲ ἀκούσας ἐκέλευσε δεθῆναι αὐτοὺς καὶ παρὰ τὸν τάφον Δαρείου ἀνασταυρωθῆναι. τῶν δὲ λεγόντων· ‘Δέσποτα, ὤμοσας τοὺς θεοὺς καὶ τὴν Ὀλυμπιάδος σωτηρίαν’ ὁ [δὲ] Ἀλέξανδρος εἶπεν· ‘Οὐ δι´ ὑμᾶς οὕτως ἀπολογοῦμαι, ἀλλὰ διὰ τὸ πλῆθος· οὐκ ἄλλως γὰρ ἦν ὑμᾶς ἐμφανεῖς μοι γενέσθαι, εἰ μὴ πρὸς ὀλίγον ἐπῄνεσα τὸν Δαρείου θάνατον. τοῦτο γάρ μοι δι´ εὐχῆς 〈ἦν〉, τοὺς ἐκεῖνον ἀνελόντας κολάσασθαι· εἰ γὰρ τὸν ἴδιον δεσπότην ἀνῄρηκαν, πολλῷ μᾶλλον καὶ εἰς ἐμὲ . . . ὑμῖν δὲ κάκιστοι οὐκ ἐφιώρκησα· ὤμοσα γὰρ περιφανεῖς καὶ ἐπισήμους ὑμᾶς ποιῆσαι πᾶσιν ἀνθρώποις· ἔσεσθε δὲ περιφανεῖς καὶ διάσημοι πᾶσιν ἀνθρώποις ἐπὶ τὸν σταυρὸν κρεμασθέντες.’ Ἅμα σὺν τῇ ἀποφάσει αὐτοῦ πᾶσα ἡ Περσὶς ὡς θεὸν ἀνευφήμει.

[22] E   Μετὰ δὲ ἡμέρας ὁ Ἀλέξανδρος ἀποκαταστήσας ἐν εἰρήνῃ τὴν Περσίδα ἐκέλευσεν ὁποῖον δοκιμάζει τὸ ἔθνος σατράπην καθιστᾶν· οἱ δὲ ἐξεβόησαν· ‘Δεόμεθα . . . † βασιλέα Ἀδουλίτην Δαρείου πατράδελφον.’ συνεχώρησεν ὁ Ἀλέξανδρος. Καὶ γράφει ἐπιστολὴν περιέχουσαν οὕτως· [Ἐπιστολὴ Ἀλεξάνδρου Στατείρᾳ.] ‘Ἀλέξανδρος Στατείρᾳ καὶ Ῥοδογούνῃ χαίρειν. ἀντιταξάμενον ἡμῖν Δαρεῖον ἠμυνάμεθα, ὡς τὸ θεῖον ἐβουλεύσατο, ὃν ἐγὼ ἤθελον ζῶντα ὑπὸ τὰ ἐμὰ σκῆπτρα εἶναι. καὶ γὰρ πεπτωκότα αὐτὸν τραυματιαῖον ὑπὸ τῶν ἰδίων εὗρον ἐλάχιστον πνεῦμα ἐμπνέοντα· ὃν καὶ ἐλεήσας τῇ ἑαυτοῦ χλαμύδι συστείλας ἐπυνθανόμην περὶ τῆς ἀπωλείας αὐτοῦ· ὁ δέ μοι παρακατέθηκε Ῥωξάνην τὴν θυγατέρα καὶ εἰς συμβίωσιν ἔδωκε, περὶ δὲ τῶν ἄλλων οὐκ ἔφθη μοι ὁμιλῆσαι. τοὺς μὲν οὖν αἰτίους τῆς ἀπωλείας αὐτοῦ ἐπινοίᾳ εὑρὼν ἀνεῖλον αὐτοὺς ἀξίως· ἔδοξε δέ μοι πέμψαι τὸ ἱερὸν σῶμα αὐτοῦ, ὅπως τοῖς ὑμετέροις θρήνοις κλαύσαντες περιστείλητε. πείθομαι δὲ ὑμᾶς ἀκηκοέναι τὴν ἀγγελίαν αὐτῶν καὶ μὴ χορτάζεσθαι τῆς λύπης. προσέταξα οὖν ἡρῷον αὐτῷ γενέσθαι παρὰ τοὺς πατρῴους ἥρωας· ἔπεμψα δὲ τὸ σῶμα αὐτοῦ ἀνιερωθῆναι. [καὶ] ὑμεῖς οὖν τῆς λύπης παύσασθε· ἐγὼ γὰρ ὑμᾶς ἀποκαταστήσω εἰς τὰ βασίλεια, 〈βασιλεύειν〉 ἐάσας ὧν ἂν αἱρῆσθε ἐθνῶν. ἐπὶ δὲ τοῦ παρόντος διατρίψατε ἐφ´ οὗ τόπου ἐστέ, μέχρι ἂν καὶ τὰ ἐνθάδε καταστήσω πράγματα· ἐμάνησαν γάρ τινες ἔτι ἀπειθοῦντες. κατὰ δὲ τὰς Δαρείου διατάξεις ἠξίωσα καὶ αὐτὸς Ῥωξάνην σύνθρονόν μοι γενέσθαι· προσκυνεῖτε οὖν ταύτην ὡς Ἀλεξάνδρου γυναῖκα.’ Καὶ αὐταὶ ἀντέγραψαν πρὸς τὸν Ἀλέξανδρον οὕτως· ‘Ῥοδογούνη καὶ Στατείρα Ἀλεξάνδρῳ βασιλεῖ χαίρειν. εὐξάμεθα [ἂν] οὐρανίοις θεοῖς τοῖς κλίνασι τὸ Δαρείου διάδημα καὶ Περσῶν καύχημα αἰώνιόν σε καταστῆσαι βασιλέα τῆς οἰκουμένης, ὡς λογισμῷ καὶ φρονήσει καὶ δυνάμει ἰσόρροπος πέφυκας τοῖς Ὀλυμπίοις θεοῖς. οἴδαμεν οὖν, ὅτι ὑπὸ τὰς σὰς ἀγκάλας 〈οὖσαι καλῶς〉 ζῶμεν· τῇ δὲ τύχῃ ἐπευχόμεθα τὰ κάλλιστά σοι παρασχεῖν καὶ ζῆν ἀναριθμήτοις χρόνοις, ὅτι οὐχ ὡς αἰχμαλώτοις προσῆλθες πεπτωκυίαις εἰς τὰ σὰ σκῆπτρα, ἀλλ´ † ἔχεις ταῖς 〈ὡς〉 ἐν ὑπεροχῇ γεγενημένας, μετέπειτα δὲ τεταπεινωμένας. νῦν δὲ οὐκέτι αἰχμάλωτοί 〈ἐσμεν〉· νῦν οἴδαμεν Ἀλέξανδρον Δαρεῖον νέον . . . προσκυνοῦμεν. ἐγράψαμεν δὲ τῷ Περσῶν ἔθνει, ὅπως ἐρωτήσωσι τοὺς ἐν Περσίδι θεούς σε συνθρονισθῆναι τῷ Διὶ καὶ προσκυνεῖσθαι. Ῥωξάνην δέ, ἣν ἔκρινας σύνθρονον εἶναί σοι, ὡς ἐκέλευσας προσκυνοῦμεν, ὅταν Ζεὺς αὐτὴν εἰς τοὺς γάμους ἄξῃ. ἐγράψαμεν δὲ τῷ Περσῶν ἔθνει, ἵνα εἰδῇ, ὅτι νῦν 〈νέον〉 Δαρεῖον ἐπέγνωμεν καὶ τὰ Δαρείου † εἰσὶ σκῆπτρα πάλιν διὰ τοῦ ἰσοθέου Ἀλεξάνδρου τοῦ εὐεργέτου Περσῶν. γινώσκετε δὲ Ἀλέξανδρον γαμεῖν Ῥωξάνην· ἐπεύχεσθε δὲ ἅπασι θεοῖς καὶ πάντας τοὺς ἐν Περσίδι θεοὺς κατάξαντες προσαγάγετε Ἀλεξάνδρῳ εὐχαριστοῦντες, ὅτι τὸ Περσῶν καύχημα μεῖζον ὕψωκεν.’ Ὁ δὲ Ἀλέξανδρος [μετα]λαβὼν εἶπεν· ‘Παραιτοῦμαι τὰς ἰσοθέους τιμάς· ἐγὼ γὰρ ἄνθρωπος φθαρτὸς γεγένημαι καὶ εὐλαβοῦμαι τὸ τοιοῦτον· κίνδυνον γὰρ φέρει τὸν περὶ ψυχῆς. ἐπαινῶ δὲ καὶ δέχομαι ὑμῶν τὸ φρόνημα· πειράσομαι οὖν ἄξιον ὑμῶν τοῦ εὐγενοῦς . . . περὶ ὑμῶν. ἔρρωσθε.’ Ἔγραψε δὲ καὶ τῇ μητρὶ [μου] Ὀλυμπιάδι καὶ ἐδεξιώσατο τοὺς γάμους . . . ἔπεμψεν ἐν Μακεδονίᾳ. ὑστέρω δὲ . . . [Ἐπιστολὴ Ἀλεξάνδρου Ῥωξάνῃ.] ‘Ἀλέξανδρος Ῥωξάνῃ τῇ ἀδελφῇ χαίρειν. γράφων Ὀλυμπιάδι τῇ μητρί μου περὶ ἄλλων τινῶν ἀνηκόντων ἡμῖν προσενετειλάμην τὸν γυναικεῖον κόσμον καὶ ἱματισμὸν Ῥοδογούνης τῆς μητρὸς Δαρείου καὶ τῆς τούτου γυναικὸς Στατείρας . . . ἀποπέπομφα κομίζοντα ὑμῖν Κάρανον, μήτε Ὀλυμπιάδι αὐτῇ δοὺς εἰς διακόσμησιν μήτε [τὸν] Στατείρᾳ. φοβούμενοι δὲ προσκυνεῖτε τὴν παντέφοπτον Νέμεσιν καὶ Δίκην καὶ τὸν ἰσχυρὸν καὶ μακρὸν ἀπὸ ἑαυτῶν φθόνον ἀποβάλλεσθε, ὅταν ἐνταῦθα . . . τοῦτο γὰρ καὶ πρὸς θεοὺς καὶ ἀνθρώπους δίκαιόν ἐστι τὸ μὴ ὑπερφέρειν τύχῃ. πειρῶ δὲ καὶ αὐτὴ ἄξια φρονεῖν Ἀλεξάνδρου καὶ τὸν φόβον τὸν πρὸς Ὀλυμπιάδα τιμᾶν. ταῦτα οὖν πράσσουσα καὶ σεαυτῇ καὶ ἐμοὶ μεγάλην εὐσχημοσύνην ποιήσεις. ἔρρωσο.’ Θύσας δὲ τοῖς ἐγχωρίοις θεοῖς καὶ ἀναλαβὼν τὴν δύναμιν μαθὼν Πῶρον συμμαχήσοντα Δαρείῳ τὴν ὁδοιπορίαν ἐποιεῖτο πρὸς Ἰνδούς.

