This Greek text has been taken from the Constantinian Excerpts ("de Virtutibus et Vitiis" & "de Insidiis"), and adjusted to include the fragment and section numbers from Jacoby's Fragmente der Griechischen Historiker. An English translation of the fragments is available elsewhere on this website.
[ ΠΕΡΙ ΤΟΥ ΒΙΟΥ ΚΑΙΣΑΡΟΣ ΤΟΥ ΣΕΒΑΣΤΟΥ ]
Fragment 125
[1] Τοῦ αὐτοῦ περὶ πρώτης Καίσαρος ἀγωγῆς.
Ὅτι εἰς τιμῆς ἀξίωσιν τοῦτον οὕτω προσεῖπον οἱ ἄνθρωποι ναοῖς τε καὶ θυσίαις γεραίρουσιν, ἀνά τε νήσους καὶ ἠπείρους διῃρημένοι καὶ κατὰ πόλεις καὶ ἔθνη τό τε μέγεθος αὐτοῦ τῆς ἀρετῆς καὶ τὴν εἰς σφᾶς εὐεργεσίαν ἀμειβόμενοι. δυνάμεως γὰρ καὶ φρονήσεως εἰς τὰ πρῶτα ἀνελθὼν οὗτος ὁ ἀνὴρ πλείστων μὲν ἦρξεν ἀνθρώπων τῶν διὰ μνήμης μακροτάτους τε ὅρους ἐποιήσατο τῆς Ῥωμαίων δυναστείας εἴς τε τὸ βεβαιότατον οὐ τὰ φῦλα μόνον καὶ Ἑλλήνων καὶ βαρβάρων, ἀλλὰ καὶ αὐτὰς τὰς διανοίας κατεστήσατο τὸ μὲν πρῶτον σὺν ὅπλοις, μετὰ δὲ ταῦτα καὶ ἄνευ ὅπλων ἐθελουσίους τε προσαγόμενος διὰ τὸ μᾶλλόν τι ἔνδηλος γίνεσθαι τῇ φιλανθρωπίᾳ ἔπεισεν ἑαυτοῦ ἀκροᾶσθαι. ὧν δὲ πρότερον οὐδὲ ὀνόματα ἠπίσταντο οἱ ἄνθρωποι οὐδέ τινος ὑπήκοοι ἐγένοντο διὰ μνήμης, ἡμερωσάμενος ὁπόσοι ἐντὸς Ῥήνου ποταμοῦ κατοικοῦσιν ὑπέρ τε τὸν Ἰόνιον πόντον καὶ τὰ Ἰλλυριῶν γένη (Παννονίους αὐτοὺς καὶ ∆ᾶκας καλοῦσιν).
( ζήτει ἐν τῶι περὶ ἀνδραγαθημάτων )
Fragment 126
[2.] [2] Περὶ δὴ τούτου τοῦ ἀνδρὸς φρονήσεώς τε καὶ ἀρετῆς ἰσχὺν δεῖξαι, ὁπόσον δύναται, τὰ μὲν ἐκ τῆς πολιτείας, ἥντινα ἐν τῇ πατρίδι ἐπολιτεύσατο, τὰ δὲ κατὰ στρατηγίας μεγάλων πολέμων ἐγχωρίων τε καὶ ἀλλοεθνῶν, ἀγώνισμα μὲν ἀνθρώποις πρόκειται λέγειν καὶ γράφειν, ὡς ἂν εὐδοκιμεῖν ἐν καλοῖς ἔργοις. καὐτὸς δ' ἀφηγήσομαι τὰ πεπραγμένα, ἐξ ὧν οἷόν τε γνῶναι σύμπασι τὴν ἀλήθειαν. πρότερον δ' αὐτοῦ τό τε γένος διέξειμι καὶ τὴν φύσιν τούς τε γεννητάς, ἀφ' ὧν ἦν, τήν τ' ἐκ νηπίου τροφήν τε καὶ παίδευσιν, ᾗ χρησάμενος τοσόσδε ἐγένετο.
[3] Πατὴρ μὲν οὖν ἦν
αὐτῷ Γάιος Ὀκταούιος,
ἀνὴρ τῶν ἐκ τῆς
συγκλήτου.
οἱ δὲ
αὐτοῦ πρόγονοι
κατά τε πλοῦτον
καὶ ἐπιείκειαν
ὀνομαστότατοι
γενόμενοι ὀρφανῷ
ὄντι ἐκείνῳ τὰ
χρήματα ἐλείποντο·
καταστάντες δ' ἐπίτροποι
ταῦτα διεφόρησαν·
ὁ δὲ τῶν πρὸς αὐτοὺς
δικαίων ἀποστὰς
τοῖς
περιλειφθεῖσιν
ἠρκεῖτο.
