back

Alexander Romance, Book 3

  ( chapters 27-35 )

Based on the oldest recension ( α ), as edited by W.Kroll (1926). Click on the E symbols to go to an English translation of each chapter.


← Previous chapters (19-26)

[27] E   Τούτων δὲ τῶν ἐπιστολῶν διαπεμφθεισῶν γράφει καθ´ ἑαυτὸν τὰ πεπραγμένα Ὀλυμπιάδι τῇ μητρὶ ἐν ἰδίᾳ γραφῇ οὕτως· [Ἐπιστολὴ Ἀλεξάνδρου Ὀλυμπιάδι]. Ὑπὲρ μὲν τῶν ἐν ἀρχῇ κατασταθέντων ἡμῖν ἕως τῶν κατὰ τὴν Ἀσίαν πραγμάτων πέπεισμαί σε εἰδέναι ἐκ τῶν παρ´ ἡμῶν γραφέντων. ἐδόκει δὲ καὶ περὶ τῆς ἄνω πορείας βέλτιον δηλῶσαί σοι. ποιησάμενος γὰρ πορείαν ἐπὶ Βαβυλῶνα καὶ ἀναλαβὼν τῶν δυνάμεων μάλιστα χιλιάδας οβʹ πάλιν ἐποιησάμην ἄλλην πορείαν καὶ παραγενόμενος ἀνὰ παρασάγγας . . . ἦλθον ἐπὶ τὰς Ἡρακλέους στήλας ἐν ἡμέραις Ϟεʹ. ἔφησαν γὰρ τὸν Ἡρακλέα ὅρους ποιῆσαι ἐν τῇ χώρᾳ, ἐν ᾗ ἐπορεύετο, στήλας βʹ, τὴν μὲν χρυσῆν τὴν δὲ ἀργυρῆν, τὸ μὲν ὕψος πηχῶν ιγʹ, τὸ δὲ πλάτος πηχῶν βʹ. ἐμοῦ δὲ μὴ πιστεύοντος, εἴ εἰσι σφυρήλατοι, ἔδοξέ μοι θῦσαι τῷ Ἡρακλεῖ καὶ ἐκτρυπῆσαι μίαν τῶν στηλῶν· ἐφάνη δέ μοι ὁλόχρυσος. ἐγένετο δέ μοι πάλιν ἀναπληρῶσαι τὸ τρύπημα, καὶ εὑρέθησαν χρυσοῖ ͵αφʹ ἀναλωθῆναι. ἐντεῦθεν δὲ ἀναζευγνύω δι´ ἐρήμου καὶ κρημνώδους χώρας· ὑπὸ δὲ τῆς ὁμίχλης οὐκ ἦν ἰδεῖν τὸν παρεστῶτα ὅστις ποτέ ἐστιν. περὶ μὲν οὖν τῶν τόπων ταῦτα· ἐβαδίζομεν δὲ ἀνὰ παρασάγγας . . . [δι´ ἡμερῶν εʹ] καὶ ἤλθομεν ἐν ἡμέραις ζʹ ἐπὶ τὸν καλούμενον Θερμώδοντα ποταμόν, ὃς ἐξερεύγεται . . . χώραν πεδινὴν καὶ εὐδαίμονα. ὧδε δὲ ᾤκουν Ἀμαζονίδες γυναῖκες τῷ μεγέθει 〈καὶ κάλλει〉 ὑπερέχουσαι καθ´ ὑπερβολὴν τῶν λοιπῶν γυναικῶν καὶ κάλλιπποι. ἐσθῆτα δὲ φοροῦσιν ἀνθινήν· ὅπλοις δὲ ἐχρῶντο ἀργυραῖς ἀξίναις· σίδηρος δὲ καὶ χαλκὸς οὐκ ἦν παρ´ αὐταῖς. συνέσει δὲ ἦσαν καὶ ἀγχινοίᾳ κεκασμέναι. καὶ παρέβαλλον † τῷ δήμῳ παρὰ τὸν ποταμόν· οὐ γὰρ ἦν εἰς τὸ πέραν διαβῆναι, οὗ αἱ Ἀμαζόνες ᾤκουν. ἔστι γὰρ ὁ ποταμὸς μέγας καὶ ἀδιάβατος· ἔχει δὲ θηρίων πλῆθος καὶ λίθων μεγάλων. αὗται δὲ διαβᾶσαι παρετάξαντο ἡμῖν.

