Edited by H.StJ.Thackeray (1914). Click on the E symbols to go to the English translation.
[183] προσεχέστατος γὰρ ὢν ἄνθρωπος ὁ Δωρόθεος εἶχε τὴν τῶν τοιούτων προστασίαν. συνέστρωσε δὲ πάντα τὰ δι᾽ αὐτοῦ χειριζόμενα, πρὸς τὰς τοιαύτας ὑποδοχὰς διαμεμερισμένα. διμερῆ τε ἐποίησε τὰ τῶν κλισμῶν, καθὼς προσέταξεν ὁ βασιλεύς· τοὺς γὰρ ἡμίσεις ἐκέλευσεν ἀνὰ χεῖρα κατακλῖναι, τοὺς δὲ λοιποὺς μετὰ τὴν ἑαυτοῦ κλισίαν, οὐδὲν ἐλλιπὼν εἰς τὸ τιμᾷν τοὺς ἄνδρας. [184] Ὡς δὲ κατεκλίθησαν, ἐκέλευσε τῷ Δωροθέῳ τοῖς ἐθισμοῖς οἷς χρῶνται πάντες οἱ παραγινόμενοι πρὸς αὐτὸν ἀπὸ τῆς Ἰουδαίας, οὕτως ἐπιτελεῖν. διὸ τοὺς ἱεροκήρυκας καὶ θύτας καὶ τοὺς ἄλλους, οἷς ἔθος ἦν τὰς κατευχὰς ποιεῖσθαι, παρῃτήσατο· τῶν δὲ παραγεγονότων σὺν ἡμῖν Ἐλισσαῖον ὄντα τῶν ἱερῶν πρεσβύτερον ποιήσασθαι κατευχήν, ὃς ἀξιολόγως στὰς εἶπε [185] E Πληρώσαι σε, βασιλεῦ, πάντων τῶν ἀγαθῶν ὧν ἔκτισεν ὁ παντοκράτωρ θεός· καὶ δῴη σοι ταῦτ᾽ ἔχειν καὶ γυναικὶ καὶ τέκνοις καὶ τοῖς ὁμονοοῦσι πάντα ἀνέκλειπτα τὸν τῆς ζωῆς χρόνον. [186] Εἰπόνοτος δὲ ταῦτα τούτου κατερράγη κρότος μετὰ κραυγῆς καὶ χαρᾶς εὐφροσύνου πλείονα χρόνον· καὶ τὸ τηνικαῦτα πρὸς τὸ τέρπεσθαι διὰ τῶν ἡτοιμασμένων ἐτράπησαν, τῶν λειτουργιῶν ἁπασῶν διὰ τῆς τοῦ Δωροθέου συντάξεως ἐπιτελουμένων· ἐν οἷς καὶ βασιλικοὶ παῖδες ἦσαν, καὶ τῶν τιμωμένων ὑπὸ τοῦ βασιλέως. [187] Ὅτε δὲ καιρὸν ἔλαβεν ἐκ διαστήματος, ἠρώτησε τὸν ἔχοντα τὴν πρώτην ἀνάκλισιν (ἦσαν γὰρ καθ᾽ ἡλικίαν τὴν ἀνάπτωσιν πεποιημένοι) Πῶς ἂν τὴν βασιλείαν μέχρι τέλους ἄπταιστον ἔχων διατελοῖ; [188] βραχὺ δὲ ἐπισχὼν εἶπεν Οὕτως ἂν μάλιστα διευθύνοις, μιμούμενος τὸ τοῦ θεοῦ διὰ παντὸς ἐπιεικές. μακροθυμίᾳ γὰρ χρώμενος, καὶ βλιμάζων τοὺς ἀξίους ἐπιεικέστερον, καθώς εἰσιν ἄξιοι, μετατιθεὶς ἐκ τῆς κακίας καὶ εἰς μετάνοιαν ἄξεις. [189] Ἐπαινέσας δὲ ὁ βασιλεὺς τὸν ἐχόμενον ἠρώτα Πῶς ἂν ἕκαστα πράττοι; ὁ δὲ ἀπεκρίθη Τὸ δίκαιον εἰ πρὸς ἅπαντας διατηροῖ, ἑαυτῷ καλῶς τὰ ἕκαστα πράξει, διαλαμβάνων ὅτι πᾶν ἐννόημα σαφές ἐστι θεῷ· καταρχὴν δὲ θείου φόβου λαμβάνων ἐν οὐδενὶ διαπίπτοις. [190] E Καὶ τοῦτον δὲ εὖ μάλα παραδεξάμενος ἕτερον ἐπηρώτα Πῶς ἂν ὁμοίους ἑαυτῷ ἔχοι τοὺς φίλους; κἀκεῖνος εἶπεν Εἰ θεωροίησαν πολλήν σε πρόνοιαν ποιούμενον ὧν ἄρχεις ὄχλων· σὺ δὲ τοῦτο πράξεις ἐπιβλέπων ὡς ὁ θεὸς εὐεργετεῖ τὸ τῶν ἀνθρώπων γένος, ὁ ὑγείαν αὐτοῖς καὶ τροφὴν καὶ τὰ λοιπὰ κατὰ καιρὸν παρασκευάζων ἅπαντα. [191] Συνεπιμαρτυρήσας δὲ τούτῷ τὸν ἐχόμενον ἠρώτα Πῶς ἂν ἐν τοῖς χρηματισμοῖς καὶ διακρίσεσιν εὐφημίας {τυγχάνοι} καὶ ὑπὸ τῶν ἀποτυγχανόντων; ὁ δὲ εἶπεν Εἰ πᾶσιν ἴσος γένοιο τῷ λόγῳ, καὶ μηδὲν ὑπερηφάνως μηδὲ τῇ περὶ σεαυτὸν ἰσχύι πράσσοις κατὰ τῶν ἁμαρτανόντων. [192] τοῦτο δὲ ποιήσεις τὴν διάταξιν βλέπων τὴν ὑπὸ τοῦ θεοῦ· τὰ γὰρ ἱκετευόμενα συντελεῖσθαι τοῖς ἀξίοις, τοῖς δὲ ἀποτυγχανόυσιν ἢ δι᾽ ὀνείρων ἢ πράξεων σημαίνεσθαι τὸ βλαβερὸν αὐτοῖς, οὐ κατὰ τὰς ἁμαρτίας οὐδὲ {κατὰ} τὴν μεγαλωσύνην τῆς ἰσχύος τύπτοντος αὐτούς, ἀλλ᾽ ἐπιεικείᾳ χρωμένου τοῦ θεοῦ. [193] Εὖ δὲ καὶ τοῦτον κατεπαινέσας ἠρώτα τὸν ἑξῆς Πῶς ὢν ἐν ταῖς πολεμικαῖς χρείαις ἀήττητος εἴη; ὁ δὲ εἶπεν Εἰ μὴ πεποιθὼς ὑπάρχοι τοῖς ὄχλοις μηδὲ ταῖς δυνάμεσιν, ἀλλὰ τὸν θεὸν ἐπικαλοῖτο διὰ πάντων, ἵνα τὰς ἐπιβολὰς αὐτῷ κατευθύνῃ δικαίως διεξάγοντι πάντα. [194] Ἀποδεξάμενος δὲ καὶ τοῦτον τὸν ἕτερον ἠρώτα Πῶς ἂν φοβερὸς εἴη τοῖς ἐχθροῖς; ὁ δὲ εἶπεν Εἰ τῇ τῶν ὅπλων καὶ δυνάμεων παρασκευῇ πολλῇ χρώμενος {εἰδείη} ταῦτα ὄντα κενὰ ἐπὶ πλείονα χρόνον πρὸς τὸ συμπέρασμα δρᾷ τι· καὶ γὰρ ὁ θεὸς διδοὺς ἀνοχὰς καὶ ἐνδεικνύμενος τὸν τῆς δυναστείας φόβον ἐγκατασκευάζει πάσῃ διανοίᾳ. [195] E Καὶ τοῦτον δὲ ἐπαινέσας εἶπε πρὸς τὸν ἐχόμενον Τί κάλλιστον αὐτῷ πρὸς τὸ ζῇν ἂν εἴη; κἀκεῖνος ἔφη Τὸ γινώσκειν ὅτι θεὸς δυναστεύει τῶν ἁπάντων, καὶ ἐπὶ τῶν καλλίστων πράσεων οὐκ αὐτοὶ κατευθύνομεν τὰ βουλευθέντα· θεὸς δὲ τελειοῖ τὰ πάντων καὶ καθηγεῖται δυναστεύων. [196] Ἐπιφωνήσας δὲ καὶ τούτῳ καλῶς λέγειν τὸν ἕτερον ἠρώτα Πῶς ἂν ἀκέραια συντηρήσας ἅπαντα τοῖς ἐγγόνοις τὴν αὐτὴν παραδιδοῖ διάθεσιν ἐπὶ τέλει; ὁ δὲ εἶπεν Εὐχόμενος ἀεὶ πρὸς τὸν θεὸν ἀγαθὰς ἐπινοίας λαμβάνειν πρὸς τὰ μέλλοντα πράσσεσθαι, καὶ τοῖς ἐγγόνοις παρακελευόμενος μὴ ἐκπλήττεσθαι τῇ δόξῃ μηδὲ τῷ πλούτῴ θεὸν γὰρ εἶναι τὸν χαριζόμενον ταῦτα, καὶ οὐ δι᾽ ἑαυτοὺς ἔχει τὴν ὑπεροχὴν ἁπάντων. [197] Ἐπιμαρτυρήσας δὲ τούτοις τοῦ μετὰ ταῦτα ἐπυνθάνετο Πῶς ἂ τὰ συμβαίνοντα μετρίως φέροι; ἐκεῖνος δὲ ἔφησεν Εἰ πρόληψιν λαμβάνοις, ὅτι γέγοναν ὑπὸ τοῦ θεοῦ πάντες ἄνθρωποι μετασχεῖν τῶν μεγίστων κακῶν, ὡσαύτως δὲ καὶ ἀγαθῶν, καὶ οὐκ ἔστιν ἄνθρωπον ὄντα τούτων ἀμιγῆ γενέσθαι· ὁ θεὸς δὲ τὴν εὐψυχίαν δίδωσιν, ὃν ἱκετεύειν ἀναγκαῖον. [198] Φιλοφρονηθεὶς δὲ καὶ τοῦτον καλῶς εἶπεν ἅπαντας ἀποφαίνεσθαι· ἐπερωτήσας δὲ ἔτι ἕνα καταλήξω τὸ νῦν ἔχον, ἵνα καὶ πρὸς τὸ τέρπεσθαι τραπέντες ἡδέως