Fragment 127
[3.] [4] Ὅτι Καῖσαρ περὶ ἐννέα ἔτη μάλιστα γεγονὼς θαῦμά τε οὐ μικρὸν παρέσχε Ῥωμαίοις, φύσεως ἀκρότητα δηλώσας ἐν τοιᾷδε ἡλικίᾳ· καὶ τοῖς ἀνδράσι πολὺς ἐγγίνεται θόρυβος ἐν πολλῷ ὁμίλῳ δημηγοροῦντι. [5] ἀποθανούσης δ' αὐτῷ τῆς τηθῆς, παρὰ τῇ μητρὶ ἐτρέφετο Ἀτίᾳ * καὶ τῷ ταύτης ἀνδρὶ Φιλίππῳ Λευκίῳ, ὃς ἦν ἀπόγονος τῶν τὸν Μακεδόνα Φίλιππον κεχειρωμένων. παρὰ δὴ τῷ Φιλίππῳ ὁ Καῖσαρ ὡς παρὰ πατρὶ τρεφόμενος πολλὴν ὑπέφαινεν ἐλπίδα ἤδη τ' ἀξιότιμος καὶ τοῖς ἥλιξιν ἐφαίνετο τοῖς εὐγενεστάτοις παισί· καὶ συνῄεσαν πρὸς αὐτὸν παμπληθεῖς, οὐκ ὀλίγοι δὲ καὶ τῶν νεανίσκων, οἷς τὸ πράττειν δι' ἐλπίδος ἦν. προύπεμπον δὲ αὐτὸν πάμπολλοι ὁσημέραι καὶ μειρακίσκοι καὶ ἄνδρες καὶ ἥλικες παῖδες, εἴτε ἐφ' ἱππασίαν ἔξω τοῦ ἄστεως προῄει εἴτε παρὰ συγγενεῖς ἢ ἄλλους τινάς. [6] ἤσκει γὰρ καὶ τὴν ψυχὴν τοῖς καλλίστοις ἐπιτηδεύμασι καὶ τὸ σῶμα ταῖς γενναίαις καὶ πολεμικαῖς μελέταις καὶ τῶν διδασκόντων θᾶττον αὐτὸς τὴν μάθησιν ἐπὶ τῶν ἔργων ἀπεδείκνυτο, ὥστε ἀπὸ τοῦδε καὶ ἐν τῇ πατρίδι πολὺν ζῆλον ἐνέγκασθαι. ἐφειστήκει δὲ αὐτῷ καὶ ἡ μήτηρ καὶ ὁ ταύτης ἀνὴρ Φίλιππος, ἀνὰ πᾶσαν ἡμέραν πυνθανόμενοι παρὰ τῶν διδασκάλων τε καὶ ἐπιμελητῶν, οὓς παρακατέστησαν τῷ παιδί, ὅ τι πράξειεν ἢ ὅποι πορευθείη ἢ ὅπως διημερεύσειεν τάς τε διατριβὰς μεθ' ὧν ποιήσαιτο.
[4.] [7] Ἐν δὲ τῷ κατασχόντι ταράχῳ τὴν πόλιν ὑπεκπέμπει ἥ τε μήτηρ Ἀτία καὶ Φίλιππος Καίσαρα εἴς τι τῶν πατρῴων χωρίων. [8] κατέβαινε δὲ εἰς τὴν ἀγορὰν περὶ ἔτη μάλιστα γεγονὼς ιδʹ, ὥστε ἀποθέσθαι μὲν αὐτὸν ἤδη τὴν περιπόρφυρον ἐσθῆτα, ἀναλαβεῖν δὲ τὴν καθαράν, σύμβολον οὖσαν τῆς εἰς ἄνδρας ἐγγραφῆς. [9] περιβλεπόμενος δ' ὑπὸ παντὸς τοῦ δήμου διά τε εὐπρέπειαν καὶ λαμπρότητα εὐγενείας ἔθυε τοῖς θεοῖς καὶ ἐνεγράφη εἰς τὴν ἱερωσύνην εἰς τὸν Λευκίου ∆ομιτίου τόπον τετελευτηκότος. καὶ ὁ δῆμος μάλα προθύμως ἐχειροτόνησε. καὶ ὁ μὲν ἅμα τῇ μεταλλαγῇ τῆς ἐσθῆτος καὶ τῇ καλλίστῃ τιμῇ κοσμηθεὶς ἔθυεν. [10] καίπερ δὲ κατὰ νόμον εἰς ἄνδρας ἐγγεγραμμένον διεκώλυεν ἡ μήτηρ ἔξω τῆς αὐλείου θύρας χωρεῖν, πλὴν ὅπη καὶ πρότερον, ὅτε παῖς ἦν, ἐφοίτα, δίαιτάν τε τὴν αὐτὴν ἔχειν ἐπηνάγκαζε κοιτάζεσθαί τε ἔνθα καὶ πρότερον ἐν τῷ αὐτῷ δωματίῳ. νόμῳ τε μόνον ἀνὴρ ἦν, τὰ δ' ἄλλα παιδικῶς ἐπεστατεῖτο. [11] τῆς δὲ ἐσθῆτος οὐδ' ὁτιοῦν ἐξήλλαξεν, ἀλλ' ἀεὶ τὴν πάτριον ἀμπείχετο.