{ The remaining chapters of Book 2 are taken from recension β. Because later additions have been removed, the chapter numbers are not contiguous. }

[23] E   Καὶ μετὰ ταῦτα γράφει Ἀλέξανδρος Ὀλυμπιάδι τῇ μητρὶ αὐτοῦ οὕτως· "Βασιλεὺς Ἀλέξανδρος Ὀλυμπιάδι τῇ γλυκυτάτῃ μου μητρὶ καὶ Ἀριστοτέλει τῷ τιμιωτάτῳ μου καθηγητῇ χαίρειν. ἀναγκαῖον ἡγησάμην γράψαι ὑμῖν περὶ τῆς συστάσεώς μου τῆς γενομένης πρὸς Δαρεῖον. ἀκούσας αὐτὸν μετὰ πολλῶν ὄντα βασιλέων καὶ σατραπῶν περὶ τὸν Ἰσσιακὸν κόλπον συλλαβὼν αἶγας πλείστας καὶ συνδήσας λαμπάδας εἰς τὰ κέρατα αὐτῶν ἐξήγαγον νυκτός. οἱ δὲ ἰδόντες ἡμᾶς εἰς φυγὴν ἐτράπησαν δόξαντες πολὺ εἶναι τὸ στρατόπεδον. καὶ οὕτως τὴν κατ´ αὐτῶν νίκην ἐτροπωσάμην. ἐφ´ ᾧ καὶ πόλιν ἔκτισα Αἶγας προσονομάσας. καὶ ἐν τῷ Ἰσσιακῷ δὲ κόλπῳ ἔκτισα πόλιν Ἀλεξάνδρειαν τὴν κατὰ Ἰσσόν. κἀκεῖθεν ὡδεύσαμεν μέχρι τῆς ὁδοῦ τῶν Ἀρμενίων χώρας, οὗ ἐστιν ἡ τοῦ Εὐφράτου καὶ Τίγρεως πηγή. περικατάληπτος δὲ γενόμενος Δαρεῖος ἀναιρεῖται ὑπὸ Βήσσου καὶ Ἀριοβαρζὰν τῶν Μηδίας σατραπῶν. ἐγὼ δὲ λίαν ἐλυπήθην περὶ τούτου. νικήσας γὰρ αὐτὸν οὐκ ἠβουλόμην φονεῦσαι ἀλλ´ ἔχειν αὐτὸν ὑπὸ τὰ ἐμὰ σκῆπτρα. ἔμπνουν δὲ τοῦτον καταλαβὼν περιελόμενος τὴν ἑαυτοῦ χλαμύδα ἐσκέπασα. εἶτα ἀποβλεψάμενος τὰ τῆς ἀδήλου τύχης ἐπὶ τὸ προκείμενον ὑπόδειγμα κηδεύσας Δαρεῖον καὶ τιμὴν μεγίστην αὐτῷ ποιήσας τῆς ἐξόδου τοῦ βίου ἐκέλευσα ἀποτμηθῆναι ῥῖνας καὶ ὦτα τῶν φυλασσόντων αὐτοῦ τὸ μνῆμα τῇ συνηθείᾳ τῶν Περσῶν. καὶ ἐκέλευσα προστάγματα τίθεσθαι ὑποτάξας τὴν Βήσσου καὶ Ἀριοβαρζάνου καὶ Μαζακοῦ βασιλείαν καὶ Μηδίαν καὶ Ἀρμενίαν καὶ Ἰβηρίαν καὶ πᾶσαν τὴν Περσικὴν χώραν, ἧς ἐβασίλευσε Δαρεῖος ὁ Πέρσης.

[32] E   Ἐκεῖθεν οὖν παραλαβὼν τοὺς πλείονας ὁδηγοὺς ἠθέλησα εἰσελθεῖν εἰς τὰ ὀπίσω μέρη τῆς ἐρήμου κατὰ τὴν ἅμαξαν τοῦ πόλου. οἱ δὲ ἐντόπιοι ἔλεγον ἐν ἐκείνοις τοῖς τόποις ἀνθρώπους ἀγρίους καὶ θηρία πονηρὰ καὶ τερατώδη εἶναι. ἐγὼ οὖν μᾶλλον ἤθελον τοὺς τόπους ἐκείνους καὶ τοὺς ἀνθρώπους θεάσασθαι. ἤλθομεν οὖν εἴς τινα τόπον φαραγγώδη, οὗ ἦν ὁδὸς φάραγξ λίαν βαθυτάτη, ἣν ὡδεύσαμεν ἡμέρας ὀκτώ, θεωροῦντες ἐρήμους τόπους καὶ θηρίων ἄλλα καὶ ἄλλα γένη. ἐλθόντες οὖν εἴς τινα τόπον περὶ ὥραν ἐννάτην εὕρομεν ὕλην πολλὴν δένδρων, καλουμένην † Ἀναφνητόν †, καρπὸν ἐχόντων μήλοις παρεμφερῆ. ἦσαν δὲ ἐν τῇ ὕλῃ ἄνθρωποι παμμεγέθεις † Φυτοὶ † λεγόμενοι, ἔχοντες ἀνὰ πηχῶν εἴκοσι τεσσάρων, μακροὺς τραχήλους ἔχοντες καὶ τὰς χεῖρας καὶ τοὺς ἀγκῶνας πρίοσι παρεμφερεῖς, οἵτινες ἐπεισῆλθον ἡμῖν. ἐγὼ δὲ λίαν ἐλυπήθην ἰδὼν τοιαῦτα ζῷα. ἐκέλευσα οὖν συλληφθῆναι ἐξ αὐτῶν. ὁρμησάντων δὲ ἡμῶν πρὸς αὐτοὺς μετὰ κραυγῆς καὶ σαλπίγγων ἰδόντες ἡμᾶς εἰς φυγὴν ἐτράπησαν. ἐφονεύσαμεν δὲ ἐξ αὐτῶν τριακοσίους τριάκοντα δύο. ἐκ δὲ τῶν ἡμετέρων στρατιωτῶν ἔθανον ἑκατὸν ἑξήκοντα τρεῖς. ἐμείναμεν οὖν ἐκεῖ τρώγοντες τοὺς καρπούς. αὐτοὺς γὰρ εἴχομεν μόνον τροφήν.