[28] E   Καὶ λαβόντες παρ´ αὐτῶν φόρους ἀνεχωρήσαμεν ἐπὶ τὴν Ἐρυθρὰν θάλασσαν εἰς τὸν στενὸν τόπον· ἦν δὲ ἐκ δεξιῶν [τόπος καὶ] ὄρος ὑψηλόν, τὸ δὲ ἐξ ἀριστερῶν θάλασσα ἐπέκλυζεν. θύσαντες δὲ τῷ Ποσειδῶνι [ἵππους] πώλους ιʹ καὶ ἀναπαυσάμενοι ἀνεζεύξαμεν καὶ ἤλθαμεν ἐπὶ τὸν Ἄτλαντα ποταμόν. ἐκεῖ δὲ οὐκ ἦν ὁρᾶν οὔτε τὴν γῆν οὔτε τὸν οὐρανόν· ἦν δὲ ἔθνη πολλὰ καὶ παντοδαπὰ ἐκεῖ κατοικοῦντα· εἴδομεν γὰρ κυνοκεφάλους 〈καὶ ἀκεφάλους〉 ἀνθρώπους, οἵτινες τοὺς ὀφθαλμοὺς εἶχον ἐπὶ τῷ στήθει καὶ τὸ στόμα . . . Ἀπὸ δὲ τοῦ τόπου τούτου ἦν γῆ ἀπέχουσα . . . προσπλεύσαντες οὖν εὕρομεν πόλιν τοῦ Ἡλίου, ἧς ἦν περίμετρον σταδίων ρκʹ [Ἡλιοπολίτης], πύργοι δὲ ἦσαν ιδʹ χρυσῷ καὶ σμαράγδῳ ᾠκοδομημένοι· τὸ δὲ τεῖχος ἐκ λίθου Ἰνδικοῦ. ἐν μέσῳ δὲ ἦν βωμὸς χρυσῷ καὶ σμαράγδῳ ᾠκοδομημένος, ἔχων ἀναβαθμοὺς ξʹ, ἐπάνω δὲ ἐφεστήκει ἅρμα ἵππων ἐκ χρυσοῦ καὶ σμαράγδου· ἰδεῖν δέ αὐτὰ οὐκ ἦν ῥᾳδίως διὰ τὴν ὀμίχλην. ὁ δὲ ἱερεὺς τοῦ Ἡλίου Αἰθίοψ ἦν . . . εἶτα εὕραμεν σκότος· ἔδοξε δέ μοι πάλιν θῦσαι τῷ Ἡλίῳ Ἐπεὶ δὲ οὐχ εὑρήκαμεν φῶς, πάλιν ἀνεχωρήσαμεν καὶ ἤλθομεν ἐπὶ τὸν Τάναϊν ποταμόν, ὃς παρέρρει τὴν Ἀσίαν καὶ τὴν Εὐρώπην, καὶ ἤλθομεν ἐπὶ τὰ Κύρου βασίλεια καὶ Ξέρξου καὶ κατελάβομεν πολλὰς καὶ σπουδαίας οἰκίας χρυσοῦ καὶ ἀργύρου γεμούσας καὶ ἐπίσημα ποτήρια [τε] πολλὰ καὶ ἄλλα σπουδαῖα. ἦν δὲ ὁ οἶκος μέγας προμήκης, οὗ αὐτὸς ὁ βασιλεὺς εἴθιστο χρηματίζειν, ἐν ᾧ ἔφασαν ὄρνεον ἀνθρωπίνῃ φωνῇ ἑρμηνεύειν † ἡνίκα ἂν τὰς πρω † ἦν γὰρ ἐν μέσῳ τῆς ὀροφῆς ὀρτυγοτροφεῖον χρυσοῦν κρεμώμενον, ἐν ᾧ ἦν ὄρνεον ἡλίκον 〈περιστερά〉· τοῦτο ἔφασαν ἑρμηνεύειν τοῖς βασιλεῦσιν· ἐν αὐτῷ δὲ ἔφασαν εἶναι χρόνον ἱκανόν. βουλομένου δέ μου καθελεῖν αὐτό, ὅπως ἀποστείλω σοι, ὁ ἱερεὺς ἔφασκεν αὐτὸ ἱερὸν εἶναι. Ἔτι δὲ ἐν τοῖς βασιλείοις τοῖς ἐν Σούσοις ἔστιν κρατὴρ ἀργυροῦς χωρῶν μετρητὰς τξʹ, ὃν καὶ ἐξεμετρήσαμεν 〈ἐν〉 τῷ μεγάλῳ δείπνῳ, ὅτε τὴν θυσίαν ἐποιησάμεθα τῶν Σωτηρίων. ἦν δὲ [ὁ] οἶκος κατεσκευασμένος εἰς τὸν Ἑλληνικὸν ῥυθμόν, ἔνθα αὐτὸς ὁ βασιλεὺς εἴθιστο χρηματίζειν. ἐκεῖ ἔκειτο μὲν ἐν τῷ μέσῳ θρόνος χρυσοῦς· ὧδε ἔφασαν τὸν βασιλέα καθέζεσθαι, ὅταν πρέσβεσιν Ἕλλησι χρηματίζῃ. ἦν δὲ ἐνταῦθα καὶ ἡ Γλαύκου τέχνη, ἐναρμόνιος λύρα αὐτομάτως κρουομένη· κύκλῳ δὲ ἔκειτο τοῦ θρόνου κυλικεῖον χρυσοῦν πηχῶν ιϛʹ ἔχον ἀναβαθμοὺς ιβʹ καὶ ἄλλο παρὰ τοῦτο πηχῶν κζʹ· ἐπάνω δὲ ἐφεστήκει ἀετὸς χρυσοῦς ὑπερέχων ταῖς πτέρυξιν ὅλον τὸ κυλικεῖον. ἦν δὲ καὶ ἀναδενδρὰς ἑπτάκλαδος, ὅλη χρυσῆ, καὶ λεύκη καὶ πλάτανος καὶ μυρσίνη, πάντα ταῦτα εὖ εἰργασμένα. περὶ γὰρ τῶν λοιπῶν τί σοι μέλλω λέγειν; τοσαῦτα γὰρ ἦν, ὥστε ἀπὸ τοῦ πλήθους μὴ δύνασθαι αὐτὰ μνημονεύειν.’

[30] E   Ταύτης δὲ τῆς ἐπιστολῆς πεμφθείσης Ὀλυμπιάδι τῇ μητρὶ μετ´ ὀλίγας ἡμέρας, ὄντος αὐτοῦ ἐν Βαβυλῶνι καὶ μέλλοντος μεταλλάττειν τὸν βίον, μεγάλην τινὰ ἔμφασιν ποιεῖται τὸ δαιμόνιον [καὶ] σημείου γεναμένου τοῦδε. τῶν γὰρ ἐγχωρίων γυναικῶν 〈τις〉 ἔτεκε βρέφος, 〈ὃ〉 τὰ μὲν ἄνω μέλη τοῦ σώματος ἕως τοῦ ὀμφαλοῦ εἶχε πάντα παιδός, τὰ δὲ ὑποκάτω θηρίων ἀγρίων προτομαῖς ἐστεφανωμένα, ὥστε εἶναι ὅλον τὸν τύπον τῇ γραφομένῃ Σκύλλῃ παραπλήσιον, εἰ μὴ τῇ τῶν θηρίων ἀλλοιώσει καὶ τῷ πλήθει διήλλαττεν· 〈ἦσαν γὰρ αἱ προτομαὶ〉 λεόντων καὶ παρδάλεων καὶ λύκων. καὶ τούτων μὲν ἦσαν αἱ μορφαὶ κινούμεναι καὶ εὔδηλοι πᾶσιν . . . ἅμα δὲ τῷ τεκεῖν τὴν γυναῖκα τὸ προειρημένον βρέφος ἐμβαλοῦσα αὐτὸ εἰς τὸ προκόλπιον καὶ κατακαλύψασα παρεγένετο εἰς τὴν αὐλὴν Ἀλεξάνδρου καὶ λέγει· ‘Εἰσαγάγετέ με πρὸς τὸν βασιλέα· ἔχω γάρ τι περιχρήσιμον αὐτῷ ἐμφανίσαι.’ Ὁ δὲ ἐτύγχανεν ἀναπαυόμενος ἔν τινι κοιτῶνι μέσον ἡμέρας· ὡς δὲ διηγέρθη καὶ ἤκουσε 〈περὶ〉 τῆς γυναικός, προσέταξε καλεῖν αὐτήν. ἡ δὲ εἰσελθοῦσα προσέταξε τοὺς ἔνδον μεταστῆναι· ἐξελθόντων δὲ πάντων ἀποκαλύψασα ἔδειξεν αὐτῷ τὸ γεννηθὲν τέρας 〈φάσκουσα αὐτὴ τετοκέναι〉. Ἰδὼν δὲ αὐτὸ ὁ Ἀλέξανδρος ἐθαύμασε καὶ τοὺς μάγους καὶ τοὺς Χαλδαίους συγκαλεσάμενος ἐκέλευσε τὴν σύγκρισιν ποιήσασθαι περὶ τούτων, ἀπειλήσας αὐτοῖς θάνατον ἢ ζημίαν, ἐὰν μὴ εἴπωσι τὴν ἀλήθειαν. ἦσαν δὲ οἱ ἐπιδοξότατοι καὶ συνετώτατοι τῶν Χαλδαίων εʹ. ὁ μὲν εἷς αὐτῶν κατὰ [μὲν] τὴν τέχνην πολὺ διέφερεν, ὃς οὐκ ἐτύγχανε κατὰ τὴν πόλιν παρεπίδημος ὤν. οἱ δὲ παρόντες ἀπεφήναντο ἰσχυρότατον καὶ φοβερώτατον ἔσεσθαι τὸν Ἀλέξανδρον τοῖς πολεμίοις καὶ κυριεύειν πάντων τῶν ἀνθρώπων . . . καὶ οὐδένα ἄλλον αὐτοῦ εἶναι καρτερώτερον. καὶ οὗτοι μὲν ταῦτα εἰπόντες ἀπηλλάγησαν· μετ´ αὐτοὺς δὲ παραγίνεται ὁ ἄλλος Χαλδαῖος ἐκ τῆς ἀποδημίας πρὸς Ἀλέξανδρον καὶ ἰδὼν τὴν διάθεσιν τοῦ σημείου ἀνεβόησε μέγα καὶ τὸ ἱμάτιον διέρρηξε δεινοπαθῶν καὶ ἐδάκρυεν ἐπὶ τῇ μεταλλαγῇ τῇ μελλούσῃ γενέσθαι περὶ τὸν τηλικοῦτον Ἀλέξανδρον. ὁ δὲ Ἀλέξανδρος ἰδὼν αὐτὸν περιπαθῆ γενόμενον ἠγωνίασεν οὐ μετρίως καὶ ἐκέλευσεν αὐτὸν θαρροῦντα λέγειν τὰ ἐκ τοῦ σημείου θεωρούμενα. ὁ δὲ λέγει αὐτῷ τάδε· ‘Βασιλεῦ, οὐκέτι σὺ ἐν τοῖς ζῶσι καταρίθμητος εἶ, ἀλλὰ τὸ σῶμά σου λέλοιπε τὴν ἀνθρωπίνην φύσιν.’ Τοῦ δὲ Ἀλεξάνδρου ἀπαιτοῦντος αὐτὸν περὶ τοῦ τυχόντος ἀπεκρίθη αὐτῷ· ‘Κράτιστε πάντων, ὁ μὲν τύπος 〈ὁ〉 ἀνθρώπινος σὺ εἶ, τῶν δὲ θηρίων αἱ μορφαὶ οἱ περί σε ὄντες. εἰ μὲν οὖν τὸ ἄνω μέρος ἔζη καὶ 〈ἐν〉 κινήσει ἦν, καθάπερ καὶ τὰ ζῷα τὰ ὑπὸ τοῦτο ὄντα . . . ὥσπερ οὖν καὶ τοῦτο μετέστη ἐκ τοῦ ζῆν, οὕτω καὶ σὺ κεχώρισαι εἰς τοὺς μηκέτι ὄντας, 〈καὶ〉 ὃν τρόπον τὰ θηρία τὰ ὑπὸ τοῦτο ὄντα οὐ συμφωνοῦσιν, ἀλλὰ ἔχουσιν ἄγριον τὴν διάθεσιν πρὸς τοὺς ἀνθρώπους, οὕτως καὶ οἱ περί σε ὄντες διάκεινται πρός σε. ἔσται δὲ πολὺς συγκλυσμὸς [σοι] κατὰ τὴν οἰκου μένην σοῦ τελευτήσαντος, τῶν περί σε διενεγκάντων καὶ † περὶ αὐτοὺς ἀκροφώνουν.’ Οὕτως ταῦτα εἰπὼν ἐξῆλθεν ἔξω, τὸ δὲ βρέφος κατακαῦσαι ἔκρινεν ὁ Χαλδαῖος. ὁ δὲ Ἀλέξανδρος ἀκούσας ταῦτα εἶπεν· ‘Ὦ Ζεῦ, τὴν μὲν ἐπιβολὴν δοίης ἡμᾶς ἐπὶ τέλος ἄγειν· εἰ δὲ οὕτως σοι ἔδοξε, δέχου κἀμὲ τρίτον ὄντα θνητόν.’ Τοῦτο δὲ ἐβούλετο λέγειν, ὅτι καὶ Διόνυσος διὰ τὴν ἐπιφάνειαν τῶν ὑφ´ ἑαυτοῦ κατεργασθέντων μετὰ τῶν θεῶν ἐστίν, ὡσαύτως δὲ καὶ ὁ Ἡρακλῆς· τρίτον δὲ καὶ ἑαυτὸν ἔκρινε 〈διὰ〉 τῶν ἔργων 〈τῶν〉 ἀποδεδειγμένων εἰς ἅπασαν τὴν οἰκουμένην ἄξιον τοῖς θεοῖς συνέστιον γενέσθαι.