[5.] [12] Ἐφοίτα δὲ καὶ εἰς τὰ ἱερὰ ἐν ταῖς νομίμοις ἡμέραις νύκτωρ διὰ τὴν προσοῦσαν αὐτῷ ὥραν, ἅτε δὴ καὶ πολλὰς γυναῖκας ἐκμήνας εὐπρεπείᾳ καὶ λαμπρότητι γένους. ἐπιβουλευόμενος δὲ παρ' αὐτῶν οὐδαμῆ ἐφαίνετο ἁλωτὸς ὤν, ἀλλὰ τὰ μὲν ἡ μήτηρ ἀπήρυκεν αὐτοῦ φυλάττουσα καὶ οὐδαμόσε μεθιεῖσα, τὰ δὲ καὶ αὐτὸς ἤδη ἔννους ὤν, ἅτε εἰς τοὔμπροσθεν τῆς ἡλικίας προϊών. [13] ἐνστάσης δέ τινος ἑορτῆς Λατίνης, ὁπότε καὶ τοὺς ὑπάτους εἰς Ἄλβαν τὸ ὄρος ἀναβαίνειν ἔδει πατρίου θυσίας ἕνεκα, τοὺς δ' ἱερεῖς διαδόχους αὐτῶν τῆς δικαιοδοσίας εἶναι, καθίζει ἐπὶ τὸ βῆμα Καῖσαρ ἐν μέσῃ ἀγορᾷ. προσῄεσαν δ' ἄπλετοι ἄνθρωποι δικαιοδοσίας χάριν, πολλοὶ δὲ καὶ μηδενὸς πράγματος χάριν, θεωρίας ἕνεκα τοῦ παιδός· ἀξιοθέατος γὰρ πᾶσιν ἦν, καὶ μάλιστα ἐν τῷ τότε σεμνότητα καὶ ἀξίωμα προσειληφώς.
[6.] [14] Καίσαρος δὲ ἤδη κεχειρωμένου μὲν τοὺς ἐν τῇ Εὐρώπῃ πολεμίους, νενικηκότος δὲ καὶ περὶ Μακεδονίαν Πομπήιον, ᾑρηκότος δ' Αἴγυπτον, ἐπαναπερῶντος δ' ἔκ τε Συρίας καὶ τοῦ Εὐξείνου πόντου, μέλλοντος δ' ἐπὶ Λιβύης χωρεῖν, ὡς τὰ λειπόμενα τοῦ ἐκεῖ μεταστάντος πολέμου καθέλοι, βουλόμενος συστρατεύειν αὐτῷ ὁ νέος Καῖσαρ, ὡς καὶ πολεμίων ἔργων ἔμπειρος εἴη, ἐπεὶ ᾔσθετο ἐναντιουμένην Ἀτίαν * τὴν μητέρα, οὐδὲν ἀντειπὼν ἠρέμα εἶχε. [15] δῆλος δ' ἦν καὶ ὁ πρεσβύτερος Καῖσαρ ὑπ' εὐνοίας οὐδέπω βουλόμενος αὐτὸν στρατεύεσθαι, ὡς μὴ τήν τε δίαιταν ἐν ἀσθενεῖ σώματι μεταβαλὼν καὶ ὅλην ἕξιν φαύλως διατεθείη. διὰ μὲν δὴ ταῦτα τῆς στρατείας παρελύετο.