[33] E   Καὶ ἐκεῖθεν ἀναχωρήσαντες ἤλθομεν εἴς τινα χλοακὴν χώραν, οὗ ἦσαν ἄνθρωποι ἄγριοι γίγασι παρεμφερεῖς τῷ μεγέθει, στρογγύλοι, δασεῖς, πυρροί, ὄψεις ἔχοντες ὡς λεόντων, καὶ ἄλλοι λεγόμενοι † Ὀχλωτοὶ † τρίχας μὴ ἔχοντες, τὸ μῆκος ἔχοντες πήχεις τέσσαρες, τὸ δὲ πλάτος ὡσεὶ λόγχη. ἦλθον δὲ πρὸς ἡμᾶς δέρματα περιεζωσμένοι, ἰσχυροὶ λίαν, ἑτοιμότατοι πολεμῆσαι ἄνευ λογχῶν καὶ βελῶν, ἀλλὰ ξύλοις ἔτυπτον τὸ στρατόπεδον καὶ ἀνεῖλον πολλούς. τῶν δὲ στρατιωτῶν ἀπολλυμένων ἐκέλευσα πῦρ ἀνάψαι καὶ τῷ πυρὶ αὐτοὺς μάχεσθαι. καὶ οὕτως ἀνεχώρησαν οἱ ἀλκιμώτατοι ἄνδρες, στρατιῶται δὲ ἀπώλοντο ἑβδομήκοντα δύο. καὶ ἐκέλευσα αὐτοὺς εἰς τὸ πῦρ βληθῆναι καὶ τὰ περιλειφθέντα αὐτῶν ὀστᾶ εἰς τὰς πατρίδας αὐτῶν ἀπενεχθῆναι. ἐκεῖνοι δὲ ἀφανεῖς ἐγένοντο. Τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ ἠθελήσαμεν εἰσελθεῖν εἰς τὰ σπήλαια αὐτῶν· καὶ εὕρομεν θηρία προσδεδεμένα ταῖς θύραις τῶν εἰσόδων ὥσπερ μεγάλοι κύνες, οἱ παρ´ ἡμῖν καλούμενοι † δάνδηκες †, τὸ μῆκος ἔχοντες πήχεις τέσσαρας, τριόφθαλμοι ποικίλοι. εἴδομεν δὲ ἐκεῖ ψύλλας ὡς τοὺς παρ´ ἡμῖν βατράχους πηδῶντας. Ἐκεῖθεν δὲ ἀναχωρήσαντες ἤλθομεν εἴς τινα τόπον, ὅθεν ἐξέβαινε πηγὴ πλουσιωτάτη κρατίστη. καὶ ἐκέλευσα ἐκεῖ παρεμβολὴν γενέσθαι καὶ τάφρους καὶ σκόλοπας περιτεθῆναι, ἵνα ἀναλάβωσιν ἑαυτὰ τὰ στρατόπεδα, μεμνημένος τοῦ κόπου τῶν μηλοφάγων. εἶτα ἐφάνη ἡμῖν περὶ ὥραν ἐννάτην ἢ καὶ δεκάτην ἀνὴρ δασὺς ὥσπερ ὗς καὶ ἐθροήθημεν ἰδόντες τοιοῦτον ζῷον. καὶ κελεύω αὐτὸν συλληφθῆναι. ὁ δὲ συλληφθεὶς ἀναιδῶς ἡμᾶς ἐκαθόπτευεν. καὶ κελεύω ἐκδυθῆναι γυναῖκα καὶ προσενεχθῆναι αὐτῷ, ἵνα ἐν ἐπιθυμίᾳ αὐτῆς γένηται. ὁ δὲ ἁρπάσας αὐτὴν καὶ δραμὼν πόρρωθεν ταύτην κατήσθιεν. συνδραμόντων δὲ τῶν στρατιωτῶν καταλαβεῖν αὐτὸν ἐταρτάρισεν ἐν τῇ γλώττῃ αὐτοῦ. καὶ ἀκούσαντες οἱ λοιποὶ σύντοκοι αὐτοῦ ἐξῆλθον ἐφ´ ἡμᾶς ἐκ τοῦ ἕλους ἄνδρες ὡσεὶ μύριοι. ἡμεῖς δὲ ἦμεν μυριάδες τέσσαρες· καὶ κελεύω ἀναφθῆναι τὸ ἕλος. καὶ θεασάμενοι τὸ πῦρ ἔφυγον. διώξαντες δὲ αὐτοὺς ἐδήσαμεν ἐξ αὐτῶν ἄνδρας τετρακοσίους, οἳ καὶ ἀποκρατήσαντες τῆς τροφῆς διεφθάρησαν. εἶχον δὲ λογισμὸν οὐκ ἀνθρώπινον, ἀλλ´ ὡς οἱ κύνες ὑλάκτουν.

[36] E   Ἐκεῖθεν δὲ ἀναχωρήσαντες ἤλθομεν εἴς τινα ποταμόν. ἐκέλευσα οὖν παρεμβολὴν γενέσθαι καὶ καθοπλισθῆναι τῇ συνηθείᾳ τὰ στρατεύματα. ἦν δὲ ἐν τῷ ποταμῷ δένδρα καὶ ἅμα τοῦ ἡλίου ἀνατέλλοντος καὶ τὰ δένδρα ηὔξανον μέχρις ὥρας ἕκτης, ἀπὸ δὲ ὥρας ἑβδόμης ἐξέλιπον ὥστε μὴ φαίνεσθαι ὅλως. δάκρυα δὲ εἶχον ὡς Περσικὴν στακτήν, πνοὴν δὲ πάνυ ἡδυτάτην καὶ χρηστήν. ἐκέλευσα οὖν κόπτεσθαι τὰ δένδρα καὶ σπόγγοις ἐκλέγεσθαι τὸ δάκρυον. αἰφνίδιον δὲ οἱ ἐκλέγοντες ἐμαστιγοῦντο ὑπὸ δαίμονος ἀοράτου. καὶ τῶν μὲν μαστιγουμένων τὸν ψόφον ἠκούομεν καὶ τὰς πληγὰς ἐπὶ τῶν νώτων ἐρχομένας ἐβλέπομεν, τοὺς δὲ τύπτοντας οὐκ ἐθεωροῦμεν. φωνὴ δέ τις ἤρχετο λέγουσα μηδὲ ἐκκόπτειν μηδὲ συλλέγειν. "εἰ δὲ μὴ παύσητε, γενήσεται ἄφωνον τὸ στρατόπεδον." ἐγὼ οὖν φοβηθεὶς ἐκέλευσα μήτε ἐκκόπτειν μήτε συλλέγειν τινὰ ἐξ αὐτῶν. Ἦσαν δὲ ἐν τῷ ποταμῷ λίθοι μέλανες. ὅσοι οὖν ἥπτοντο τῶν λίθων τούτων τὴν ἴσην χρόαν ἐλάμβανον τοῖς λίθοις. ἦσαν δὲ καὶ δράκοντες πολλοὶ ἐν τῷ ποταμῷ καὶ ἰχθύων πολλὰ γένη, ἅτινα πυρὶ οὐκ ἡψῶντο ἀλλ´ ἐν ὕδατι ψυχρῷ πηγαίῳ. εἷς οὖν τῶν στρατιωτῶν λαβὼν καὶ πλύνας καὶ βαλὼν εἰς ἄγγος ἀφῆκε καὶ εὗρε τὸν ἰχθὺν ἑψημένον. ἦσαν δὲ ἐν τῷ ποταμῷ ὄρνεα παρεμφερῆ τῶν παρ´ ἡμῖν ὀρνέων. εἴ τις οὖν αὐτῶν ἐθίγγανε, πῦρ ἐξέβαινεν ἐξ αὐτοῦ.