[31] E   Τῆς δὲ μητρὸς αὐτοῦ Ὀλυμπιάδος πλεονάκις γραφούσης περὶ τοῦ Ἀντιπάτρου καὶ δεινοπαθούσης, 〈ὡς〉 σκυβαλίζεται μήτηρ οὖσα Ἀλεξάνδρου καὶ λέγει μὲν Ἀντίπατρος ἃ βούλεται, καταγράφει δὲ αὐτῆς ἀτοπίαν· (καὶ διὰ ταῦτα † πάλιν φαμένη εἰς Ἤπειρον διαδραμεῖν ἐβούλετο) Ἀλέξανδρος (διέγνω γὰρ τὴν ἐνεστῶσαν πρὸς τὴν μητέρα Ἀντιπάτρου λῦσαι ἔχθραν καὶ μεταπέμψασθαι τὸν Ἀντίπατρον πρὸς αὑτόν) εἰς Μακεδονίαν ἀπέστειλε Κράτερον. αἰσθόμενος οὖν ὁ Ἀντίπατρος τὴν ἐπίνοιαν Ἀλέξάνδρου τῆς στρατιωτικῆς λειτουργίας ἐπεβούλευεν αὐτῷ φόνον, εὐλαβούμενος μήποτε εἰς προπηλακισμὸν ἔλθῃ. καὶ γὰρ ἤκουε καὶ διελογίζετο τὸν Ἀλεξανδρον ἐπιδεδωκέναι πολὺ πρὸς ὑπερηφανίαν διὰ τὰς ἐπιτετευγμένας αὐτῷ πράξεις. μεταπεμψάμενος οὖν [τὸ] τοξικὸν φάρμακον, οὗ τὴν δύναμιν ᾔδει δεινὴν οὖσαν, καὶ ἐμβαλὼν εἰς ἡμιόνου χηλὴν ἐξεσμένην πρὸς τὸ διασώζεσθαι τὸ πλῆθος τοῦ φαρμάκου (ἕτερον γὰρ ἀγγεῖον οὔτε χαλκοῦν οὔτε κεράμινον κατίσχυεν ὑπενέγκαι τὴν δύναμιν, ἀλλ´ εὐθέως ἐρρήσσετο) καὶ περικαθάψας πυξίδα σιδηρᾶν ἔδωκε Κασάνδρῳ τῷ υἱῷ καὶ ἐξαπέστειλε ποιῆσαι ξένια Ἀλεξάνδρῳ λόγῳ συλλαλήσοντα Ἰόλλᾳ ἀδελφῷ περὶ τῆς τοῦ φαρμάκου δόσεως. Ἀφικόμενος δὲ ὁ Κάσανδρος εἰς Βαβυλῶνα καὶ καταλαβὼν τὸν Ἀλέξανδρον περὶ τὰς θυσίας ὄντα καὶ ὑποδοχὰς ξένων συνελάλησε τῷ Ἰόλλᾳ, ἀρχιοινοχόῳ ὄντι τοῦ Ἀλεξάνδρου. τὸν δὲ Ἰόλλαν ἔτυχεν ὀλίγαις ἡμέραις πρότερον Ἀλέξανδρος ῥάβδῳ καθιγμένος κατὰ τῆς κεφαλῆς διά τινα αἰτίαν ἐξ ἀταξίας γεγενημένην, ὅθεν ὁ νεανίσκος προχείρως ὀργιζόμενος ἀσμένως ὑπήκουσε πρὸς τὸ παρανόμημα. καὶ παρέλαβε Μήδιον Θεσσαλὸν Ἀλεξάνδρου μὲν ὄντα φίλον, ἑαυτοῦ δὲ ἐραστήν. οὗτος δὲ συνηδικημένος τῷ Ἰόλλᾳ διὰ τὴν διάθεσιν διετάξατο πρὸς αὐτὸν ὡς δώσων τὸ φάρμακον πιεῖν. τοῦ δὲ Ἀλεξάνδρου ἡδέως γενομένου μετὰ τῶν παρόντων φίλων καὶ τεχνιτῶν [καὶ] 〈τῶν〉 περὶ τὸν Διόνυσον (πολλοὶ γὰρ ἀπήντων εἰς ἄνεσιν ἐν Βαβυλῶνι † τὸν Ἀλέξανδρον στεφανώσαντες καὶ κατ´ ἰδίαν ἀγωνισάμενοι τὴν ἐπιφάνειαν ἡδέως γενομένου † ἐπῆγον . . . ἐξαναστάντος καὶ ἀναπαύεσθαι βουλομένου προσῆλθεν αὐτῷ Μήδιος ἀξιῶν αὐτὸν εἰσελθεῖν πρὸς τοὺς ἑαυτοῦ φίλους, φάμενος αὐτῷ συνῆχθαι τοὺς ἀναγκαιοτάτους τῶν φίλων. τοιαῦτα δὲ αὐτοῦ διαλεχθέντος συνθεὶς Ἀλέξανδρος τῇ τοῦ Μηδίου ψυχαγωγίᾳ παραγίνεται εἰς τὸ συμπόσιον. ἦσαν δὲ οἱ παρόντες κʹ· Περδίκκας Μελέαγρος Πύθων Λεόννατος Κάσανδρος Πευκέστης Πτολεμαῖος Λυσίμαχος, Φίλιππος ὁ ἰατρός, Νέαρχος Κρής, Στασάνωρ, Ἡρακλείδης ὁ Θρᾷξ . . . Εὐρώπιος, Ἀρίστων Φαρσάλιος, Φίλιππος 〈ὁ〉 μηχανικός, Φιλώτας, Μένανδρος . . . τούτων δὲ τὸ μέλλον γίνεσθαι Περδίκκας τε καὶ Πτολεμαῖος Ὀλκίας Λυσίμαχος Εὐμένης Ἄσανδρος οὐκ ᾔδεσαν, οἱ δὲ ἄλλοι πάντες μετειλήφασι τῆς πράξεως καὶ συμπεφωνηκότες 〈ἦσαν〉 πρὸς τὸν Ἰόλλαν καὶ Κάσανδρον καὶ δεδωκότες ὅρκους. ἐπεθύμουν γὰρ ἤδη πραγμάτων καὶ τὰ τοῦ Ἀλεξάνδρου ὑφορῶντο [καὶ] τὸ τῆς ψυχῆς ὑπέρογκον αὐτοῦ καταπλαγέντες. τοῦ δὲ Ἀλεξάνδρου ἀνακλινθέντος προσήνεγκεν αὐτῷ Ἰόλλας τὸ ποτήριον. εἶθ´ οὕτως τοῖς παροῦσι λόγου ἐμπεσόντος διατριβῆς ἕνεκεν, τοῦ πότου διεληλυθότος ἱκανὸν χρόνον, ἐξαίφνης ὁ Ἀλέξανδρος ἀνεβόησεν ὡς τόξῳ πεπληγὼς εἰς τὸ ἧπαρ· μικρὸν δὲ ἐπισχὼν χρόνον καὶ τὴν ὀδύνην καρτερήσας ἀπῄει πρὸς ἑαυτόν, ἐντειλάμενος τοῖς παροῦσι πίνειν.

[32] E   Οἱ δὲ ἀγωνιάσαντες ἔλυσαν παραχρῆμα τὸ συμπόσιον, ἔξωθεν καραδοκοῦντες τὸ συμβησόμενον. ὁ δὲ Ἀλέξανδρος ἀπερᾶσαι βουλόμενος τὸ πολὺ τοῦ οἴνου ᾔτησε πτερόν· εἴθιστο γὰρ οὕτως ἐμεῖν. ὁ δὲ Ἰόλλας περιχρίσας τῷ φαρμάκῳ ἔδωκεν αὐτῷ· διὸ πολὺ ἐνήργει τὸ φάρμακον, ἀκρατέστερον εἰς τὸ σῶμα προσενεχθέν. σπαραχθεὶς δὲ διὰ κενῆς ὁ Ἀλέξανδρος καὶ συσχεθεὶς ὀδύναις ἐξαισίοις διενυκτέρευεν ὑπομένων καρτερικῶς. τῇ οὖν ἐρχομένῃ ἡμέρᾳ συνορῶν ἑαυτὸν ἐν κακοῖς διακείμενον καὶ λαλοῦντα ἀσαφῶς διὰ τὸ τὴν γλῶτταν ἤδη συνοιδᾶν μετεστήσατο πάντας, εἰ δύναιτο ἡσυχίας τυχεῖν 〈καὶ〉 ἰδιάσαι καὶ διαλεχθῆναι πρὸς ἑαυτὸν περὶ ὧν ἤθελεν. ὁ δὲ Κάσανδρος συμφωνήσας πρὸς τὸν ἀδελφὸν ὑπὸ νύκτα ἀπῆλθεν· παραγενόμενος δὲ [αὐτοῦ] εἰς ὅρους τοὺς Κίλικας [αὐτοῦ] ὑπομένει ἐκεῖ τὴν Ἰόλλα παρουσίαν· συγκείμενον γὰρ ἦν τῷ Ἰόλλᾳ, ἐὰν τελευτήσῃ Ἀλέξανδρος, ἀπαλλαγῆναι πάντως. τὸν δὲ ἄνδρα τῆς τροφοῦ ἀπέστειλεν ἐν Μακεδονίᾳ κατὰ θάλατταν πρὸς τὸν πατέρα, διὰ σημείων γράψας ὡς ἐχούσης τῆς πράξεως τέλος. Ὁ δὲ Ἀλέξανδρος νυκτὸς γεναμένης πάντας ἐκέλευσεν ἐκ τοῦ οἴκου μετελθεῖν καὶ τὰ παιδισκάρια ἅμα τὰ ἄνηβα τὰ παρεστηκότα, ἐν οἷς καὶ Καμβοβάφην καὶ Ῥωξάνην τὴν ἑαυτοῦ γυναῖκα ἐξέπεμψεν. 〈ἦν δὲ〉 ἐκ τοῦ οἴκου θύρα τις φέρουσα ἐπὶ τὸν ποταμὸν τὸν καλούμενον Εὐφράτην, ὃς διὰ μέσης τῆς Βαβυλῶνος διαρρεῖ. ταύτην ἐκέλευσεν ἀνοῖξαι καὶ μηδένα προσεδρεύειν παρ´ αὐτῇ, ὃν τρόπον εἰώθεισαν φυλάττειν. ἀναχωρησάντων δὲ πάντων καὶ τῆς ὥρας μεσονυκτίου γενομένης ἐξαναστὰς ὁ Ἀλέξανδρος ἐκ τῆς κλίνης ἀπέσβεσε τὸν λύχνον καὶ τῆς θύρας ἐξελθὼν τετραποδιστὶ ἐπορεύετο πρὸς τὸν ποταμὸν [γενόμενος]. προσελθὼν δὲ πλησίον περιε βλέψατο καὶ εἶδε τὴν ἑαυτοῦ γυναῖκα Ῥωξάνην προστρέχουσαν αὐτῷ, 〈ἣ〉 ὑπονοήσασα ἐν τῇ μεταστάσει τῇ αὑτῆς 〈καὶ〉 πάντων, 〈ὡς〉 διενοεῖτο ἐγχειρεῖν τι ἄξιον τῆς ἑαυτοῦ τόλμης, ἐπηκολούθει τῇ κρυφαίᾳ ἐξόδῳ αὐτοῦ ἐν τῷ σκότῳ καὶ τῷ στεναγμῷ τοῦ Ἀλεξάνδρου, σπανίως μὲν ἀναφωνοῦντος, ὁδηγοῦντος δὲ τῷ στεναγμῷ τὴν Ῥωξάνην τὴν [δὲ] ἐπακολουθήσασαν. ὡς δὲ ἡσύχασεν, ἥδε αὐτὸν περιλαβοῦσα εἶπεν . . . ὦ Ῥωξάνη, μικρὰ † εἴη σεαυτὴν χάρις τὴν ἐμὴν δόξαν ἀφαιρεῖσθαι· πλὴν ὅπως ταῦτα μηδεὶς ἀκούσῃ.‘ Πάλιν δὲ ὑπ´ αὐτῆς κατεχόμενος λάθρᾳ ἀπῆλθεν εἰς τὸν οἶκον. Ἡμέρας δὲ γενομένης ἐκέλευσε Περδίκκαν καὶ Πτολεμαῖον καὶ Λυσίμαχον εἰσελθεῖν καὶ εἶπε πρὸς αὐτούς, ὅπως ἄλλος μὴ εἰσπορευθῇ πρὸς αὐτόν, μέχρις ἂν διάθηται περὶ τῶν πραγμάτων. ὁ δὲ 〈ἐτράπετο〉 πρὸς τὸ γράφειν τὴν διαθήκην, παρακαθισάμενος ἑαυτῷ Κομβάρην καὶ Ἑρμογένην ἄνηβα παιδάρια. ὁ δὲ Περδίκκας ὑπονοήσας τὸν Ἀλέξανδρον καταλελοιπέναι τὰ πράγματα Πτολεμαίῳ διὰ τὸ πολλάκις πρὸς αὐτὸν εἰρηκέναι ὑπὲρ τῆς Πτολεμαίου γενέσεως, ἔτι δὲ καὶ τὴν Ὀλυμπιάδα πεποιηκέναι φανερόν, ὡς ἦν ἐκ Φιλίππου, λαβὼν τὸν Πτολεμαῖον κατὰ μόνας ἐξορκίζει, εἰ γίνεται τῶν Ἀλεξάνδρου πραγμάτων διάδοχος, μερίζειν τὰ πράγματα αὐτῷ τὰ κοινῇ συγκριθέντα. τὸν δὲ ὅρκον ὑπομείνας ὁ Πτολεμαῖος καὶ οὐδεμίαν ἔννοιαν ἔχων ὑπὲρ ὧν ὁ Περδίκκας ὑπενόει, καὶ αὐτὸς νομίζων τὸν Περδίκκαν διάδοχον εἶναι τῶν πραγμάτων διὰ τὸ πολὺ πρότερον παρ´ Ἀλεξάνδρῳ πάντων κατὰ ἀνδρείαν καὶ φρόνησιν ἡγῆσθαι, ὁρκίζει αὐτὸν τὸν αὐτὸν ὅρκον ἐν μέρει.