διεξάγωμεν. ἐν δὲ ταῖς μετὰ ταῦτα ἓξ ἑξῆς ἡμέραις καὶ παρὰ τῶν λοιπῶν ἑξῆς μαθήσομαί τι πλέον. [199] εἶτ᾽ ἐπηρώτα τὸν ἄνδρα Τί πέρας ἀνδρείας ἐστίν; ὁ δὲ εἶπεν Εἰ τὸ βουλευθὲν ὀρθῶς ἐν ταῖς τῶν κινδύνων πράξεσιν ἐπιτελοῖτο κατὰ πρόθεσιν. τελειοῦται δὲ ὑπὸ τοῦ θεοῦ πάντα σοι καλῶς βουλευομένῳ, βασιλεῦ, συμφερόντως. [200] E Ἐπιφωνησάντων δὲ πάντων καὶ κρότῳ σημηναμένων πρὸς τοὺς φιλοσόφους εἶπεν ὁ βασιλεὺς (οὐκ ὀλίγοι γὰρ παρῆσαν τούτοις) Οἴομαι διαφέρειν τοὺς ἄνδρας ἀρετῇ καὶ συνιέναι πλεῖον, οἵτινες ἐκ τοῦ καιροῦ τοιαύτας ἐρωτήσεις λαμβάνοντες, ὡς δέον ἐστὶν ἀποκέκρινται, πάντες ἀπὸ θεοῦ τοῦ λόγου τὴν καταρχὴν ποιούμενοι. [201] Μενέδημος δὲ ὁ Ἐρετριεὺς φιλόσοφος εἶπε Ναί, βασιλεῦ· προνοίᾳ γὰρ τῶν ὅλων διοικουμένων, καὶ ὑπειληφότων ὀρθῶς τοῦτο, ὅτι θεόκτιστόν ἐστιν ἄνθρωπος, ἀκολουθεῖ πᾶσαν δυναστείαν καὶ λόγου καλλονὴν ἀπὸ θεοῦ κατάρχεσθαι. [202] τοῦ δὲ βασιλέως ἐπινεύσαντος τὰ περὶ τούτων ἔληξεν, ἐτράπησαν δὲ πρὸς εὐφροσύνην. ἐπιλαβούσης δὲ τῆς ἑσπέρας τὸ συμπόσιον ἐλύθη. [203] Τῇ δὲ μετὰ ταῦτα πάλιν κατὰ τὴν αὐτὴν διάταξιν τὰ τῆς ἀναπτώσεως καὶ συμποσίας ἐπετελεῖτο. καθὸ δὲ ἐνόμιζεν ὁ βασιλεὺς εὔκαιρον εἶναι πρὸς τὸ πυνθάνεσθαί τι τῶν ἀνδρῶν, ἐπηρώτα τοὺς ἑξῆς τῶν ἀποκεκριμένων τῇ προτέρᾳ ἡμέρᾳ. [204] πρὸς τὸν ἑνδέκατον δὲ ἤρξατο τὴν κοινολογίαν ποιεῖσθαι· δέκα γὰρ ἦσαν οἱ ἠρωτημένοι τῇ προτέρᾳ. σιγῆς δὲ γενομένης ἐπυνθάνετο Πῶς ἂν πλούσιος διαμένοι; [205] E βραχὺ δὲ ἐπισχὼν ὁ τὴν ἐρώτησιν ἐκδεχόμενος εἶπεν Εἰ μηδὲν ἀνάξιον τῆς ἀχῆς μηδὲ ἀσελγὲς πράσσοι, μηδὲ δαπάνῃ εἰς τὰ κενὰ καὶ μάταια συντελοῖ, τοὺς {δὲ} ὑποτεταγμένους εὐεργεσίᾳ πρὸς εὔνοιαν ἄγοι τὴν ἑαυτοῦ· καὶ γὰρ ὁ θεὸς πᾶσιν αἴτιος ἀγαθῶν ἐστιν, ᾧ κατακολουθεῖν ἀναγκαῖον. [206] Ἐπαινέσας δὲ ὁ βασιλεὺς τοῦτον ἕτερον ἐπηρώτα Πῶς ἂν τὴν ἀλήθειαν διατηροῖ; ὁ δὲ πρὸς τοῦτο ἀπεκρίθη Γινώσκων ὅτι μεγάλην αἰσχύνην ἐπιφέρει τὸ ψεῦδος πᾶσιν ἀνθρώποις, πολλῷ δὲ μᾶλλον τοῖς βασιλεῦσιν· ἐξουσίαν γὰρ ἔχοντες ὃ βούλονται πράσσειν, τίνος ἕνεκεν ἂν ψεύσαιντο; προσλαμβάνειν δὲ δεῖ τοῦτό σε, βασιλεῦ, διότι φιλαλήθης ὁ θεός ἐστιν. [207] Ἀποδεξάμενος δὲ εὖ μάλα καὶ τοῦτον ἐπιβλέψας εἶπεν Τί ἐστι σοφίας διδαχή; ὁ δὲ ἕτερος ἀπεφήνατο Καθὼς οὐ βούλει σεαυτῷ τὰ κακὰ παρεῖναι, μέτοχος δὲ τῶν ἀγαθῶν ὑπάρχειν ἁπάντων, εἰ πράσσοις τοῦτο πρὸς τοὺς ὑποτεταγμένους καὶ τοὺς ἁμαρτάνοντας, εἰ τοὺς καλοὺς καὶ ἀγαθοὺς τῶν ἀνθρώπων ἐπιεικέστερον νουθετοῖς· καὶ γὰρ ὁ θεὸς τοὺς ἀνθρώπους ἅπαντας ἐπιεικείᾳ ἄγει. [208] Ἐπαινέσας αὐτὸν τῷ μετ᾽ αὐτὸν εἶπε Πῶς ἂν φιλάνθρωπος εἴη; κἀκεῖνος ἔφη Θεωρῶν ὡς ἐν πολλῷ χρόνῳ καὶ κακοπαθείαις μεγίσταις αὔξει τε καὶ γεννᾶται τὸ τῶν ἀνθρώπων γένος· ὅθεν οὔτε εὐκόπως δεῖ κολάζειν, οὔτε αἰκίαις περιβάλλειν· γινώσκων ὅτι τὸ τῶν ἀνθρώπων ζῇν ἐν ὀδύναις τε καὶ τιμωρίαις καθέστηκεν. ἐπινοῶν οὖν ἕκαστα πρὸς τὸν ἔλεον τραπήσᾐ καὶ γὰρ ὁ θεὸς ἐλεήμων ἐστιν. [209] Ἀποδεξάμενος δὲ τοῦτον ἐπυνθάνετο τοῦ κατὰ τὸ ἑξῆς Τίς ἀναγκαιότατος τρόπος βασιλείας; Τὸ συντηρεῖν, εἶπεν, αὑτὸν ἀδωροδόκητον, καὶ νήφειν τὸ πλεῖον μέρος τοῦ βίου, καὶ δικαιοσύνην προτιμᾷν καὶ τοὺς τοιούτους φιλοποιεῖσθαι· καὶ γὰρ ὁ θεὸς φιλοδίκαιός ἐστιν. [210] E Ἐπισημήνας καὶ τοῦτον πρὸς τὸν ἕτερον εἶπε Τί τὸ τῆς εὐσεβείας ἐστὶ κατάστημα; ἐκεῖνος δὲ ἔφη Τὸ διαλαμβάνειν ὅτι πάντα διὰ παντὸς ὁ θεὸς ἐνεργεῖ καὶ γινώσκει, καὶ οὐθὲν ἂν λάθοι ἄδικον ποιήσας ἢ κακὸν ἐργασάμενος ἄνθρωπος· ὡς γὰρ θεὸς εὐεργετεῖ τὸν ὅλον κόσμον, οὕτως καὶ σὺ μιμούμενος ἀπρόσκοπος ἂν εἴης. [211] Ἐπιφωνήσας δὲ τούτῳ πρὸς τὸν ἕτερον εἶπε Τίς ὄρος τοῦ βασιλεύειν ἐστίν; ὁ δὲ ἔφη Τὸ καλῶς ἄρχειν ἑαυτοῦ, καὶ μὴ τῷ πλούτῳ καὶ τῇ δόξῃ φερόμενον ὑπερήφανον καὶ ἄσχημόν τι ἐπιθυμῆσαι, εἰ καλῶς λογίζοιο. πάντα γάρ σοι πάρεστιν ὡς οὐδέν. ὁ θεὸς δὲ ἀπροσδεής ἐστι καὶ ἐπιεικής. καὶ σὺ καθόσον ἄνθρωπος ἐννόει, καὶ μὴ πολλῶν ὀρέγου, τῶν δὲ ἱκανῶν πρὸς τὸ βασιλεύειν. [212] Κατεπαινέσας δὲ αὐτόν, ἐπηρώτα τὸν ἕτερον Πῶς ἂν τὰ κάλλιστα διαλογίζοιτο; ἀπεκρίθη δὲ ἐκεῖνος Εἰ τὸ δίκαιον ἐπὶ παντὸς προβάλλοι συνεχῶς, καὶ νομίζοι τὴν ἀδικίαν τοῦ ζῇν στέρησιν εἶναι· καὶ γὰρ ὁ θεὸς διὰ παντὸς τοῖς δικαίοις ἀγαθὰ προσημαίνει μέγιστα. [213] Τοῦτον δὲ ἐπαινέσας εἶπε πρὸς τὸν ἑξῆς Πῶς ἂν ἐν τοῖς ὕπνοις ἀτάραχος εἴη; ὁ δὲ ἔφη Δυσαπολόγητον ἠρώτηκας πρᾶγμα. συναναφέρειν γὰρ οὐ δυνάμεθα ἐν τούτοις τοῖς κατὰ τὸν ὕπνον ἑαυτούς, ἀλλὰ περιεχόμεθα ἀλογίστῳ κατὰ {τάδε} αἰσθήσει. [214] πάσχομεν γὰρ κατὰ τὴν ψυχὴν ἐπὶ τοῖς ὑποπίπτουσιν ὡς θεωρουμένους· ἀλογιστοῦμεν δέ, καθόσον ὑπολαμβάνομεν καὶ ἐπὶ πέλαγος καὶ ἐν πλοίοις ἢ πολεῖν, ἢ πέτασθαι φερομένους καὶ διαίρειν εἰς ἑτέρους τόπους, καὶ τοιαῦτα ἕτερα, καὶ ὁ ταῦθ᾽ ὑπολαμβάνων μὴ καθεστάναι. [215] E πλὴν ὅσον ἔμοιγε ἐφικτόν, οὕτω διείληφα· κατὰ πάντα τρόπον σέ, βασιλεῦ, καὶ τὰ λεγόμενα καὶ τὰ πραττόμενα πρὸς εὐσέβειαν ἐπανάγειν, οὕτως {ἑαυτῷ} συνιστορῇς, ὅτι τὸ κατ᾽ ἀρετὴν συντηρῶν οὔτε χαρίζεσθαι προαιρῇ παρὰ λόγον, οὐδὲ ἐξουσίᾳ χρώμενος τὸ δίκαιον αἴρεις. [216] ἐπὶ πλεῖον γάρ, ἐν οἷς ἕκαστος πράγμασιν ἐγρηγορὼς τὴν διαγωγὴν ποιεῖται, καὶ καθ᾽ ὕπνον ἐν τοῖς αὐτοῖς ἡ διάνοια τὴν ἀναστροφὴν ἔχει, ὡς δὲ πάντα διαλογισμὸν καὶ πρᾶξιν ἐπὶ τὰ κάλλιστα τρεπομένην κατευθύνει καὶ ἐγρηγορὼς καὶ ἐν ὕπνῳ. διὸ καὶ περὶ σὲ διὰ παντός ἐστιν εὐστάθεια. [217] Κατευφημήσας δὲ καὶ τοῦτον εἶπε πρὸς τὸν ἕτερον Ἐπεὶ σὺ δέκατος τὴν ἀπόκρισιν ἔχεις, ὡς ἂν ἀποφήνῃ, πρὸς τὸ δεῖπνον τραπησόμεθα. [218] ἠρώτα δέ Πῶς ἂν μηδὲν ἀνάξιον ἑαυτῶν πράσσοιμεν; ὁ δὲ εἶπεν Ἐπίβλεπε διὰ παντὸς εἰς τὴν σεαυτοῦ δόξαν καὶ τὴν ὑπεροχήν, ἵνα τούτοις ἀκόλουθα καὶ λέγῃς καὶ διανοῇ, γινώσκων ὅτι πάντες ὧν ἄρχεις περὶ σοῦ καὶ διανοοῦνται καὶ λαλοῦσιν. [219] οὐ γὰρ ἐλάχιστόν σε δεῖ τῶν ὑποκριτῶν φαίνεσθαι· τὸ γὰρ πρόσωπον, {ὃ δέον αὐτοῖς} ἐστιν ὑποκρίνεσθαι, τοῦτο συνθεωροῦντες ἀκόλουθα πάντα πράσσουσι· σὺ δὲ οὐχ ὑπόκρισιν ἔχεις, ἀλλ᾽ ἀληθῶς βασιλεύεις, θεοῦ δόντος σοι καταξίως τῶν τρόπων τὴν ἡγεμονίαν. [220] E Τοῦ δὲ βασιλέως εὖ μάλα συγκροτήσαντος μετὰ φιλοφροσύνης ἐπὶ πλείονα χρόνον, τοὺς ἀνθρώπους καθυπνοῦν παρεκάλουν. καὶ τὰ μὲν πρὸς τούτους ὡς ἔληξεν, ἐπὶ τὴν ἑξῆς ἐτράπησαν τῆς συμποσίας διάταξιν. [221] Τῇ δὲ ἐχομένῃ, τῆς αὐτῆς διατάξεως γενηθείσης, ὅτε καιρὸν ὑπελάμβανεν ὁ βασιλεὺς εἶναι τοῦ πυνθάνεσθαί τι τῶν ἀνδρῶν, ἠρώτα τὸν πρῶτον τῶν ἀπολιπόντων πρὸς τὴν ἑξῆς ἐρώτησιν Τίς ἐστιν ἀρχὴ κρατίστη; [222] ἐκεῖνος δὲ ἔφη Τὸ κρατεῖν ἑαυτοῦ καὶ μὴ συγκαταφέρεσθαι ταῖς ὁρμαῖς. πᾶσι γὰρ ἀνθρώποις φυσικὸν εἶναι τὸ πρός τι τὴν διάνοιαν ῥέπειν· [223] τοῖς μὲν οἶν πολλοῖς ἐπὶ τὰ βρωτὰ καὶ ποτὰ καὶ τὰς ἡδονὰς εἰκός ἐστι κεκλίσθαι, τοῖς δὲ βασιλεῦσιν ἐπὶ χώρας κατάκτησιν, κατὰ τὸ τῆς δόξης μέγεθος· πλὴν ἐν πᾶσι μετριότης καλόν. ἃ δὲ ὁ θεὸς δίδωσι, ταῦτα λαμβάνων σύνεχε· τῶν δ᾽ ἀνεφίκτων μὴ ἐπιθύμει. [224] Τοῖς δὲ ῥηθεῖσιν ἀρεσθεὶς πρὸς τὸν ἐχόμενον εἶπε Πῶς ἂν ἐκτὸς εἴη φθόνου; διαλιπὼν δὲ ἐκεῖνος ἔφη Πρῶτον εἰ νοήσαι, ὅτι ὁ θεὸς πᾶσι μερίζει δόξαν τε καὶ πλούτου μέγεθος τοῖς βασιλεῦσι, καὶ οὐδεὶς περὶ ἑαυτόν ἐστι βασιλεύς· πάντες γὰρ θέλουσι μετασχεῖν ταύτης τῆς δόξης, ἀλλ᾽ οὐ δύνανται· θεοῦ γάρ ἐστι δόμα. [225] E Ἐπαινέσας δὲ τὸν ἄνδρα διὰ πλειόνων ἐπηρώτα τὸν ἕτερον Πῶς ἂν καταφρονοίη τῶν ἐχθρῶν; ὁ δὲ εἶπεν Ἠσκηκὼς πρὸς πάντας ἀνθρώπους εὔνοιαν καὶ κατεργασάμενος φιλίας, λόγον οὐθενὸς ἂν ἔχοις· τὸ δὲ κεχαριτῶσθαι πρὸς πάντας ἀνθρώπους καὶ καλὸν δῶρον εἰληφέναι παρὰ θεοῦ τοῦτ᾽ ἔστι κράτιστον. [226] Συναινέσας δὲ τούτοις τὸν ἑξῆς ἐκέλευσεν ἀποκριθῆναι, πρὸς αὐτὸν εἰπών Πῶς ἂν δοξαζόμενος διαμένοι; εἶπε δὲ Τῇ προθυμίᾳ καὶ ταῖς χάρισι πρὸς τοὺς ἄλλους μεταδοτικὸς ὢν καὶ μεγαλομερὴς οὐδέποτ᾽ ἂν ἀπολίποι δόξης· ἵνα δὲ τὰ προειρημένα σοι διαμένῃ, τὸν θεὸν ἐπικαλοῦ διὰ παντός. [227] Εὐφημήσας δὲ τοῦτον ἕτερον ἠρώτα Πῶς τινα δεῖ φιλότιμον εἶναι; ἐκεῖνος δὲ ἔφη Πρὸς τοὺς φιλικῶς ἔχοντας ἡμῖν οἴονται πάντες ὅτι πρὸς τούτους δέον· ἐγὼ δ᾽ ὑπολαμβάνω, πρὸς τοὺς ἀντιδοξοῦντας φιλοτιμίαν δεῖν χαριστικὴν ἔχειν, ἵνα τούτῳ τῷ τρόπῳ μετάγωμεν αὐτοὺς ἐπὶ τὸ καθῆκον καὶ συμφέρον ἑαυτοῖς. δεῖ δὲ τὸν θεὸν λιτανεύειν, ἵνα ταῦτ᾽ ἐπιτελῆται· τὰς γὰρ ἁπάντων διανοίας κρατεῖ. [228] Συνομολογήσας δὲ τούτοις τὴν ἕκτον ἐκέλευσεν ἀποφήνασθαι πυνθανόμενος Τίσι δεῖ χαρίζεσθαι; ἐκεῖνος δ᾽ ἀπεκρίθη Γονεῦσι διὰ παντός, καὶ γὰρ ὁ θεὸς πεποίηται ἐντολὴν μεγίστην περὶ τῆς τῶν γονέων τιμῆς. ἑπομένως δὲ τὴν τῶν φίλων ἐγκρίνει διάθεσιν, προσονομάσας ἴσον τῇ ψυχῇ τὸν φίλον. σὺ δὲ καλῶς ποιεῖς ἅπαντας ἀνθρώπους εἰς φιλίαν πρὸς ἑαυτὸν καθιστῶν. [229] Παρακαλέσας δὲ καὶ τοῦτον ἐπυνθάνετο καὶ τοῦ μετέπειτα Τί καλλονῆς ἄξιόν ἐστιν; ὁ δὲ εἶπεν Εὐσέβεια. καὶ γὰρ αὕτη καλλονή τίς ἐστι πρωτεύουσα. τὸ δὲ δυνατὸν αὐτῆς ἐστιν ἀγάπη· αὕτη γὰρ θεοῦ δόσις ἐστιν· ἣν καὶ σὺ κέκτησαι πάντα περιέχων ἐν αὐτῇ τὰ ἀγαθά. [230] E Λίαν δὲ φιλοφρόνως ἐπικροτήσας εἶπε πρὸς ἕτερον Πῶς ἂν πταίσας πάλιν τῆς αὐτῆς κρατήσαι δόξης; ὁ δὲ ἔφη Σὲ μὲν οὐ δυνατόν ἐστι πταῖσαι, πᾶσι γὰρ χάριτας ἔσπαρκας, αἳ βλαστάνουσιν εὔνοιαν, ἣ τὰ μέγιστα τῶν ὅπλων κατισχύουσα περιλαμβάνει τὴν μεγίστην ἀσφάλειαν· [231] εἰ δέ τινες πταίουσιν, ἐφ᾽ οἷς πταίουσιν, οὐκέτι χρὴ ταῦτα πράσσειν, ἀλλὰ φιλίαν κατακτησαμένους δικαιοπραγεῖν. θεοῦ δὲ δῶρον ἀγαθῶν ἐργάτην εἶναι καὶ μὴ τῶν ἐναντίων. [232] Συναρεσθεὶς δὲ τούτοις πρὸς τὸν ἕτερον εἶπε Πῶς ἂν ἐκτὸς γένοιτο λύπης; ὁ δὲ ἔφησεν Εἰ μηδένα βλάπτοι, πάντες δὲ ὠφελοῖ, τῇ δικαιοσύνῃ κατακολουθῶν· τοὺς γὰρ ἀπ᾽ αὐτῆς καρποὺς ἀλυπίαν κατασκευάζειν. [233] ἱκετεύειν δὲ τὸν θεόν, ἵνα μὴ τὰ παρὰ τὴν προαίρεσιν ἡμῶν ἀνακύπτοντα βλάπτῃ, λέγω δὴ οἷον θάνατοί τε καὶ νόσοι καὶ λῦπαι καὶ τὰ τοιαῦτα. {αὐτῷ} δὲ σοὶ εὐσεβεῖ καθεστῶτι τούτων οὐδὲν ἂν προσέλθοι. [234] Καλῶς