[37] E   Τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ ὡδεύσαμεν πλανώμενοι. ἔλεγον δέ μοι οἱ ὁδηγοί· "οὐκ οἴδαμεν ποῦ ὑπάγομεν, βασιλεῦ Ἀλέξανδρε. ὑποστρέψωμεν, μὴ εἰς χείρονας τόπους ἐμπέσωμεν." ἐγὼ δὲ οὐκ ἠβουλήθην ὑποστρέψαι. ὑπήντα δὲ ἡμῖν θηρία πολλὰ ἑξάποδα καὶ τριόφθαλμα καὶ πεντόφθαλμα, τὸ μῆκος ἔχοντα πήχεις δέκα, καὶ ἄλλα πολλὰ γένη θηρίων. καὶ ἃ μὲν ἀνεχώρουν φεύγοντα, ἃ δὲ ἐφήλλοντο ἡμῖν. ἤλθομεν δὲ εἰς ἀμμώδη τινὰ τόπον, ὅθεν ἐξῆλθον θηρία ὅμοια ὀνάγρων, ἔχοντα ἀνὰ πήχεις εἴκοσιν. οὐκ εἶχον δὲ ἀνὰ δύο ὀφθαλμῶν ἀλλ´ ἀνὰ ἕξ. τοῖς δὲ δυσὶ μόνοις ἔβλεπον. οὐκ ἦσαν δὲ μάχιμα ἀλλὰ ἤπια. καὶ ἄλλα δὲ πολλὰ κατέβαλλον τόξοις οἱ στρατιῶται. Ἐκεῖθεν δὲ ἀναχωρήσαντες ἤλθομεν εἴς τινα τόπον, ἔνθα ἦσαν ἄνθρωποι ἀκέφαλοι, λαλοῦντες δὲ ἀνθρωπίνως τῇ ἰδίᾳ γλώσσῃ, δασεῖς, δερματοφόροι, ἰχθυοφάγοι. θαλασσίους δὲ ἰχθύας ἀγρεύοντες ἐκόμιζον ἡμῖν ἐκ τῆς παρακειμένης αὐτοῖς θαλάσσης, ἄλλοι δὲ ἐκ τῆς γῆς ὕδνα ἔχοντα ἀνὰ λίτρας εἴκοσι πέντε. φώκας δὲ πλείστας καὶ μεγάλας εἴδομεν ἑρπούσας ἐπὶ τῆς γῆς. πολλὰ δὲ οἱ φίλοι ἡμῶν συνεβουλεύσαντο ὑποστρέψαι. ἐγὼ δὲ οὐκ ἠβουλήθην θέλων ἰδεῖν τὸ τέλος τῆς γῆς.

[38] E   Ἐκεῖθεν οὖν ἀναλαβόντες ἔρημον ὡδεύσαμεν ἐπὶ θάλασσαν μηκέτι μηδὲν ὁρῶντες, μήτε πετεινὸν μήτε θηρίον, εἰ μὴ τὸν οὐρανὸν καὶ τὴν γῆν. τὸν δὲ ἥλιον οὐκέτι ἐθεωροῦμεν, ἀλλὰ μαῦρον τὸν ἀέρα ἐπὶ ἡμέρας δέκα. ἐλθόντες δὲ εἴς τινα τόπον παραθαλάσσιον καὶ τὰς σκηνὰς ἡμῶν καὶ τὴν παρεμβολὴν διαθέντες ἀνήλθομεν εἰς πλοιάρια καὶ κατεπλεύσαμεν εἴς τινα νῆσον τῆς θαλάσσης οὐ μακρὰν δὲ οὖσαν τῆς γῆς, ἐφ´ ἧς ἠκούσαμεν λαλιὰς ἀνθρώπων Ἑλληνικῇ διαλέκτῳ 〈λαλούντων〉. τοὺς δὲ λαλοῦντας οὐκ ἐθεωροῦμεν. τινὲς δὲ στρατιῶται παραβουλευσάμενοι κολύμβῳ διῆλθον ἀπὸ τοῦ πλοιαρίου εἰς τὴν νῆσον. καὶ εὐθέως καρκίνοι ἐξελθόντες εἵλκυσαν αὐτοὺς εἰς τὸ ὕδωρ. φοβηθέντες οὖν ὑπεστρέψαμεν εἰς τὴν γῆν.

[39] E   Καὶ πάλιν ὁδεύσαντες ἤλθομεν διὰ δύο ἡμερῶν εἰς τόπους ὅπου ὁ ἥλιος οὐ λάμπει. ἐκεῖ οὖν ἐστιν ἡ καλουμένη μακάρων χώρα. καὶ θέλοντός μου ἱστορῆσαι καὶ ἰδεῖν τοὺς τόπους ἐκείνους ἐπεχείρησα λαβεῖν τοὺς ἰδίους μου δούλους καὶ εἰσελθεῖν πρὸς αὐτούς. Καλλισθένης δὲ ὁ ἐμὸς φίλος συνεβούλευσέ μοι εἰσελθεῖν σὺν φίλοις τεσσαράκοντα καὶ παισὶν ἑκατὸν καὶ στρατιώταις ἐκλεκτοῖς χιλίοις διακοσίοις. ἔξω δὲ μετὰ τὴν ὁδὸν ἐπενοήσαμεν ὄνους θηλείας ἐχούσας πωλάρια 〈παραλαβεῖν, τὰ δὲ πωλάρια〉 εἰς τὴν παρεμβολὴν τοῦ φοσάτου παρακρατηθῆναι. καὶ οὕτως εἰσερχόμεθα ὁδὸν σκοτεινὴν ἐπὶ σχοίνους δεκαπέντε· καὶ εἴδομέν τινα τόπον καὶ ἦν ἐν αὐτῷ πηγὴ διαυγής, ἧς τὸ ὕδωρ ἤστραπτεν ὡς ἀστραπή. πρόσπεινος δὲ γενόμενος ἠθέλησα δέξασθαι ἄρτον· καὶ καλέσας τὸν μάγειρον εἶπον αὐτῷ· "εὐτρέπισον ἡμῖν προσφάγιον." ὁ δὲ τάριχον λαβὼν ἐπορεύθη ἐπὶ τὸ διαυγὲς ὕδωρ τῆς πηγῆς πλῦναι τὸ ἔδεσμα. καὶ εὐθέως βραχὲν ἐν τῷ ὕδατι ἐψυχώθη καὶ ἔφυγε τὰς χεῖρας τοῦ μαγείρου. ἦσαν δὲ πάντες οἱ τόποι ἐκεῖνοι ἔνυγροι. ὁ δὲ μάγειρος οὐδενὶ ἐδήλωσε τὸ γενόμενον.