Ὁ δὲ Ἀλέξανδρος ἐκείνην τὴν ἡμέραν καὶ 〈τὴν〉 ἐπιγιγνομένην νύκτα γενόμενος πρὸς τὸ γράφειν ἐκέλευσε πρὸς αὑτὸν καλεῖν τὸν Περδίκκαν καὶ Ὀλκίαν καὶ Πτολεμαῖον καὶ Λυσίμαχον. οὗτοι μὲν εἰσῆλθον, καὶ ἐξαίφνης ἐκ τῶν Μακεδόνων πάντων ἐγένετο βοὴ καὶ συνδρομὴ πρὸς τὴν αὐλὴν Ἀλεξάνδρου, φαμένων ἀνελεῖν τοὺς σωματοφύλακας, εἰ μὴ δείξωσιν αὐτοῖς τὸν βασιλέα. τοῦ δὲ Ἀλεξάνδρου πυθομένου, τίς ὁ θόρυβος, προσελθὼν ὁ Περδίκκας ἐδίδαξεν αὐτὸν τὰ λεγόμενα ὑπὸ τῶν Μακεδόνων. προσέταξεν οὖν τὴν κλίνην ἀναρθῆναι εἰς ἕνα τόπον τοιοῦτον, ὥστε τὴν δύναμιν παραπορευομένην ὁρᾶν, εἰσάγειν δὲ αὐτοὺς † καὶ στρατηγίας μονοχίτωνας καὶ δι´ ἑτέρας θύρας ἐξαγαγεῖν, ὅπως μή τι οὖν νεωτερίσωσιν. παραγγείλαντος δὲ τοῦ Περδίκκα τοῖς Μακεδόσι τὰ προσταχθέντα ὑπὸ τοῦ βασιλέως εἰσεπορεύοντο οἱ Μακεδόνες, διεξιόντες καὶ παραθαρσύνοντες αὐτόν, 〈καὶ〉 οὐκ ἦν ὃς οὐκ ἐδάκρυεν ἐπὶ τῷ γεγονότι συμπτώματι περὶ τὸν τηλικοῦτον βασιλέα. Πευκόλαος δέ τις ἐξ αὐτῶν, ἀνὴρ τῷ μὲν εἴδει οὐκ ἀπρεπής, ἰδιώτης 〈δὲ〉 καὶ οὐδεμιᾶς τάξεως ὑφηγούμενος, πλησίον στὰς τοῦ Ἀλεξάνδρου 〈εἶπεν〉· ’Ἐπ´ ἀγαθῷ μὲν [σου] Ἀλέξανδρε Φίλιππος τῆς Μακεδονίας 〈ἦρξεν〉, ἐπ´ ἀγαθῷ δὲ καὶ σύ.‘ Μεταλαβὼν τὴν φωνὴν Μακεδονιστὶ εἶπεν δακρύων· ’Σὺ ἡμᾶς ἐὰν ἀπολείψῃς, ἀπόλωλε Μακεδονία· σοῦ τελευτῶντος καλόν ἐστι καὶ Μακεδόνας συναποθανεῖν σοι τῷ ποιήσαντι Μακεδονίαν ἀξίαν τοῦ Διός.‘ Ὁ δὲ Ἀλέξανδρος δακρύων ἐξέτεινε τὴν χεῖρα τὴν δεξιὰν καὶ λαβὼν τοῦ Μακεδόνος τῆς χειρὸς ἔμφασιν ἐποιεῖτο παρακλήσεως.

[33] E   Ἐπεὶ δὲ παρῆλθον οἱ Μακεδόνες, μετεκαλέσατο πάλιν τοὺς περὶ τὸν Περδίκκαν· Ὀλκίαν δὲ κατασχὼν ἐκέλευσεν ἀναγινώσκειν τὴν διαθήκην. ἔστι δὲ τοῦ μερισμοῦ τῆς διαθήκης ἀντίγραφον τὸ ὑποτεταγμένον, ὃ ἔλαβε παρὰ Ἀλεξάνδρου Ὀλκίας. {Διαθήκη Ἀλεξάνδρου.} Βασιλεὺς Ἀλέξανδρος υἱὸς Ἄμμωνος καὶ Ὀλυμπιάδος Ῥοδίων τάγμασι καὶ ἄρχουσι βουλῇ δήμῳ χαίρειν. Ἡμεῖς τὰς πρὸς Ἡρακλέους τοῦ προγόνου ἡμῶν στήλας ὁρισθείσας 〈ὑπερβαλόντες καὶ〉 τοῦ πεπρωμένου μετὰ τῆς τῶν θεῶν προνοίας [δὲ] τυγχάνειν μέλλοντες ἐκρίναμεν ἐπιστεῖλαι ὑμῖν ἅπερ ἐγνώκαμεν, ἡγούμενοι μάλιστα ὑμᾶς τῶν Ἑλλήνων ἐπιτηδείους φύλακας τῶν ὑπ´ ἐμοῦ κατεργασθέντων πόνων, ἅμα δὲ καὶ ἀγαπῶντες τὴν ὑμετέραν πόλιν. διὸ καὶ ἐγράψαμεν τὴν φρουρὰν ἐξαγαγεῖν τῆς πόλεως, ὅπως μετέχουσα τῆς παρρησίας εἰς τὸν αἰῶνα διαφυλάττῃ τὴν ἐλευθερίαν, ἅμα δὲ καὶ βουλόμενος διαφυλαχθῆναι παρ´ ὑμῖν τὸ ἡμέτερον τίμιον. οἴδαμεν γὰρ τὴν πόλιν ὑμῶν εὐχάριστον οὖσαν καὶ μνήμης ἀξίαν· διὸ καὶ φανησόμεθα πεφροντικότες αὐτῆς οὐχ ἧσσον τῆς ἰδίας πατρίδος καὶ ἡμῶν ἀξίως. ἐποιησάμεθα γὰρ τὴν διαίρεσιν τῶν πραγμάτων τοιαύτην, διδόντες μετὰ παρρησίας τὴν χώραν ἑκάστῳ, ἀρχόμενοι πρῶτον ἀφ´ ἧς γεννηθέντες εἰς τοῦτο προήλθομεν δόξης. Συντετάχαμεν δὲ τοῖς ἐπιμεληταῖς τῶν χωρίων ἀποστεῖλαι ἐκ τῆς σατραπείας χρυσοῦ νενομισμένου τάλαντα 〈͵αʹ〉 τοῖς κατ´ Αἴγυπτον 〈ἱεροῖς〉 καὶ τὸ σῶμα ἡμῶν συντετάχαμεν ἵνα ἀποκομισθῇ. τὴν δὲ διάταξιν τῆς ἰδίας ταφῆς, 〈ὡς ἂν〉 οἱ ἱερεῖς οἱ κατ´ Αἴγυπτον κρίνωσιν, καὶ ἡμεῖς συγχωροῦμεν. ἐνετειλάμεθα δὲ καὶ Θήβας [ἃς] ἐπανορθοῦν ἐκ τῶν βασιλικῶν χρημάτων, ἱκανῶς κρίναντες ἠτυχηκέναι καὶ σεσωφρονισμένους ἀξίως τῶν ἡμαρτημένων εἰς ἡμᾶς. δίδοσθαι 〈δὲ〉 καὶ σῖτον ἀπὸ τῆς Μακεδονίας Θηβαίοις τοῖς κατερχομένοις εἰς Θήβας, ἄχρις ἂν εὐανδρήσῃ ἡ χώρα. συντετάχαμεν δὲ καὶ ὑμῖν δοῦναι εἰς τὴν ἐπισκευὴν τῆς πόλεως χρυσοῦ τάλαντα τεʹ καὶ τριήρεις οζʹ, ὅπως ἀσφαλῶς ἐλεύθεροι ἦτε, καὶ σίτου † ἐλευθερίας ἐξ Αἰγύπτου δωρεὰν κατ´ ἐνιαυτὸν πυροῦ μεδίμνους ͵βʹ καὶ ἐκ τῆς Ἀσίας διὰ τῶν οἰκονόμων καὶ ἐκ τῶν σύνεγγυς ὑμῖν χωρῶν πυροῦ μεδίμνους ͵βʹ· καὶ χώραν ὑμῖν καταμετρῆσαι, ὅπως ἔχητε ἐν τῷ 〈λοιπῷ〉 χρόνῳ αὐτάρκη σῖτον καὶ μηδενὸς δέησθε, ἔχητε δὲ τῆς πόλεως ὑμῶν ἀξίως. 〈Ταῦτα〉 τῷ τε ἐπὶ Μακεδονίας ἐπιμελητῇ Κρατερῷ ἐντετάλμεθα καὶ τῷ Αἰγύπτου σατράπῃ Πτολεμαίῳ καὶ τοῖς κατὰ τὴν Ἀσίαν Περδίκκᾳ καὶ Ἀντιγόνῳ. ὑμῖν δὲ πάλιν ἐντελλόμεθα λαβόντας τὴν ἐπιστολὴν παρὰ Ὀλκία τοῦ ἀποδιδόντος ὑμῖν αὐτὴν τὸ συμφέρον τὸ ἴδιον σταθμωμένους μὴ ἀγνοῆσαι, ὅτι [δὲ] ὑμῖν ἀνεῖται τοῦτο βραβεύειν πρὸς 〈τὸ〉 τὴν ὑμετέραν πόλιν συναύξειν. μάλιστα δὲ πέπεισμαι πειθαρχεῖν ὑμᾶς τοῖς ἐμοῖς λόγοις. Πτολεμαῖος δὲ 〈ὁ〉 τοῦ ἐμοῦ σώματος γιγνόμενος φύλαξ καὶ ὑμῶν φροντίσει· ὅτι δὲ συνοίσει ὑμῖν, δεδείχαμεν κατ´ ἰδίαν. μὴ οὖν νομίζετε παρατεθεῖσθαι τὴν διαθήκην ὑμῖν εἰκῇ. τοὺς δὲ ἐπιμελητὰς τῆς βασιλείας βραβεύειν, εἴ τις δὴ ἔκ τινος † θεωρίας τῶν ἐπιμελητῶν ᾖ διαίρεσις.