δὲ καὶ τοῦτον ἐπαινέσας τὸν δέκατον ἠρώτα Τί μέγιστόν ἐστι δόξης; ὁ δὲ εἶπε Τὸ τιμᾷν τὸν θεόν· τοῦτο δ᾽ ἐστὶν οὐ δώροις οὐδὲ θυσίαις, ἀλλὰ ψυχῆς καθαρότητι καὶ διαλήψεως ὁσίας, καθὼς ὑπὸ τοῦ θεοῦ πάντα κατασκευάζεται καὶ διοικεῖται κατὰ τὴν αὐτοῦ βούλησιν· ἣν καὶ σὺ διατελεῖς ἔχων γνώμην, ᾗ πάρεστι σημειοῦσθαι πᾶσιν ἐκ τῶν ὑπὸ σοῦ συντετελεσμένων καὶ συντελουμένων. [235] E Μετὰ μείζονος δὲ φωνῆς πάντας αὐτοὺς ὁ βασιλεὺς ἠσπάζετο καὶ παρεκάλει, συνεπιφωνούντων τῶν παρόντων, μάλιστα δὲ τῶν φιλοσόφων. καὶ γὰρ ταῖς ἀγωγαῖς καὶ τῷ λόγῳ πολὺ προέχοντες αὐτῶν ἦσαν, ὡς ἂν ἀπὸ θεοῦ τὴν καταρχὴν ποιούμενοι. μετὰ δὲ ταῦτα ὁ βασιλεὺς εἰς τὸ φιλοφρονεῖσθαι προῆλθε διὰ τῶν προπόσεων. [236] Τῇ δὲ ἐπιούσῃ κατὰ τὰ αὐτὰ τῆς διατάξεως τοῦ συμποσίου γενομένης, καθὼς εὔκαιρον ἐγένετο τῷ βασιλεῖ, τοὺς ἑξῆς ἐρώτα τῶν προαποκεκριμένων, εἶπε δὲ τῷ πρώτῳ Τὸ φρονεῖν εἰ διδακτόν ἐστιν; ὃς δ᾽ εἶπε Ψυχῆς ἐστιν κατασκευὴ διὰ θείας δυνάμεως ἐπιδέχεσθαι πᾶν τὸ καλόν, ἀποστρέφεσθαι δὲ τἀναντία. [237] Συνομολογήσας δὲ τὸν ἐχόμενον ἠρώτα Τί πρὸς ὑγείαν μάλιστα συντείνει; ἐκεῖνος δὲ ἔφη Σωφροσύνη· ταύτης δὲ οὐκ ἔστι τυχεῖν, ἐὰν μὴ θεὸς κατασκευάσῃ τὴν διάνοιαν εἰς τοῦτο. [238] Παρακαλέσας δὲ τοῦτον πρὸς τὸν ἕτερον ἔφη Πῶς ἂν γονεῦσι τὰς ἀξίας ἀποδῴη χάριτας; ὃς δὲ εἶπε Μηδὲν αὐτοὺς λυπήσας· τοῦτο δ᾽ οὐκ ἔστιν, εἰ μὴ θεὸς τῆς διανοίας ἡγεμὼν γένοιτο πρὸς τὰ κάλλιστα. [239] Προσεπινεύσας δὲ τούτῳ τὸν ἑξῆς ἠρώτα Πῶς ἂν φιλήκοος εἴη; ἐκεῖνος δὲ εἶπε Διαλαμβάνων ὅτι πάντα συμφέρει γινώσκειν, ὅπως ἂν πρὸς τὰ συμβαίνοντα ἐκλεγόμενός τι τῶν ἠκροαμένων ἀνθυποτιθεὶς πρὸς τὰ τῶν καιρῶν ἂν ἀντιπράσσηται, σὺν χειραγωγίᾳ θεοῦ· τοῦτο δ᾽ ἐστίν, αἱ τῶν πράξεων τελειώσεις ὑπ᾽ αὐτοῦ. [240] E Τοῦτον δὲ ἐπαινέσας πρὸς τὸν ἕτερον εἶπε Πῶς ἂν μηθὲν παράνομον πράσσοι; πρὸς τοῦτο ἔφησε Γινώσκων ὅτι τὰς ἐπινοίας ὁ θεὸς ἔδωκε τοῖς νομοθετήσασι πρὸς τὸ σώζεσθαι τοὺς βίους τῶν ἀνθρώπων, ἀκόλουθος εἴης ἂν αὐτοῖς. [241] Ἀποδεξάμενος δὲ αὐτὸν πρὸς ἕτερον εἶπε Τίς ὠφέλεια συγγενείας ἐστίν; ὁ δὲ ἀπεφήνατο Ἐὰν τοῖς συμβαίνουσι νομίζωμεν ἀτυχοῦσιν μὲν ἐλαττοῦσθαι, καὶ κακοπαθῶμεν ὡς αὐτοί, φαίνεται τὸ συγγενὲς ὅσον ἰσχῦόν ἐστι- [242] τελουμένων δὲ τούτων καὶ δόξα καὶ προκοπὴ παρὰ τοῖς τοιούτοις ὑπάρξει· τὸ γὰρ συνεργὲς εὐνόως γινόμενον ὡς ἐξ ἑαυτοῦ ἀδιάλυτον πρὸς ἅπαντα- μετὰ δὲ εὐημερίας, μηδὲν προσδεῖσθαι τῶν ἐκεῖνων· ἀλλὰ δέον {θεὸν} ἱκετεύειν, πάντα ἀγαθοποιεῖν. [243] Ὡσαύτως δὲ ἐκεῖνοις ἀποδεξάμενος αὐτὸν ἄλλον ἠρώτα Πῶς ἀφοβία γίνεται; εἶπε δέ Συνιστορούσης τῆς διανοίας μηδὲν κακὸν πεπραχέναι, θεοῦ κατευθύνοντος εἰς τὸ καλῶς ἅπαντα βουλεύεσθαι. [244] Τούτῳ δὲ ἐπιφωνήσας πρὸς ἄλλον εἶπε Πῶς ἂν προχείρως ἔχοι τὸν ὀρθὸν λόγον; ὁ δὲ εἶπεν Εἰ τὰ τῶν ἀνθρώπων ἀτυχήματα διὰ παντὸς ἐπιβλέποι· γινώσκων ὅτι ὁ θεὸς ἀφαιρεῖται τὰς εὐημερίας, ἑτέρους δὲ δοξάζων εἰς τὸ τιμᾶσθαι προάγει. [245] E Καλῶς δὲ καὶ τοῦτον ἀποδεξάμενος τὸν ἑξῆς ἀποκριθῆναι παρεκάλει Πῶς ἂν μὴ εἰς ῥᾳθυμίαν, μηδὲ ἐπὶ τὰς ἡδονὰς τρέποιτο; ὁ δὲ Προχείρως ἔχων, εἶπεν, ὅτι μεγάλης βασιλείας κατάρχει καὶ πολλῶν ὄχλων ἀφηγεῖται, καὶ οὐ δεῖ περὶ ἕτερόν τι τὴν διάνοιαν εἶναι, τῆς δὲ τούτων ἐπιμελείας φροντίζειν· θεὸν δὲ ἀξιοῦν, ὅπως μηθὲν ἐλλίπῃ τῶν καθηκόντων. [246] Ἐπαινέσας δὲ καὶ τοῦτον τὸν δέκατον {ἠρώτα Πῶς ἂν ἐπιγινώσκοι} τοὺς δόλῳ τινὶ πρὸς αὐτὸν πράσσοντας; ὁ δὲ ἀπεφήνατο πρὸς τοῦτο Εἰ παρατηροῖτο τὴν ἀγωγὴν ἐλευθέριον οὖσαν, καὶ τὴν εὐταξίαν διαμένουσαν ἐν τοῖς ἀσπασμοῖς καὶ συμβουλίαις καὶ τῇ λοιπῇ συναναστροφῇ τῶν σὺν αὐτῷ, καὶ μηθὲν ὑπερτείνοντας τοῦ δέοντος ἐν ταῖς φιλοφρονήσεσι καὶ τοῖς λοιποῖς τοῖς κατὰ τὴν ἀγωγήν. [247] θεὸς δὲ τὴν διάνοιαν {ἄξει} σοι, βασιλεῦ, πρὸς τὰ κάλλιστα. Συγκροτήσας πάντας τ᾽ ἐπαινέσας κατ᾽ ὄνομα, καὶ τῶν παρόντων ταὐτὰ ποιούντων, ἐπὶ τὸ μέλπειν ἐτράπησαν. [248] Τῇ δὲ ἐχομένῃ τὸν καιρὸν λαβὼν ἐπηρώτα τὸν ἑξῆς Τίς ἐστιν ἀμέλεια μεγίστη; πρὸς τοῦτ᾽ ἔφη Εἰ τέκνων ἄφροντίς τις εἴη, καὶ μὴ κατὰ πάντα τρόπον ἀγαγεῖν {σπεύδοι}· εὐχόμεθα γὰρ ἀεὶ πρὸς τὸν θεόν, οὐχ οὕτως περὶ ἑαυτῶν ὡς περὶ τῶν ἐγγόνων, ἵνα παρῇ πάντα αὐτοῖς τὰ ἀγαθά. τὸ δὲ ἐπιδεῖσθαι παιδία σωφροσύνης μετασχεῖν, θεοῦ δυνάμει τοῦτο γίνεται. [249] Φήσας δὲ εὐλογεῖν ἄλλον ἠρώτα Πῶς ἂν φιλόπατρις εἴη; Προτιθέμενος, εἶπεν, ὅτι καλὸν ἐν ἰδίᾳ καὶ ζῇν καὶ τελευτᾷν. ἡ δὲ ξενία τοῖς μὲν πένησι καταφρόνησιν ἐργάζεται, τοῖς δὲ πλουσίοις ὄνειδος, ὡς διὰ κακίαν ἐκπεπτωκόσιν. εὐεργετῶν οὖν ἅπαντας, καθὼς συνεχῶς τοῦτ᾽ ἐπιτελεῖς, θεοῦ διδόντος σοὶ πρὸς πάντα χάριν, φιλόπατρις φανήσῃ. [250] E Τούτου δὲ ἀκούσας τοῦ κατὰ τὸ ἑξῆς ἐπυνθάνετο Πῶς {ἂν} ἁρμόσαι γυναικί; {Γινώσκων} ὅτι μὲν θρασύ ἐστιν, ἔφη, τὸ θῆλυ γένος, καὶ δραστικὸν ἐφ᾽ ὃ βούλεται πρᾶγμα, καὶ μεταπῖπτον εὐκόπως διὰ παραλογισμοῦ, καὶ τῇ φύσει κατεσκεύασται ἀσθενές· δέον δ᾽ ἐστὶ κατὰ τὸ ὑγιὲς χρῆσθαι, καὶ μὴ πρὸς ἔριν ἀντιπράσσειν. [251] κατορθοῦται γὰρ βίος, ὅταν ὁ κυβερνῶν εἰδῇ, πρὸς τίνα σκοπὸν δεῖ τὴν διέξοδον ποιεῖσθαι. θεοῦ δ᾽ ἐπικλήσει καὶ βίος κυβερνᾶται κατὰ πάντα. [252] Συνανθομολογησάμενος δὲ τούτῳ τὸν ἑξῆς ἠρώτα Πῶς {ἂν} ἀναμάρτητος εἴη; ὁ δὲ ἔφησεν Ὡς ἅπαντα πράσσων καὶ μετὰ διαλογισμοῦ καὶ μὴ πειθόμενος διαβολαῖς, ἀλλ᾽ αὐτὸς ὢν δοκιμαστὴς τῶν λεγομένων καὶ κρίσει κατευθύνων τὰ τῶν ἐντεύξεων καὶ διὰ κρίσεως ἐπιτελῶν ταῦτα ἀναμάρτητος, ἔφησεν, ἂν εἴης, ὦ βασιλεῦ. τὸ δ᾽ ἐπινοεῖν ταῦτα καὶ ἐν τούτοις ἀναστρέφεσθαι θείας δυνάμεώς ἐστιν ἔργον. [253] Διαχυθεὶς δὲ τοῖς εἰρημένοις τὸν ἕτερον ἠρώτα Πῶς ἂν ἐκτὸς θυμοῦ γένοιτο; πρὸς τοῦτ᾽ εἶπε Γινώσκων ὅτι πάντων ἐξουσίαν ἔχει, καί, εἰ χρήσαιτο θυμῷ, θάνατον ἐπιφέρει· ὅπερ ἀνωφελὲς καὶ ἀλγεινόν ἐστιν, εἰ τὸ ζῇν ἀφελεῖται πολλῶν, διὰ τὸ κύριον εἶναι. πάντων δ᾽ ὑπηκόων ὄντων καὶ μηδενὸς ἐναντιουμένου, τίνος χάριν θυμωθήσεται; [254] γινώσκειν δὲ δεῖ, διότι θεὸς τὸν πάντα κόσμον διοικεῖ μετ᾽ εὐμενείας καὶ χωρὶς ὀργῆς ἁπάσης· τούτῳ δὲ κατακολουθεῖν ἀναγκαῖόν ἐστί σε, ἔφησεν, ὦ βασιλεῦ. [255] E Καλῶς δὲ ἀποκεκρίσθαι φήσας τοῦτον ἐπυνθάνετο τοῦ μετέπειτα Τί ἐστιν εὐβουλία; Τὸ καλῶς ἅπαντα πράσσειν, ἀπεφήνατο, μετὰ διαλογισμοῦ, κατὰ τὴν βουλὴν παρατιθέντα καὶ {τὰ} βλαβερὰ τῶν κατὰ τὸ ἐναντίον τοῦ λόγου διάστημα, ἵνα πρὸς ἕκαστον ἐπινοήσαντες ὦμεν εὖ βεβουλευμένοι, καὶ τὸ προτεθὲν ἡμῖν ἐπιτελῆται. τὸ δ᾽ αὖ κράτιστον, θεοῦ δυναστείᾳ πᾶν βούλευμα {τελείωσιν ἕξει} σοι τὴν εὐσέβειαν ἀσκοῦντι. [256] Κατωρθωκέναι δὲ καὶ τοῦτον εἰπὼν ἄλλον ἠρώτα Τί ἐστι φιλοσοφία; Τὸ καλῶς διαλογίζεσθαι πρὸς ἕκαστον τῶν συμβαινόντων, ἀπεφήνατο, καὶ μὴ ἐκφέρεσθαι ταῖς ὁρμαῖς, ἀλλὰ τὰς βλάβας καταμελετᾷν τὰς ἐκ τῶν ἐπιθυμιῶν ἐκβαινούσας, καὶ τὰ πρὸς τὸν καιρὸν πράσσειν δεόντως μετριοπαθῆ καθεστῶτα. ἵνα δ᾽ ἐπίστασιν τούτων λαμβάνωμεν, θεραπεύειν δεῖ τὸν θεόν. [257] Ἐπισημήνας δὲ καὶ τοῦτον ἕτερον ἠρώτα Πῶς ἂν ἀποδοχῆς {ἐν ξενιτείᾳ} τυγχάνοι; Πᾶσιν ἴσος γινόμενος, ἔφη, καὶ μᾶλλον ἥττων ἢ καθυπερέχων φαινόμενος πρὸς οὓς ξενιτεύει. κοινῶς γὰρ ὁ θεὸς τὸ ταπεινούμενον προσδέχεται κατὰ φύσιν, καὶ τὸ τῶν ἀνθρώπων γένος τοὺς ὑποτασσομένους φιλανθρωπεῖ. [258] Ἐπιμαρτυρήσας δὲ τούτοις ἄλλον ἠρώτα Πῶς {ἃ} ἂν κατασκευάσῃ καὶ μετὰ τοῦτο διαμένῃ; πρὸς τοῦτ᾽ εἶπεν Εἰ μεγάλα καὶ σεμνὰ ταῖς ποιήσεσιν ἐπιτελοῖ, πρὸς τὸ φείσασθαι τοὺς θεωροῦντας διὰ τὴν καλλονήν, καὶ μηθένα τῶν κατεργαζομένων τὰ τοιαῦτα παραπέμποι, μηδὲ τοὺς ἄλλους ἀμισθὶ συντελεῖν ἀναγκάζοι τὰ πρὸς τὴν χρείαν. [259] διανοούμενος γὰρ ὡς θεὸς πολυωρεῖ τὸ τῶν ἀνθρώπων γένος, χορηγῶν αὐτοῖς καὶ ὑγείαν καὶ εὐαισθησίαν καὶ τὰ λοιπά, καὶ αὐτὸς ἀκόλουθόν τι πράξει τῶν κακοπαθειῶν ἀποδιδοὺς τὴν ἀντάμειψιν. τὰ γὰρ ἐκ δικαιοσύνης τελούμενα, ταῦτα καὶ διαμένει. [260] E Εὖ δὲ καὶ τοῦτον εἰρηκέναι φήσας τὸν δέκατον ἠρώτα Τί ἐστι σοφίας καρπός; ὁ δὲ εἶπε Τὸ μὴ συνιστορεῖν ἑαυτῷ κακὸν πεπραχότι, τὸν δὲ βίον ἐν ἀληθείᾳ διεξάγειν. [261] ἐκ τούτων γὰρ κρατίστη χαρὰ καὶ ψυχῆς εὐστάθειά σοι γίνεται, μέγιστε βασιλεῦ, καὶ ἐλπίδες ἐπὶ θεῷ καλαὶ κρατοῦντί σοι τῆς ἀρχῆς εὐσεβῶς. Ὡς δὲ συνήκουσαν πάντες ἐπεφώνησαν σὺν κρότῳ πλείονι. καὶ μετὰ ταῦτα πρὸς τὸ προπιεῖν ὁ βασιλεὺς [λαμβάνειν] ἐτράπη, χαρᾷ πεπληρωμένος. [262] Τῇ δ᾽ ἑξῆς καθὼς πρότερον ἡ διάταξις ἦν τῶν κατὰ τὸν πότον ἐπιτελουμένων, καιροῦ δὲ γενομένου τοὺς ἀπολιπόντας ὁ βασιλεὺς ἐπηρώτα. πρὸς τὸν πρῶτον δὲ ἔφη Πῶς ἂν μὴ τραπείη τις εἰς ὑπερηφανίαν; [263] ἀπεκρίθη δὲ Εἰ τὴν ἰσότητα τηροῖ, καὶ παρ᾽ ἕκαστον ἑαυτὸν ὑπομιμνήσκοι, καθὼς ἄνθρωπος ὢν ἀνθρώπων ἡγεῖται. καὶ ὁ θεὸς τοὺς ὑπερηφάνους καθαιρεῖ, τοὺς δὲ ἐπιεικεῖς καὶ ταπεινοὺς ὑψοῖ. [264] Παρακαλέσας δὲ αὐτὸν τὸν ἑξῆς ἐπηρώτα Τίσι δεῖ συμβούλοις χρῆσθαι; τοῖς διὰ πολλῶν, ἔφη, πεπειραμένοις πραγμάτων καὶ τὴν εὔνοιαν συντηροῦσιν ἀκέραιον πρὸς αὐτὸν καὶ τῶν τρόπων ὅσοι μετέχουσιν αὐτῷ. θεοῦ ἐπιφάνεια γίνεται πρὸς τὰ τοιαῦτα τοῖς ἀξίοις. [265] E Ἐπαινέσας δὲ αὐτὸν ἄλλον ἠρώτα Τίς ἐστι βασιλεῖ κτῆσις ἀναγκαιοτάτη; Τῶν ὑποτεταγμένων φιλανθρωπία καὶ ἀγάπησις, ἀπεκρίνατο. διὰ γὰρ τούτων ἄλυτος εὐνοίας δεσμὸς γίνεται. τὸ δὲ γίνεσθαι κατὰ προαίρεσιν ταῦτα ὁ θεὸς ἐπιτελεῖ. [266] Κατεπαινέσας δὲ αὐτὸν ἑτέρου διεπυνθάνετο Τί πέρας ἐστὶ λόγου; κἀκεῖνος δὲ ἔφησε Τὸ πεῖσαι τὸν ἀντιλέγοντα, διὰ τῆς ὑποτεταγμένης τάξεως τὰς βλάβας ἐπιδεικνύντα· οὕτω γὰρ λήψῃ τὸν ἀκροατὴν οὐκ ἀντικείμενος, συγχρώμενος δὲ ἐπαίνῳ πρὸς τὸ πεῖσαι. θεοῦ δὲ ἐνεργείᾳ κατευθύνεται πειθώ. [267] Εὖ δὲ λέγειν φήσας αὐτὸν ἕτερον ἠρώτα Πῶς ἂν, παμμιγῶν ὄχλων ὄντων ἐν τῇ βασιλείᾳ, τούτοις {ἁρμόσαι}; Τὸ πρέπον ἑκάστῳ συνυποκρινόμενος, εἶπε, καθηγεμόνα λαμβάνων δικαιοσύνην· ὡς καὶ ποιεῖς θεοῦ σοι διδόντος εὖ λογίζεσθαι. [268] Φιλοφρονηθεὶς δὲ τούτῳ πρὸς τὸν ἕτερον εἶπεν Ἐπὶ τίσι δεῖ λυπεῖσθαι; πρὸς ταῦτα ἀπεκρίθη Τὰ συμβαίνοντα τοῖς φίλοις ὅταν θεωρῶμεν πολυχρόνια καὶ ἀνέκφευκτα γινόμενα. τελευτήσασι μὲν γὰρ καὶ κακῶν ἀπολελυμένοις οὐχ ὑπογράφει λύπην ὁ λόγος· ἀλλὰ ἐφ᾽ ἑαυτοὺς ἀναφέροντες καὶ τὸ πρὸς ἑαυτοὺς συμφέρον λυποῦνται πάντες ἄνθρωποι. τὸ δ᾽ ἐκφυγεῖν πᾶν κακὸν θεοῦ δυνάμει γίνεται. [269] Ὡς ἔδει δὲ φήσας αὐτὸν ἀποκρίνεσθαι πρὸς ἕτερον εἶπε Πῶς ἀδοξία γίνεται; ἐκεῖνος δὲ ἔφησεν Ὅταν ὑπερηφανία καθηγῆται καὶ θράσος ἄληκτον, ἀτιμασμὸς ἐπιφύεται καὶ δόξης ἀναίρεσις. θεὸς δὲ δόξης πάσης κυριεύει, ῥέπων οὗ βούλεται. [270] E Καὶ τούτῳ δ᾽ ἐπικυρώσας τὰ τῆς ἀποκρίσεως τὸν ἑξῆς ἠρώτα Τίσι δεῖ πιστεύειν ἑαυτόν; Τοῖς διὰ τὴν εὔνοιαν, εἶπε, συνοῦσί σοι, καὶ μὴ διὰ τὸν φόβον μηδὲ διὰ πολυωρίαν, ἐπανάγουσι πάντα πρὸς τὸ κερδαίνειν. τὸ μὲν γὰρ ἀγαπήσεως σημεῖον, τὸ δὲ δυσνοίας καὶ καιροτηρησίας· ὃς γὰρ ἐπὶ τὸ πλεονεκτεῖν {ὁρμᾶται} προδότης πέφυκε. σὺ δὲ πάντας εὐνόους ἔχεις θεοῦ σοι καλὴν βουλὴν διδόντος. [271] οφῶς δὲ αὐτὸν εἰπὼν ἀποκεκρίσθαι, ἑτέρῳ εἶπε Τί βασιλείαν διατηρεῖ; πρὸς τοῦτ᾽ ἔφη Μέριμνα καὶ φροντίς, ὡς οὐδὲν κακουργηθήσεται διὰ τῶν ἀποτεταγμένων εἰς τοὺς ὄχλους ταῖς χρείαις· καθὼς σὺ τοῦτο πράσσεις θεοῦ σοι τὴν σεμνὴν ἐπίνοιαν διδόντος. [272] Θαρσύνας δὲ τοῦτον ἕτερον ἐπηρώτα Τί διαφυλάσσει χάριτα καὶ τιμήν; ὁ δὲ εἶπεν Ἀρετή. καλῶν γὰρ ἔργων ἐστὶν ἐπιτέλεια, τὸ δὲ κακὸν ἀποτρίβεται· καθὼς σὺ διατηρεῖς τὴν πρὸς ἅπαντας καλοκἀγαθίαν παρὰ θεοῦ δῶρον τοῦτ᾽ ἔχων. [273] Κεχαρισμένως δὲ καὶ τοῦτον ἀποδεξάμενος τὸν ἑνδέκατον ἐπηρώτα (διὰ τὸ δύο πλεονάζειν τῶν ἑβδομήκοντα) Πῶς ἂν κατὰ ψυχὴν καὶ ἐν τοῖς πολέμοις εἰρηνικῶς ἔχοι; ὁ δὲ ἀπεφήνατο Διαλαμβάνων ὅτι κακὸν οὐδὲν εἴργασται τῶν ὑποτεταγμένων οὐθενί, πάντες δὲ ἀγωνιοῦνται περὶ τῶν εὐεργετημάτων, εἰδότες, κἂν ἐκ τοῦ ζῇν ἀποτρέχωσιν, ἐπιμελητήν σε τῶν βίων. [274] οὐ γὰρ διαλείπεις ἐπανορθῶν ἅπαντας τοῦ θεοῦ σοι καλοφροσύνην δεδωκότος. Ἐπισημήνας δὲ κρότῳ πάντας αὐτοὺς ἀπεδέξατο φιλοφρονούμενος, καὶ προπίνων ἑκάστῳ πλεῖόν τι πρὸς τὸ τερφθῆναι {ἐτράπη}, μετ᾽ εὐφροσύνης τοῖς ἀνδράσι συνὼν καὶ χαρᾶς πλείονος. [275] E Τῇ ἑβδόμῃ δὲ τῶν ἡμερῶν, πλείονος παρασκευῆς γενομένης, προσπαραγινομένων πλειόνων ἑτέρων ἀπὸ τῶν πόλεων (ἦσαν γὰρ ἱκανοὶ πρέσβεις), ἐπηρώτησεν ὁ βασιλεὺς καιροῦ γενομένου τὸν πρωτεύοντα τῶν ἀπολιπόντων τῆς ἐρωτήσεως Πῶς ἂν ἀπαραλόγιστος {εἴη}; [276] ἐκεῖνος δὲ ἔφη Δοκιμάζων καὶ τὸν λέγοντα καὶ τὸ λεγόμενον καὶ περὶ τίνος λέγει, καὶ ἐν πλείονι χρόνῳ τὰ αὐτὰ δι᾽ ἑτέρων τρόπων ἐπερωτῶν. τὸ δὲ νοῦν ἔχειν ὀξὺν καὶ δύνασθαι κρίνειν ἕκαστα θεοῦ δώρημα καλόν ἐστιν· ὡς σὺ τοῦτο κέκτησαι, βασιλεῦ. [277] Κρότῳ δὲ ἐπισημηνάμενος ὁ βασιλεὺς ἕτερον ἐπηρώτα Διὰ τί τὴν ἀρετὴν οὐ παραδέχονται τῶν ἀνθρώπων οἱ πλείονες; Ὅτι φυσικῶς ἅπαντες, εἶπεν, ἀκρατεῖς καὶ ἐπὶ τὰς ἡδονὰς τρεπόμενοι γεγόνασιν· ὧν χάριν ἀδικία πέφυκε καὶ τὸ τῆς πλεονεξίας χύμα. [278] τὸ δὲ τῆς ἀρετῆς κατάστημα κωλύει τοὺς ἐπιφερομένους ἐπὶ τὴν ἡδονοκρασίαν, ἐγκράτειαν δὲ κελεύει καὶ δικαιοσύνην προτιμᾷν. ὁ δὲ θεὸς πάντων ἡγεῖται τούτων. [279] Εὖ δὲ ἀποκεκρίσθαι τοῦτον εἰπὼν ὁ βασιλεὺς ἠρώτα Τίσι δεῖ κατακολουθεῖν τοὺς βασιλεῖς; ὁ δὲ ἔφη Τοῖς νόμοις, ἵνα δικαιοπραγοῦντες ἀνακτῶνται τοὺς βίους τῶν ἀνθρώπων· καθὼς σὺ τοῦτο πράσσων ἀένναον μνήμην καταβέβλησαι σεαυτοῦ, θείῳ προστάγματι κατακολουθῶν. [280] E Εἰπὼν δὲ καὶ τοῦτον καλῶς λέγειν τὸν ἐχόμενον ἠρώτα Τίνας δεῖ καθιστάνειν στρατηγούς; ὃς δὲ εἶπεν Ὅσοι μισοπονηρίαν ἔχουσι, καὶ τὴν ἀγωγὴν αὐτοῦ μιμούμενοι, πρὸς τὸ διὰ παντὸς εὐδοξίαν ἔχειν αὐτούς, τὰ δίκαια πράσσουσι· καθὼς σὺ τοῦτο ἐπιτελεῖς, εἶπε, μέγιστε βασιλεῦ, θεοῦ σοι στέφανον δικαιοσύνης δεδωκότος. [281] Ἀποδεξάμενος δὲ αὐτὸν μετὰ φωνῆς ἐπὶ τὸν ἐχόμενον ἐπιβλέψας εἶπε Τίνας δεῖ καθιστάνειν ἐπὶ τῶν δυνάμεων ἄρχοντας; ὁ δὲ ἀπεφήνατο Τοὺς ἀνδρείᾳ διαφέροντας καὶ δικαιοσύνῃ, καὶ περὶ πολλοῦ ποιουμένους τὸ σώζειν τοὺς ἄνδρας ἢ τὸ νικᾷν, τῷ θράσει {παραβάλλοντας} τὸ ζῇν. ὡς γὰρ ὁ θεὸς εὖ ἐργάζεται πᾶσι, καὶ σὺ τοῦτον μιμούμενος εὐεργετεῖς τοὺς ὑπὸ σεαυτόν. [282] Ὁ δὲ ἀποκεκρίσθαι φήσας αὐτὸν εὖ, ἄλλον ἠρώτα Τίνα θαυμάζειν ἄξιόν ἐστιν ἄνθρωπον; ὁ δὲ ἔφη Τὸν κεχορηγημένον δόξῃ καὶ πλούτῳ καὶ δυνάμει, καὶ ψυχὴν ἴσον πᾶσιν ὄντα· καθὼς σὺ τοῦτο ποιῶν ἀξιοθαύμαστος εἶ τοῦ θεοῦ σοι διδόντος εἰς ταῦτα τὴν ἐπιμέλειαν. [283] Ἐπιφωνήσας δὲ καὶ τούτῳ πρὸς τὸν ἕτερον εἶπεν Ἐν τίσι δεῖ πράγμασι τοὺς βασιλεῖς τὸν πλείω χρόνον διάγειν; ὁ δὲ εἶπεν Ἐν ταῖς ἀναγνώσεσι καὶ ἐν ταῖς τῶν πορειῶν ἀπογραφαῖς διατρίβειν, ὅσαι πρὸς τὰς βασιλείας ἀναγεγραμμέναι τυγχάνουσι πρὸς ἐπανόρθωσιν καὶ διαμονὴν ἀνθρώπων. ὃ σὺ πράσσων ἀνέφικτον ἄλλοις δόξαν κέκτησιν θεοῦ σοι τὰ βουλήματα συντελοῦντος. [284] Ἐνεργῶς δὲ καὶ τοῦτον προσειπὼν ἕτερον ἠρώτα Τίνας δεῖ ποιεῖσθαι τὰς διαγωγὰς ἐν ταῖς ἀνέσεσι καὶ ῥᾳθυμίαις; ὁ δὲ ἔφη