[40] E   Πάλιν οὖν ὁδεύσαντες σχοίνους τριάκοντα [πλεῖον ἢ ἔλαττον] εἴδομεν λοιπὸν αὐγὴν ἄνευ ἡλίου καὶ σελήνης καὶ ἄστρων. καὶ εἶδον δύο ὄρνεα πετόμενα καὶ μόνον ἔχοντα ὄψεις ἀνθρωπίνας, Ἑλληνικῇ δὲ διαλέκτῳ ἐξ ὕψους ἐκραύγαζον· "τί χώραν πατεῖς, Ἀλέξανδρε, τὴν θεοῦ μόνου; ἀνάστρεφε δείλαιε. μακάρων γῆν πατεῖν οὐ δυνήσῃ. ἀνάστρεψον οὖν, ἄνθρωπε, καὶ τὴν δεδομένην σοι γῆν πάτει, καὶ μὴ κόπους πάρεχε σεαυτῷ." σύντρομος δὲ γενόμενος κάλλιστα ὑπήκουσα τῇ φωνῇ τῇ ὑπὸ τῶν ὀρνέων μοι δεδομένῃ. τὸ δὲ ἕτερον ὄρνεον πάλιν ἐφθέγξατο Ἑλληνικῇ διαλέκτῳ· "ἐκκαλεῖταί σε, φησίν, ἡ ἀνατολή, καὶ ἡ Πώρου βασιλεία νίκῃ ὑποταγήσεταί σοι." καὶ ταῦτα εἰπόντα τὰ ὄρνεα ἀνέπτησαν. ἐγὼ δὲ ἐξιλεωσάμενος καὶ κρατῶν τοὺς ὁδηγούς, τὰς ὄνους ἔμπροσθεν βάλλοντες πάλιν κατὰ τὴν ἅμαξαν τῶν ἀστέρων δι´ ἡμερῶν εἴκοσι δύο ἐξήλθομεν πρὸς τὴν φωνὴν τῶν πώλων καὶ τῶν μητέρων αὐτῶν. πολλοὶ οὖν τῶν στρατιωτῶν ἐβάστασεν ἕκαστος ὃ εὗρεν. Καὶ ἐξελθόντων ἡμῶν πρὸς τὸ φῶς εὑρέθησαν χρυσίον δόκιμον λαβόντες. τότε οὖν καὶ ὁ μάγειρος ὑφηγήσατο πῶς ἐψυχώθη τὸ ἔδεσμα. ἐγὼ δὲ ὀργισθεὶς ἐκόλασα αὐτόν. ἔρρωσθε."

{ Further chapters were added to Book 2 in later recensions; the following two chapters appear in manuscript L. }

[38B]   * * * Ἐξελθόντων δὲ ἡμῶν ἀπὸ τῶν πλοίων καὶ ἐμπεριπατούντων ἐπὶ τὴν ὄχθαν τῆς θαλάσσης εὕρομεν καρκίνον ἐξελθόντα τοῦ ὕδατος ἐπὶ τὴν ξηράν. ἦν δὲ τὸ μέγεθος αὐτοῦ ἶσον θώρακος, οἱ δὲ ἐμπρόσθιοι πόδες οἱ λεγόμενοι 〈δί〉χαλοι τὸ μῆκος ἀνὰ ὀργυίας μιᾶς ἕκαστος. ἰδόντες δὲ αὐτὸν καὶ λαβόντες δόρατα ἀνείλομεν αὐτὸν μετὰ βίας. σίδηρος γὰρ οὐκ εἰσήρχετο εἰς τὸ[ν] ὄστρακον αὐτοῦ. τοῖς γὰρ ἐμπροσθίοις ποσὶν συνέτριβε τὰ δόρατα ἡμῶν. ἀνελόντες δὲ τοῦτον καὶ ἀναπτύξαντες εὕρομεν ἐντὸς τοῦ ὀστράκου αὐτοῦ μαργαρίτας ζʹ μεγάλης τιμῆς ἀξίους. οὐδεὶς ἀνθρώπων τοιούτους μαργαρίτας ἑώρακεν πώποτε. τούτους ἰδὼν ἐγὼ ὑπέλαβον ἐν τῷ τῆς ἀπλεύστου θαλάσσης 〈βυθῷ〉 ταῦτα γενέσθαι. ὅθεν ὑπενόησα κλωβὸν σιδηρὸν μέγαν γενέσθαι καὶ ἔνδοθεν τοῦ κλωβοῦ ἐπενεχθῆναι [αὐτῷ] πίθον ὑέλινον παμμεγέθη ἔχοντα πάχος ἕνα πῆχυν καὶ ἥμισυ. καὶ ἐκέλευσα γενέσθαι ἐν τῷ πυθμένι τοῦ πίθου τρυμαλιάν, ὡς χωρεῖν [τοῦ] ἀνθρώπου [τὴν] χεῖρα, βουλόμενος κατελθεῖν καὶ ἀναμαθεῖν τί ἐστιν ἐν τῷ πυθμένι τῆς τοιαύτης θαλάσσης, ἔχειν δὲ κεκλεισμένην ἔνδοθεν τῆς τρυμαλιᾶς τὴν ὀπὴν τὴν οὖσαν ἐν τῷ πυθμένι τοῦ πίθου, κατελθόντα δέ με εὐθέως ἀνοῖξαι καὶ ἐξαγαγεῖν διὰ 〈τῆς〉 τρυμαλιᾶς τὴν χεῖρα καὶ λαβεῖν ἐκ τῆς παρακειμένης αὐτῆς ψάμμου τὸ εὑρεθὲν ἐν τῷ πυθμένι τῆς τοιαύτης θαλάσσης καὶ πάλιν εἰσενεγκεῖν τὴν χεῖρα καὶ παραχρῆμα ἐμφράξαι τὴν τρυμαλιάν· ὃ καὶ πεποίηκα. ἐκέλευσα οὖν γενέσθαι ἅλυσιν ὀργυιῶν τηʹ, καὶ προσέταξα μή τις ἀνελκύσῃ με πρὶν ἢ ἡ ἅλυσις ταραχθῇ· "ἐγὼ γὰρ κατελθὼν ἐν τῷ πυθμένι εὐθὺς ταράξω τὸν πίθον, καὶ ὑμεῖς ἀναγάγετέ με." Μετὰ οὖν τὸ κατασκευάσαι πάντα εἰσῆλθον ἐν τῷ ὑαλίνῳ πίθῳ βουλόμενος ἐπιχειρεῖν ἀδύνατα. εἰσελθὼν οὖν διὰ μολυβδίνου σκεύους εὐθὺς ἐκλείσθη ἡ εἴσοδος. κατελθὼν δὲ πήχεις ρκʹ, ἰχθὺς διελθὼν διὰ τῆς κέρκου κρούσας τὸν κλωβόν, ἀνήγαγόν με διὰ 〈τὸ〉 τὴν ἅλυσιν ταραχθῆναι. ἐγὼ δὲ πάλιν 〈κατελθὼν〉 τὸ αὐτὸ πέπονθα. τρίτον οὖν κατελθὼν ὡσεὶ πήχεις τηʹ ἔβλεπον ἰχθύας περικυκλοῦντάς με, πάμπολλα γένη. καὶ ἰδοὺ ἐλθὼν παμμεγεθέστατος ἰχθὺς ἔλαβέ με σὺν τῷ κλωβῷ ἐν τῷ στόματι αὐτοῦ καὶ ἀνήγαγέ με ἐπὶ τὴν γῆν μακρόθεν μίλιον ἕν. ἦσαν δὲ ἐν τοῖς πλοίοις οἱ καταγαγόντες με ἄνδρες τξʹ, καὶ πάντας εἵλκυσε σὺν τοῖς τέσσαρσι πλοιαρίοις. φθάσας δὲ [τὴν κλωβὸν] ἐπὶ τὴν ξηρὰν καὶ τοῖς ὀδοῦσιν αὐτοῦ τὴν κλωβὸν συντρίψας ἔρριψεν ἐπὶ τὴν ξηράν. ἐγὼ δὲ ἐγενόμην ἡμίπνους καὶ νενεκρωμένος ἀπὸ τοῦ φόβου, καὶ πεσὼν προσεκύνησα τῇ ἄνω προνοίᾳ τῇ διαφυλαξάσῃ με ζῶντα ἀπὸ τοῦ φοβεροῦ θηρίου. εἶπον δὲ εἰς ἐμαυτόν· ἀπόστα, Ἀλέξανδρε, ἀδυνάτοις ἐπιχειρεῖν, μήπως ἀνιχνεύων βυθὸν στερηθῇς καὶ τοῦ ζῆν. καὶ εὐθὺς προσέταξα τὸν στρατὸν ἐκεῖθεν ἀπᾶραι καὶ ἐπὶ τὰ ἔμπροσθεν πορεύεσθαι.

[41]   Καὶ ἐξελθόντων ἡμῶν πρὸς τὸ φῶς εὑρέθησαν χρυσίον δόκιμον λαβόντες καὶ μαργαρίτας μεγάλης τιμῆς ἀξίους. τοῦτο δὲ ἰδόντες μετεμελήθησαν οἱ μὲν λαβόντες ὅτι μὴ πλέον ἔλαβον, οἱ δὲ μὴ λαβόντες ὅτι οὐκ ἔλαβον. ὑπερευχόμεθα οὖν πάντες τῷ γέροντι τῷ δόντι ἡμῖν τοιαύτην βουλήν. Μετὰ δὲ τὸ ἐξελθεῖν ἡμᾶς διηγήσατο ὁ μάγειρος τὸ συμβὰν αὐτῷ ἐπὶ τῆς πηγῆς. ἐγὼ δὲ τοῦτο ἀκούσας συνεχύθην τῇ λύπῃ καὶ τοῦτον δεινῶς ἐκόλασα. ὅμως εἶπον πρὸς ἐμαυτόν· τί σοι τὸ ὄφελος, Ἀλέξανδρε, μεταμεληθῆναι ἐπὶ πράγματι παρελθόντι; οὐκ ᾔδειν δὲ ὅτι ἐκ τοῦ ὕδατος ἔπιεν ἢ ὅτι ἐφύλαξεν. τοῦτο γὰρ οὐκ ὡμολόγησεν, εἰ μὴ ὅτι ἐψυχώθη τὸ τάριχον. προσελθὼν δὲ ὁμάγειρος τῇ ἐμῇ θυγατρὶ τῇ ἐκ τῆς παλλακῆς Οὔννας ὀνόματι Καλῇ ἐπλάνησε καί τι ὑποσχόμενος αὐτῇ δοῦναι ἐκ τῆς ἀθανάτου πηγῆς· ὃ καὶ πεποίηκεν. ἐγὼ δὲ τοῦτο μαθών—ἐρῶ τὸ ἀληθές—ἐφθόνησα τῇ ἀθανασίᾳ αὐτῶν. καὶ τὴν ἐμὴν θυγατέρα προσκαλεσάμενος εἶπον αὐτῇ· "λαβοῦσά σου τὸν ἱματισμὸν ἔξελθε τοῦ προσώπου μου· ἰδοὺ γὰρ γέγονας δαίμων ἀπαθανατισθεῖσα. Καλὴ μὲν τῷ ὀνόματι ἐκλήθης, ἀρτίως δὲ καλέσω σε Καλὴν τῶν ὀρέων, ὅτι ἐν αὐτοῖς τοῦ λοιποῦ κατοικήσεις. ἔσῃ δὲ κεκλημένη Νεραΐδα, ὡς ἐκ τοῦ νεροῦ τὰ ἀΐδια δεξαμένη, τουτέστιν τὰ ἀθάνατα." καὶ ταῦτα εἰπὼν προσέταξα τοῦ λοιποῦ μὴ οἰκεῖν ἐν ἀνθρώποις ἀλλ´ ἐν τοῖς ὄρεσιν. ἡ δὲ κλαίουσα καὶ ὀδυρομένη