Ἀποδείκνυσι βασιλεὺς Ἀλέξανδρος Ἄμμωνος καὶ Ὀλυμπιάδος 〈υἱὸς〉 βασιλέα Μακεδονίας ἐπὶ μὲν τοῦ παρόντος Ἀρριδαῖον τὸν υἱὸν Φιλίππου. ἐὰν δὲ γένηται ἐκ Ῥωξάνης υἱὸς Ἀλεξάνδρῳ, ἐκεῖνον εἶναι βασιλέα καὶ ὄνομα ἐπιτεθῆναι αὐτῷ, ὃ ἂν δόξῃ Μακεδόσιν. ἐὰν δὲ θῆλυ γεννηθῇ ἐκ Ῥωξάνης, ἑλέσθωσαν Μακεδόνες ὃν ἂν βούλωνται βασιλέα, ἐὰν μὴ βούλωνται Ἀρριδαῖον τὸν Φιλίππου υἱόν. ὁ δὲ αἱρεθεὶς διαφυλαττέτω τὴν τῶν Ἀργειαδῶν ἀρχήν, καὶ συντελείτωσαν Μακεδόνες Ἀργειάδαις μετὰ τοῦ βασιλέως τὰ νομιζόμενα. ἐφειμένον δὲ ἔστω Ὀλυμπιάδι τῇ μητρὶ Ἀλεξάνδρου κατοικεῖν ἐν Ῥόδῳ, ἐὰν Ῥόδιοι συνδοκήσωσιν· οὐ γάρ ἐστιν ἐξουσία πράσσειν τι ἄνευ Ῥοδίων. ἐὰν δὲ μὴ βούληται κατοικεῖν ἐν Ῥόδῳ, γιγνέσθω ὅπου ἂν βούληται, λαμβάνουσα τὰς αὐτὰς προσόδους ἃς καὶ ἐπὶ Ἀλεξάνδρου τοῦ υἱοῦ αὐτῆς ἐλάμβανεν. Ἄχρι τοῦ δόξαι Μακεδόσι βασιλέα ἀποδεῖξαι, βασιλεὺς Ἀλέξανδρος Ἄμμωνος καὶ Ὀλυμπιάδος υἱὸς ἀποδείκνυσιν ἐπιμελητὰς τῆς ἑαυτοῦ βασιλείας πάσης Μακεδονίας μὲν Κρατερὸν καὶ γυναῖκα τούτῳ Κυνάνην τὴν Φιλίππου θυγατέρα τοῦ γενομένου βασιλέως Μακεδονίας, Λυσίμαχον δὲ ἐπὶ Θρᾴκης καὶ γυναῖκα τούτῳ Θεσσαλονίκην τὴν Φιλίππου τοῦ βασιλέως γενομένου Μακεδόνων θυγατέρα· δίδωσι δὲ τὴν ἐφ´ Ἑλλησπόντῳ σατραπείαν Λεοννάτῳ καὶ γυναῖκα τούτῳ Κλεοδίκην τὴν ἀδελφὴν Ὀλκίου, Παφλαγονίαν δὲ καὶ Καππαδοκίαν Εὐμένει τῷ ὑπομνηματογράφῳ. τοὺς δὲ νησιώτας ἀφίησιν ἐλευθέρους καὶ ἐπιτρόπους αὐτῶν Ῥοδίους εἶναι· Παμφυλίαν δὲ καὶ Κιλικίαν Ἀντιγόνῳ . . . τούτων δὲ πάντων μέχρι τῶν ἐντὸς Ἅλυος ποταμοῦ † χώρα ἀρχέτω. τῆς δὲ Βαβυλῶνος καὶ τῆς προσηκούσης αὐτῇ Σέλευκον ὁπλοφόρον. Φοινίκην δὲ καὶ Συρίαν τὴν κοίλην καλουμένην Μελεάγρῳ. Αἴγυπτον δὲ Περδίκκᾳ καὶ Λιβυκὴν [καὶ] Πτολεμαίῳ καὶ γυναῖκα τούτῳ Κλεοπάτραν τὴν ἀδελφὴν Ἀλεξάνδρου. τοῖς δὲ ἐπάνω [τῇ] τῆς Βαβυλωνίας χώρας στρατάρχην καὶ ἐπιμελητὴν Φανοκράτην καὶ γυναῖκα τούτῳ Ῥωξάνην τὴν Βακτριανήν. Προστάσσω δὲ τοῖς ἐπιμεληταῖς τῆς βασιλείας κατασκευάσαι πύελον χρυσᾶν ἀπὸ ταλάντων ςʹ, εἰς ἣν τεθήσεται τὸ Ἀλεξάνδρου σῶμα τοῦ Μακεδονίας βασιλέως. ἀποστεῖλαι δὲ καὶ Μακεδόνας τοὺς πρεσβυτέρους καὶ ἠσθενηκότας εἰς Μακεδονίαν καὶ Θεσσαλῶν τοὺς ὁμοίως διακειμένους· δοθήτω δὲ χρυσίου τάλαντα γʹ. ἀποστεῖλαι δὲ εἰς Ἄργος τὴν Ἀλεξάνδρου τοῦ βασιλέως πανοπλίαν καὶ χρυσοῦ νενομισμένου τάλαντα 〈νʹ〉 τῷ Ἡρακλεῖ ἀκροθίνια τοῦ πολέμου [στρατιᾶς]. ἀποστεῖλαι δὲ καὶ εἰς Δελφοὺς τῶν ἐλεφάντων τοὺς ὀδόντας καὶ τῶν δρακόντων τὰς δορὰς καὶ φιάλας χρυσᾶς ιγʹ ἀκροθίνια τῆς στρατείας. δοθήτω δὲ καὶ Μιλησίοις εἰς ἐπισκευὴν τῆς πόλεως χρυσίου νενομισμένου τάλαντα ρνʹ καὶ Κνιδίοις † γέατ. Βούλομαι δὲ καὶ Περδίκκαν, 〈ὃν〉 καταλείπω βασιλέα 〈Αἰγύπτου〉 σὺν τῇ κτιζομένῃ Ἀλεξανδρείᾳ . . . ὥστε μένειν μακαρίαν μελομένην τῷ πάντων δεσπόζοντι μεγάλῳ Σεράπιδι. καὶ † ἀνθρώπων καταστῆναι ἐπιμελητὴν τῆς πόλεως, 〈ὃς〉 κληθήσεται ἱερεὺς Ἀλεξάνδρου καὶ προσελεύσεται 〈ταῖς〉 μεγίσταις πόλεως δόξαις, κεκοσμημένος χρυσέῳ στεφάνῳ καὶ πορφυρίδι, λαμβάνων ἐνιαύσιον τάλαντον. καὶ οὗτος ἔσται ἀνύβριστος καὶ πάσης λειτουργίας ἀπολυθήσεται· λήψεται δὲ ὁ τοιοῦτος τὴν τάξιν ταύτην ὁ διαφέρων ἐν γένει τῶν ἄλλων πάντων, καὶ μενεῖ αὕτη ἡ δωρεὰ αὐτῷ τε καὶ ἐκγόνοις.