Θεωρεῖν ὅσα {παίζεται} μετὰ περιστολῆς καὶ πρὸ ὀφθαλμῶν τιθέναι τὰ τοῦ βίου μετ᾽ εὐσχημοσύνης καὶ καταστολῆς γινόμενα {βίῳ συμφέρον καὶ καθῆκον}. ἔνεστι γὰρ καὶ ἐν τούτοις ἐπισκευή τις. [285] E πολλάκις γὰρ καὶ ἐκ τῶν ἐλαχίστων αἱρετόν τι δείκνυται. σὺ δὲ πᾶσαν ἠσκηκὼς καταστολὴν διὰ τῶν ἐνεργεῖν φιλοσοφεῖς διὰ καλοκἀγαθίαν ὑπὸ θεοῦ τιμώμενος. [286] Εὐαρεστήσας δὲ τοῖς προειρημένοις πρὸς τὸν ἔνατον εἶπε Πῶς δεῖ διὰ τῶν συμποσίων διεξάγειν; ὁ δὲ ἔφησε Παραλαμβάνοντα τοὺς φιλομαθεῖς καὶ δυναμένους ὑπομιμνήσκειν τὰ {χρήσιμα τῇ βασιλείᾳ} καὶ τοῖς τῶν ἀρχομένων βίοις- ἐμμελέστερον ἢ μουσικώτερον οὐκ ἂν εὕροις τι τούτων· [287] οὗτοι γὰρ θεοφιλεῖς εἰσι πρὸς τὰ κάλλιστα πεπαιδευκότες τὰς διανοίας- καθὼς καὶ σὺ τοῦτο πράσσεις, ὡς ἂν ὑπὸ θεοῦ σοι κατευθυνομένων ἅπαντων. [288] Διαχυθεὶς δὲ ἐπὶ τοῖς εἰρημένοις, ἐπυνθάνετο τοῦ μετέπειτα Τί κάλλιστόν ἐστι τοῖς ὄχλοις, ἐξ ἰδιώτου βασιλέα κατασταθῆναι {ἐπ᾽} αὐτῶν, ἢ ἐκ βασιλέως βασιλέα; ἐκεῖνος δὲ ἔφη Τὸ ἄριστον τῇ φύσει. [289] καὶ γὰρ ἐκ βασιλέων βασιλεῖς γινόμενοι πρὸς τοὺς ὑποτεταγμένους ἀνήμεροί τε καὶ σκληροὶ καθίστανται· πολλῷ δὲ μᾶλλον καί τινες τῶν ἰδιωτῶν καὶ κακῶν πεπειραμένοι καὶ πενίας μετεσχηκότες ἄρξαντες ὄχλων χαλεπώτεροι τῶν ἀνοσίων τυράννων ἐξέβησαν. [290] E ἀλλὰ ὡς προεῖπον, ἦθος χρηστὸν καὶ παιδείας κεκοινωνηκὸς δυνατὸν ἄρχειν ἐστί· καθὼς σὺ βασιλεὺς μέγας ὑπάρχεις, οὐ τοσοῦτον τῇ δόξῃ τῆς ἀρχῆς καὶ πλούτῳ προσχών, ὅσον ἐπιεικείᾳ καὶ φιλανθρωπίᾳ πάντας ἀνθρώπους ὑπερῆρκας τοῦ θεοῦ σοι δεδωρημένου ταῦτα. [291] Ἐπὶ πλείονα χρόνον καὶ τοῦτον ἐπαινέσας τὸν ἐπὶ πᾶσιν ἠρώτα Τί μέγιστόν ἐστι βασιλείας; πρὸς τοῦτο εἶπε Τὸ διὰ παντὸς ἐν εἰρήνῃ καθεστάναι τοὺς ὑποτεταγμένους, καὶ κομίζεσθαι τὸ δίκαιον ταχέως ἐν ταῖς διακρίσεσι. [292] ταῦτα δὲ γίνεται διὰ τὸν ἡγούμενον, ὅταν μισοπόνηρος ᾖ καὶ φιλάγαθος καὶ περὶ πολλοῦ ποιούμενος ψυχὴν ἀνθρώπου σώζειν· καθὼς καὶ σὺ μέγιστον κακὸν ἥγησαι τὴν ἀδικίαν, δικαίως δὲ πάντα κυβερνῶν ἀένναον τὴν περὶ σεαυτὸν δόξαν κατεσκευάσας, τοῦ θεοῦ σοι διδόντος ἔχειν ἁγνὴν καὶ ἀμιγῆ παντὸς κακοῦ τὴν διάνοιαν. [293] Καταλήξαντος δὲ τούτου κατερράγη κρότος μετὰ φωνῆς καὶ χαρᾶς ἐπὶ πλείονα χρόνον. ὡς δὲ ἐπαύσατο, ὁ βασιλεὺς λαβὼν ποτήριον ἐπεχέατο καὶ τῶν παρόντων ἁπάντων καὶ τῶν εἰρημένων λόγων. ἐπὶ πᾶσι δὲ εἶπε Τὰ μέγιστά μοι γέγονεν ἀγαθὰ παραγενηθέντων ὑμῶν· [294] πολλὰ γὰρ ὠφέλημαι, καταβεβλημένων ὑμῶν διδαχὴν ἐμοὶ πρὸς τὸ βασιλεύειν. ἑκάστῳ δὲ τρία τάλαντα προσέταξεν ἀργυρίου δοθῆναι καὶ τὸν ἀποκαταστήσοντα παῖδα. συνεπιφωνησάντων δὲ πάντων, χαρᾶς ἐπληρώθη τὸ συμπόσιον, ἀδιαλείπτως τοῦ βασιλέως εἰς εὐφροσύνην τραπέντος. [295] E Ἐγὼ δὲ {εἰ πεπλεόνακα,} τούτοις, ὦ Φιλόκρατες, συγγνώμην ἔχειν. τεθαυμακὼς γὰρ τοὺς ἄνδρας ὑπὲρ τὸ δέον, ὡς ἐκ τοῦ καιροῦ τὰς ἀποκρίσεις ἐποιοῦντο πολλοῦ χρόνου δεομένας, [296] καὶ τοῦ μὲν ἐρωτῶντος μεμεριμνηκότος ἕκαστα, τῶν δὲ ἀποκρινομένων καταλλήλως ἐχόντων τὰ πρὸς τὰς ἐρωτήσας, ἄξιοι θαυμασμοῦ κατεφαίνοντό μοι καὶ τοῖς παροῦσι, μάλιστα δὲ τοῖς φιλοσόφοις. οἴομαι δὲ καὶ πᾶσι τοῖς παραληψομένοις τὴν ἀναγραφὴν ἄπιστον φανεῖται. [297] ψεύσασθαι μὲν οὖν οὐ καθῆκόν ἐστι περὶ τῶν ἀναγραφομένων· εἰ δὲ καί τι παραβαίην, οὐχ ὅσιον ἐν τούτοις· ἀλλ᾽, ὡς γέγονεν, οὕτως διασαφοῦμεν ἀφοσιούμενοι πᾶν ἁμάρτημα. διόπερ ἐπειράθην ἀποδεξάμενος αὐτῶν τὴν τοῦ λόγου δύναμιν παρὰ τῶν ἀναγραφομένων ἕκαστα τῶν γινομένων ἔν τε τοῖς χρηματισμοῖς τοῦ βασιλέως καὶ ταῖς συμποσίαις μεταλαβεῖν. [298] ἔθος γάρ ἐστι, καθὼς καὶ σὺ γινώσκεις, ἀφ᾽ ἧς ἂν [ἡμέρας] ὁ βασιλεὺς ἄρξηται χρηματίζειν, μέχρις οὗ κατακοιμηθῇ, πάντα ἀναγράφεσθαι τὰ λεγόμενα καὶ πρασσόμενα, καλῶς γινομένου καὶ συμφερόντως. [299] τῇ γὰρ ἐπιούσῃ τὰ τῇ πρότερον πεπραγμένα καὶ λελαλημένα πρὸ τοῦ χρηματισμοῦ παραναγινώσκεται, καί, εἴ τι μὴ δεόντως γέγονε, διορθώσεως τυγχάνει τὸ πεπραγμένον. [300] E πάντ᾽ οὖν ἀκριβῶς {παρὰ τῶν} ἀναγεγραμμένων, ὡς ἐλέχθη, μεταλαβόντες κατακεχωρίκαμεν, εἰδότες ἣν ἔχεις φιλομάθειαν εἰς τὰ χρήσιμα. [301] Μετὰ δὲ τρεῖς ἡμέρας ὁ Δημήτριος παραλαβὼν αὐτούς, καὶ διελθὼν τὸ τῶν ἑπτὰ σταδίων ἀνάχωμα τῆς θαλάσσης πρὸς τὴν νῆσον, καὶ διαβὰς τὴν γέφυραν, καὶ προσελθὼν ὡς ἐπὶ τὰ βόρεια μέρη, συνέδριον ποιησάμενος εἰς κατεσκευασμένον οἶκον παρὰ τὴν ἠϊόνα, διαπρεπῶς ἔχοντα καὶ πολλῆς ἡσυχίας ἔφεδρον, παρεκάλει τοὺς ἄνδρας τὰ τῆς ἑρμηνείας ἐπιτελεῖν, παρόντων ὅσα πρὸς τὴν χρείαν ἔδει καλῶς. [302] οἱ δὲ ἐπετέλουν ἕκαστα σύμφωνα ποιοῦντες πρὸς ἑαυτοὺς ταῖς ἀντιβολαῖς· τὸ δὲ ἐκ τῆς συμφωνίας γινόμενον πρεπόντως ἀναγραφῆς οὕτως ἐτύγχανε παρὰ τοῦ Δημητρίου. [303] καὶ μέχρι μὲν ὥρας ἐνάτης τὰ τῆς συνεδρείας ἐγίνετο· μετὰ δὲ ταῦτα περὶ τὴν τοῦ σώματος θεραπείαν ἀπελύοντο γίνεσθαι, χορηγουμένων αὐτοῖς δαψιλῶς ὧν προῃροῦντο πάντων. [304] ἐκτὸς δὲ καὶ καθ᾽ ἡμέραν, ὅσα βασιλεῖ παρεσκευάζετο, καὶ τούτοις ὁ Δωρόθεος ἐπετέλει· προστεταγμένον γὰρ ἦν αὐτῷ διὰ τοῦ βασιλέως. ἅμα δὲ τῇ πρωΐᾳ παρεγίνοντο εἰς τὴν αὐλὴν καθ᾽ ἡμέραν, καὶ ποιησάμενοι τὸν ἀσπασμὸν τοῦ βασιλέως, ἀπελύοντο πρὸς τὸν ἑαυτῶν τόπον. [305] E ὡς δὲ ἔθος ἐστὶ πᾶσι τοῖς Ἰουδαίοις, {ἀπονιψάμενοι} τῇ θαλάσσῃ τὰς χεῖρας, ὡς ἂν εὔξωνται πρὸς τὸν θεόν, ἐτρέποντο πρὸς τὴν ἀνάγνωσιν καὶ τὴν ἑκάστου διασάφησιν. [306] Ἐπηρώτησα δὲ καὶ τοῦτο Τίνος χάριν ἀπονιζόμενος τὰς χεῖρας τὸ τηνικαῦτα εὔχονται; διεσάφουν δέ, ὅτι μαρτύριόν ἐστι τοῦ μηδὲν εἰργάσθαι κακόν· πᾶσα γὰρ ἐνέργεια διὰ τῶν χειρῶν γίνεται· καλῶς καὶ ὁσίως μεταφέροντες ἐπὶ τὴν δικαιοσύνην καὶ τὴν ἀλήθειαν πάντα. [307] καθὼς δὲ προειρήκαμεν, οὕτως καθ᾽ ἑκάστην εἰς τὸν τόπον, ἔχοντα τερπνότητα διὰ τὴν ἠσυχίαν καὶ καταύγειαν, συναγόμενοι τὸ προκείμενον ἐπετέλουν. συνέτυχε δὲ οὕτως ἐν ἡμέραις ἑβδομήκοντα δυσὶ τελειωθῆναι τὰ τῆς μεταγραφῆς, οἱονεὶ κατὰ πρόθεσίν τινα τοῦ τοιούτου γεγενημένου. [308] Τελείωσιν δὲ ὅτε ἔλαβε, συναγαγὼν ὁ Δημήτριος τὸ πλῆθος τῶν Ἰουδαίων εἰς τὸν τόπον, οὗ καὶ τὰ τῆς ἑρμηνείας ἐτελέσθη, παρανέγνω πᾶσι, παρόντων καὶ τῶν διερμηνευσάντων, οἵτινες μεγάλης ἀποδοχῆς καὶ παρὰ τοῦ πλήθους ἔτυχον, ὡς ἂνμεγάλων ἀγαθῶν παραίτιοι γεγονότες. [309] ὡσαύτως δὲ καὶ τὸν Δημήτριον ἀποδεξάμενοι παρεκάλεσαν μεταδοῦναι τοῖς ἡγουμένοις αὐτῶν, μεταγράψαντα τὸν πάντα νόμον. [310] E καθὼς δὲ ἀνεγνώσθη τὰ τεύχη, στάντες οἱ ἱερεῖς καὶ τῶν ἑρμηνέων οἱ πρεσβύτεροι καὶ τῶν ἀπὸ τοῦ πολιτεύματος οἵ τε ἡγούμενοι τοῦ πλήθους εἶπον Ἐπεὶ καλῶς καὶ ὁσίως διηρμήνευται καὶ κατὰ πᾶν ἠκριβωμένως, καλῶς ἔχον ἐστίν, ἵνα διαμείνῃ ταῦθ᾽ οὕτως ἔχοντα, καὶ μὴ γένηται μηδεμία διασκευή. [311] πάντων δ᾽ ἐπιφωνησάντων τοῖς εἰρημένοις, ἐκέλευσαν διαράσασθαι, καθὼς ἔθος αὐτοῖς ἐστιν, εἴ τις διασκευάσει προστιθεὶς ἢ μεταφέρων τι τὸ σύνολον τῶν γεγραμμένων ἢ ποιούμενος ἀφαίρεσιν, καλῶς τούτο πράσσοντες, ἵνα διὰ παντὸς ἀένναα καὶ μένοντα φυλάσσηται. [312] Προσφωνηθέντων δὲ καὶ τούτων τῷ βασιλεῖ μεγάλως ἐχάρη· τὴν γὰρ πρόθεσιν, ἣν εἴχεν, ἀσφαλῶς ἔδοξε τετελειῶσθαι. παρανεγνώσθη δὲ αὐτῷ καὶ πάντα, καὶ λίαν ἐξεθαύμασε τὴν τοῦ νομοθέτου διάνοιαν. καὶ πρὸς τὸν Δημήτριον εἶπε Πῶς τηλικούτων συντετελεσμένων οὐδεὶς ἐπεβάλετο τῶν ἱστορικῶν ἢ ποιητῶν ἐπιμνησθῆναι; [313] ἐκεῖνος δὲ ἔφη Διὰ τὸ σεμνὴν εἶναι τὴν νομοθεσίαν καὶ διὰ θεοῦ γεγονέναι· καὶ τῶν ἐπιβαλλομένων τινὲς ὑπὸ τοῦ θεοῦ πληγέντες τῆς ἐπιβολῆς ἀπέστησαν. [314] καὶ γὰρ ἔφησεν ἀκηκοέναι Θεοπόμπου, διότι μέλλων τινὰ τῶν προηρμηνευμένων ἐπισφαλέστερον ἐκ τοῦ νόμου προσιστορεῖν ταραχὴν λάβοι τῆς διανοίας πλεῖον ἡμερῶν τριάκοντα· κατὰ δὲ τὴν ἄνεσιν ἐξιλάσκεσθαι τὸν θεόν, σαφὲς αὐτῷ γενέσθαι, τίνος χάριν τὸ συμβαῖνόν ἐστι. [315] E δι᾽ ὀνείρου δὲ σημανθέντος, ὅτι τὰ θεῖα βούλεται περιεργασάμενος εἰς κοινοὺς ἀνθρώπους ἐκφέρειν, ἀποσχόμενον δὲ οὕτως ἀποκαταστῆναι. [316] καὶ παρὰ Θεοδέκτου δὲ τοῦ τῶν τραγῳδιῶν ποιητοῦ μετέλαβον ἐγώ, διότι παραφέρειν μέλλοντός τι τῶν ἀναγεγραμμένων ἐν τῇ βίβλῳ πρός τι δρᾶμα τὰς ὄψες ἀπεγλαυκώθη· καὶ λαβὼν ὑπόνοιαν, ὅτι διὰ τοῦτ᾽ αὐτῷ τὸ σύμπτωμα γέγονεν, ἐξιλασάμενος τὸν θεὸν ἐν πολλαῖς ἡμέραις ἀποκατέστη. [317] Μεταλαβὼν δὲ ὁ βασιλεύς, καθὼς προεῖπον, περὶ τούτων τὰ παρὰ τοῦ Δημητρίου, προσκυνήσας ἐκέλευσε μεγάλην ἐπιμέλειαν ποιεῖσθαι τῶν βιβλίων καὶ συντηρεῖν ἁγνῶς. [318] παρακαλέσας δὲ καὶ τοὺς ἑρμηνεῖς, ἵνα παραγίνωνται πυκνότερον πρὸς αὐτόν, ἐὰν ἀποκατασταθῶσιν εἰς τὴν Ἰουδαίων,- δίκαιον γὰρ εἶπε τὴν ἐκπομπὴν αὐτῶν γενέσθαι· παραγενηθέντες δέ, ὡς θέμις, ἕξειν αὐτοὺς φίλου·, καὶ {πολυωρία} τῆς μεγίστης τεύξεσθαι παρ᾽ αὐτοῦ. [319] τὰ δὲ πρὸς τὴν ἐκπομπὴν αὐτῶν ἐκέλευσεν ἑτοιμάζειν, μεγαλομερῶς τοῖς ἀνδράσι χρησάμενος. ἑκάστῳ γὰρ στολὰς ἔδωκε τῶν κρατίστων τρεῖς καὶ χρυσίου τάλαντα δύο καὶ κυλίκιον ταλάντου καὶ τρικλίνου πᾶσαν κατάστρωσιν. [320] E ἔπεμψε δὲ καὶ τῷ Ἐλεαζάρῳ μετὰ τῆς ἐκπομπῆς αὐτῶν ἀργυρόποδας κλίνας δέκα καὶ τὰ ἀκόλουθα πάντα καὶ κυλίκιον ταλάντων τριάκοντα καὶ στολὰς δέκα καὶ πορφύραν καὶ στέφανον διαπρεπῆ καὶ βυσσίνων ὀθονίων ἱστοὺς ἑκατὸν καὶ φιάλας καὶ τρυβλία καὶ κρατῆρας χρυσοῦς δύο πρὸς ἀνάθεσιν. [321] ἔγραψε δὲ καὶ παρακαλῶν, ἵνα, ἐάν τινες τῶν ἀνδρῶν προαιρῶνται πρὸς αὐτὸν ἀνακομισθῆναι, μὴ κωλύσῃ, περὶ πολλοῦ ποιούμενος τοῖς πεπαιδευμένοις συνεῖναι, καὶ εἰς τοιούτους τὸν πλοῦτον κατατίθεσθαι δαψιλῶς, καὶ οὐκ εἰς μάταια. [322] Σὺ δέ, καθὼς ἐπηγγειλάμην, ἀπέχεις τὴν διήγησιν, ὦ Φιλόκρατες. τέρπειν γὰρ οἴομαί σε ταῦτα ἢ τὰ τῶν μυθολόγων βιβλία. νένευκας γὰρ πρὸς περιεργίαν τῶν δυναμένων ὠφελεῖν διάνοιαν, καὶ ἐν τούτοις τὸν πλείονα χρόνον διατελεῖς. πειράσομαι δὲ καὶ τὰ λοιπὰ τῶν ἀξιολόγων ἀναγράφειν, ἵνα διαπορευόμενος αὐτὰ κομίζῃ τοῦ βουλήματος τὸ κάλλιστον ἔπαθλον.
Attalus' home page | 01.03.17 | Any comments?