ἐξῆλθε τοῦ προσώπου μου καὶ ἀπῆλθεν οἰκῆσαι μετὰ δαιμόνων ἐν ἐρήμοις τόποις. τὸν δὲ μάγειρον προσέταξα δεθῆναι μύλον ἐν τῷ τραχήλῳ αὐτοῦ καὶ ῥῖψαι αὐτὸν ἐν τῇ θαλάσσῃ. ὁ δὲ ῥιφεὶς ἐγένετο δαίμων καὶ ἀπελθὼν κατῴκησεν ἔν τινι τόπῳ τῆς θαλάσσης, ἀφ´ οὗ καὶ τὸ ὄνομα ἐκλήθη Ἀνδρέας. καὶ ταῦτα μὲν περὶ τοῦ ἐμοῦ μαγείρου καὶ τῆς ἐμῆς θυγατρός. ἐγὼ δὲ ὑπέλαβα διὰ πάντων τούτων, ὅτι ἐνταῦθά ἐστι τὸ τέλος τῆς γῆς. προσέταξα δὲ κτισθῆναι ἀψῖδα ἐν τῷ τόπῳ ἐκείνῳ μεγίστην καὶ γράψαι διὰ γλυφίδος οὕτως· "οἱ βουλόμενοι εἰσελθεῖν ἐν τῇ μακάρων χώρᾳ, δεξιᾷ πορεύεσθε, μήποτε ἀπόλησθε." Πάλιν οὖν διενοήθην ἐν ἑαυτῷ λέγων εἰ πάντως ἐνταῦθά ἐστιν τὸ τέρμα τῆς γῆς καὶ ὁ οὐρανὸς ἐνταῦθα κλίνεται. ἠβουλήθην οὖν ἱστορῆσαι τὴν ἀλήθειαν. προσέταξα οὖν συλληφθῆναι ἐκ 〈τῶν ὀρνέων〉 τοῦ τόπου ἐκείνου δύο. ἦσαν γὰρ ὄρνεα μέγιστα λευκά, ἀλκιμώτατα πάνυ καὶ ἥμερα· βλέποντα γὰρ ἡμᾶς οὐκ ἔφευγον. τινὲς δὲ τῶν στρατιωτῶν ἐπέβαινον τοῖς τραχήλοις αὐτῶν, καὶ ἀνίπταντο βαστάζοντα αὐτούς. ἐσθίουσι δὲ θῆρας νεκρούς, ἔνθεν καὶ πλεῖστα τῶν τοιούτων ὀρνέων ἦλθον πρὸς ἡμᾶς διὰ τοὺς θνῄσκοντας ἵππους. δύο οὖν ἐξ αὐτῶν κρατήσας προσέταξα μέχρις ἡμερῶν τριῶν μὴ δοθῆναι αὐτοῖς βρῶσιν. τῇ δὲ τρίτῃ ἡμέρᾳ προσέταξα κατασκευασθῆναι ξύλον ὅμοιον ζυγῷ καὶ τοῦτον δεθῆναι ἐν τοῖς τραχήλοις αὐτῶν. εὐθὺς δὲ κατεσκεύασα ὥσπερ σπυρίδα, καὶ εἰσῆλθον κἀγὼ ἐν τῇ σπυρίδι, κρατῶν [δύο] δόρυ ὡσεὶ ἑπτὰ πηχῶν τὸ μῆκος καὶ ἔχον ἐπάνω ἧπαρ ἵππιον. εὐθὺς οὖν ἀνέπτη τὰ ὄρνεα τοῦ καταφαγεῖν τὸ ἧπαρ καὶ ἀνῆλθα μετ´ αὐτῶν ἐν τῷ ἀέρι, ὡς νομίζειν με πλησίον τοῦ οὐρανοῦ ὑπάρχειν. ὅλως δὲ ἔτρεμα διὰ τὴν ὑπερβάλλουσαν τοῦ ἀέρος ψυχρότητα καὶ 〈τὴν ἐκ〉 τῶν πτερύγων τῶν ὀρνέων γεγενημένην. εἶτα συναντᾷ μοι πετεινὸν ἀνθρωπόμορφον καὶ λέγει πρός με· "ὦ Ἀλέξανδρε, ὁ τὰ ἐπίγεια μὴ καταλαβὼν τὰ ἐπουράνια ἐπιζητεῖς; ὑπόστρεφε οὖν διὰ τάχους ἐπὶ τῆς γῆς, μήπως τοῖς ὀρνέοις τούτοις βρῶμα γενήσῃ." καὶ πάλιν φησὶ πρός με· "πρόσσχες, Ἀλέξανδρε, ἐπὶ τὴν γῆν κάτω." ἐγὼ δὲ μετὰ φόβου προ〈ς〉σχὼν [καὶ] εἶδον· καὶ ἰδοὺ ὄφις μέγας κύκλῳ καὶ μέσον τοῦ ὄφεως ἅλωνα σμικροτάτην. καὶ λέγει μοι ὁ συναντήσας μοι· "ἐπίστρεψον οὖν τὸ δόρυ ἐπὶ τὴν ἅλωνα, ἥτις ἐστὶν ὁ κόσμος. ὁ γὰρ ὄφις ἡ θάλασσά ἐστιν ἡ κυκλοῦσα τὴν γῆν." ἐγὼ δὲ ὑποστρέψας βουλήσει τῆς ἄνω προνοίας κατῆλθον ἐπὶ τῆς γῆς μακρόθεν τοῦ στρατοπέδου ἡμερῶν ζʹ. ἤμην δὲ εἰς τέλος νενεκρωμένος καὶ ἡμίθνητος. εὗρον δὲ ἐκεῖ σατράπην ὑπὸ τὴν ἐμὴν ἐξουσίαν· 〈καὶ〉 λαβὼν παρ´ αὐτοῦ τριακοσίους ἱππεῖς ἦλθον εἰς τὸ στρατόπεδον. οὐκέτι οὖν προσεθέμην ἀδύνατα ἐπιχειρεῖν. ἔρρωσον.


Attalus' home page   |   08.04.15   |   Any comments?