Ἀποδείκνυσι βασιλεὺς Ἀλέξανδρος Ἰνδικῆς βασιλέα τῆς μὲν παρατεινούσης παρὰ τῷ Ὑδάσπῃ ποταμῷ Ταξίλην, τῆς δὲ περιεχομένης ἀπὸ τοῦ Ὑδάσπου 〈μέχρις Ἰνδοῦ〉 ποταμοῦ Πῶρον, ἐπὶ δὲ Παροπανισαδῶν Ὀξυδράκην τὸν Βακτριανὸν τὸν Ῥωξάνης πατέρα τῆς Ἀλεξάνδρου γυναικός. τὴν δὲ Ἀραχωσίαν . . . καὶ Δραγγηνὴν . . . τὴν Βακτριανὴν καὶ Σουσιανὴν Φιλίππῳ, τὴν 〈δὲ〉 Παρθυαίαν καὶ τὰ ἐχόμενα τῆς Ὑρκανίας Φραταφέρνῃ, Καρμανίαν δὲ Τληπολέμῳ, τὴν δὲ Περσίδα Πευκέστῃ. † σατράπῃ Ὀξύντην μεταστῆσαι ἐπὶ τῆς Μηδίας. Ἀποδεικνύει βασιλεὺς Ἀλέξανδρος βασιλέα τῆς Ἰλλυρίδος Ὀλκίαν· δίδωσι καὶ ἵππους ἄγεσθαι ἐκ τῆς Ἀσίας φʹ, τάλαντα ͵γʹ· ἀπὸ δὲ τούτων κατασκευασάτω ἱερὸν καὶ ἀναθέτω ἀνδριάντας Ἄμμωνος Ἡρακλέους Ἀθηνᾶς Ὀλυμπιάδος Φιλίππου. ἀναθέτωσαν δὲ καὶ οἱ τῆς βασιλείας ἐπιμεληταὶ εἰκόνας † Ὀλκίου περίμετρον ἐν † ἀγγυίραο καὶ ἀνδριάντας κεχρυσωμένους ἐν Δελφοῖς. ἀναθέτω δὲ καὶ Περδίκκας εἰκόνας χαλκᾶς Ἀλεξάνδρου Ἄμμωνος Ἡρακλέους Ὀλυμπιάδος Φιλίππου. Τούτων δὲ πάντων ἔστωσαν θεοὶ ἐπόπται Ὀλύμπιοι, Ἡρακλῆς 〈ὁ〉 πρῶτος γενάρχης Ἀλεξάνδρου τοῦ βασιλέως . . ." 〈Ἐλθὼν δὲ πρὸς αὐτὸν Πτολεμαῖος εἶπεν· ’Ἀλέξανδρε, τίνι καταλείπεις τὴν βασιλείαν‘; Λέγει· ’Τῷ ἰσχύοντι θέλοντι σῴζοντι συντελοῦντι.‘ Ταῦτα δὲ αὐτοῦ εἰπόντος εὐθὺς ἐγένετο ὁμίχλη περὶ τὸν ἀέρα καὶ σκότος καὶ ἐφάνη μέγας ἀστὴρ πεσὼν ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὴν θάλασσαν, καὶ σὺν αὐτῷ ἀετὸς μέγας, καὶ τὸ χαλκοῦν ἄγαλμα Διὸς τὸ ἐν Βαβυλῶνι ἐκινήθη. ὁ δὲ ἀστὴρ πάλιν ἀνῆλθεν εἰς τὸν οὐρανὸν καὶ ὁ ἀετὸς σὺν αὐτῷ ἔχων ἀστέρα φεγγώδη. κρυβέντος δὲ τοῦ ἀστέρος ἐν τῷ οὐρανῷ εὐθὺς καὶ Ἀλέξανδρος ἐκάμμυσε τοὺς ὀφθαλμούς.

[34] E   Οἱ δὲ Πέρσαι ἐμάχοντο βουλόμενοι τὸν βασιλέα εἰς τὴν Περσίδα ἀνακομίσασθαι καὶ ὡς θεὸν Μίθραν προσκυνῆσαι· οἱ δὲ Μακεδόνες ἀντεποιοῦντο βουλόμενοι ἀναλαβεῖν αὐτὸν εἰς Μακεδονίαν. λέγει αὐτοῖς Πτολεμαῖος· ’Ἔστι μαντεῖον τοῦ Βαβυλωνίου Διός· παρ´ αὐτοῦ χρησμὸν λήψομαι, ποῦ ἀγάγωμεν τὸ τοῦ Ἀλεξάνδρου σῶμα.‘ Ἐρωτηθεὶς δὲ ἐχρημάτισεν ὁ Ζεὺς οὕτως· ’Αὐτὸς χρησμὸν δίδωμι τὸν συμφέροντα πᾶσιν ὑμῖν. ἔστι πόλις πρὸς Νείλῳ ἐπὶ Ὠκεανοῦ ῥείθροις, † πέντε ἀγροὺς βασιλικοὺς λαβοῦσα, πλουσιωτάτη, ἐγγὺς τῆς Ἀμαζονίδος, τοὔνομα Μέμφις. ἐκεῖσε πέμψας ἄγαγε καὶ κατάπαυσον τὸν τῶν ἀθανάτων υἱὸν καὶ τίμησον αὐτὸν βασιλέα κερασφόρον.‘ Οὕτω τοῦ χρησμοῦ δοθέντος ἐκόμισεν αὐτὸν Πτολεμαῖος εἰς Αἴγυπτον. ἔλαβε δὲ λάρνακα μολυβδίνην καὶ ἐνέθηκεν αὐτῇ μέλι νησιωτικὸν καὶ ἀλόην καὶ μύρραν Τρωγοδυτικήν, καὶ θέμενος ἐπὶ ἅμαξαν ἡμιόνων ἤγαγεν εἰς Αἴγυπτον. ἐπεὶ δὲ εἰς Πηλούσιον ἦλθον, οἱ Μεμφῖται ὑπήντησαν σὺν αὐληταῖς καὶ ἀγάλμασιν κατὰ τὸ εἰωθὸς καὶ εἰσήγαγον εἰς Μέμφιν ὡς Σεσόγχωσιν κοσμοκράτορα ἡμίθεον. ὁ δὲ ἀρχιπροφήτης τοῦ Μεμφίτου ἱεροῦ εἶπεν· ’Ἀγάγετε αὐτὸν εἰς τὴν πόλιν, ἣν αὐτὸς ἔκτισεν ἐν τῇ Ῥακωτίδι· ὅπου γὰρ ἂν ᾖ τὸ σῶμα αὐτοῦ, οὐ παύεται ὁ τόπος οὗτος πολέμοις καὶ μάχαις ταραττόμενος.‘ Τότε οὖν ποιεῖ αὐτῷ τάφον Πτολεμαῖος ἐν τῇ Ἀλεξανδρείᾳ, ὃς μέχρι τοῦ νῦν καλεῖται Ἀλεξάνδρου σῆμα, καὶ ἐκεῖ ἔθαψεν αὐτὸν μεγαλοπρεπῶς.〉

[35] E   Οὐ τοσούτους δὲ βασιλεῖς Ἀλέξανδρος πολεμῶν ἐνίκησεν, ὅσους τελευτῶν κατέλειψεν. ἐβίωσε μὲν οὖν Ἀλέξανδρος ἔτη λʹ. ἀπὸ ιεʹ ἐτῶν ἀρξάμενος πολεμεῖν ἐπολέμησεν ἔτη ζʹ, μέχρι κʹ ἐτῶν γεγένηται· τὰ δὲ ἄλλα λʹ ἐν εἰρήνῃ καὶ ἀμεριμνίᾳ καὶ εὐφροσύνῃ ἔζησεν. ὑπέταξεν ἔθνη βαρβάρων κβʹ, Ἑλλήνων ιʹ· ἔκτισε δὲ πόλεις ιγʹ, αἵτινες μέχρι τοῦ νῦν κατοικοῦνται καὶ εἰρηνεύονται· Ἀλεξάνδρειαν τὴν ἐπὶ Βουκεφάλῳ ἵππῳ, Ἀλεξάνδρειαν τὴν πρὸς Πέρσας, Ἀλεξάνδρειαν τὴν ἐπὶ Πώρῳ, Ἀλεξάνδρειαν τὴν ἐν Σκυθίᾳ, Ἀλεξάνδρειαν τὴν ἐπὶ τοῦ Τίγριδος ποταμοῦ, Ἀλεξάνδρειαν τὴν ἐπὶ Βαβυλῶνος, Ἀλεξάνδρειαν τὴν πρὸς Τρωάδα, Ἀλεξάνδρειαν τὴν ἐπὶ Σούσοις, Ἀλεξάνδρειαν τὴν πρὸς Αἴγυπτον. Ἐγγεννήθη μὲν οὖν Τύβι τῇ νεομηνίᾳ ἀνατολῆς οὔσης, ἐτελεύτησε δὲ Φαρμοῦθι τετράδι δύσεως.


Attalus' home page   |   02.06.15   |   Any comments?