[7.] [16] Ἐπεὶ δὲ κἀκεῖνον τὸν πόλεμον κατεργασάμενος Καῖσαρ ἐπανῆλθεν εἰς Ῥώμην, σφόδρα ὀλίγοις τῶν ὑποπεσόντων αἰχμαλώτων συγγνοὺς διὰ τὸ τοῖς προτέροις αὐτοὺς μὴ σεσωφρονίσθαι πολέμοις, συνηνέχθη τοιόνδε. ἦν εἰς τὰ μάλιστα Καίσαρι τῷ νέῳ συνήθης καὶ φίλος Ἀγρίππας, ἐν ταὐτῷ τε παιδευθεὶς καί τινα ἔχων ὑπερβολὴν ἑταιρείας. τούτου ἀδελφὸς Κάτωνι συνῆν, κατά τε φιλίαν σπουδαζόμενος καὶ τοῦ Λιβυκοῦ πολέμου κεκοινωνηκώς, τότε δ' αἰχμάλωτος ᾑρημένος. τοῦτον οὐδέν πω πρότερον αἰτήσας Καίσαρα ἐβούλετο μὲν ἐξαιτεῖσθαι, ὑπὸ δὲ αἰδοῦς ὤκνει, καὶ ἅμα ὁρῶν αὐτὸν ὡς διέκειτο πρὸς τοὺς ἐν ἐκείνῳ τῷ πολέμῳ ἑαλωκότας. θαρρήσας δ' οὖν ποτε ᾔτησε καὶ ἔτυχεν. ἐφ' οἷς περιχαρὴς ἦν τῷ αὑτοῦ φίλῳ τὸν ἀδελφὸν ἀνασεσωκώς· ἐπῃνεῖτο δὲ καὶ ὑπὸ τῶν ἄλλων, εἰς οὐδὲν πρότερον καταθέμενος τὴν αὑτοῦ σπουδὴν καὶ ἔντευξιν ἢ εἰς φίλου σωτηρίαν.
[8.] [17] Ἐκ τούτου τὰς θριαμβικὰς ἦγε πομπὰς Καῖσαρ τοῦ κατὰ Λιβύην πολέμου τῶν τε ἄλλων, οὓς ἐπολέμησε. καὶ τὸν νέον Καίσαρα υἱὸν ἤδη πεποιημένος ὄντα δὲ τρόπον τινὰ καὶ φύσει διὰ τὸ ἀγχοτάτω τοῦ γένους εἶναι ἐκέλευσε τῷ ἑαυτοῦ ἅρματι ἕπεσθαι, κόσμοις αὐτὸν στρατηγικοῖς ἀσκήσας, ὡς ἂν αὐτοῦ σύσκηνον ἐν τῷ πολέμῳ γεγονότα. ὁμοίως δὲ καὶ ἐν ταῖς θυσίαις καὶ ἐν ταῖς πρὸς τοὺς θεοὺς προσόδοις ἐγγύτατα ἵστη, τούς τε ἄλλους εἴκειν προσέταττεν αὐτῷ. [18] καὶ ὁ μὲν ἤδη τὰς αὐτοκρατορικὰς ἐφέρετο τιμάς, αἳ δὴ μέγισται κατὰ τὸν Ῥωμαίων νόμον ἦσαν, καὶ ζηλωτὸς ἐν τῇ πατρίδι ἦν. συνὼν δὲ ὁ παῖς αὐτῷ καὶ ἐν τοῖς θεάτροις καὶ ἐν πότοις ὁρῶν τε φιλανθρώπως ἑαυτῷ διαλεγόμενον οἷα τέκνῳ καὶ μικρὸν ὅσον ἤδη τεθαρρηκώς, πολλῶν αὐτοῦ δεομένων καὶ φίλων καὶ πολιτῶν αἰτεῖσθαι σφίσι παρὰ Καίσαρος ὧν ἕκαστοι ἐν χρείᾳ ἦσαν, ἐπιτηρῶν εὐκαιρίας μετὰ πάσης αἰδοῦς ᾐτεῖτό τε καὶ κατώρθου πλείστου τε ἄξιος πολλοῖς τῶν ἀναγκαίων ἐγένετο, φυλαττόμενος τὸ μήτε ἀκαίρως παρακαλεῖν μήτ' ἐκείνῳ προσάντως. καὶ ὁ μὲν οὐκ ὀλίγα ζώπυρα καὶ φιλανθρωπίας ἅμα καὶ φρονήσεως φυσικῆς ἀπεδείκνυτο.
[9.] [19] Βουλόμενος δ' αὐτὸν ὁ Καῖσαρ καὶ ἔμπειρον τοῦ ἀγωνοθετεῖν ἐν ταῖς τοιαύταις χορηγίαις εἶναι, δυοῖν ὄντοιν θεάτροιν, τοῦ μὲν Ῥωμαϊκοῦ, ἐν ᾧ αὐτὸς παρὼν τὴν φροντίδα εἶχε, θατέρου δὲ Ἑλληνικοῦ, τούτου ἐπέτρεψεν ἐκείνῳ τὴν ἀγωνοθεσίαν. καὶ ὁ μὲν σπουδάζων ἐπιμέλειάν τε καὶ φιλανθρωπίαν ἀποδείξασθαι ἐν καυματώδεσι καὶ μακροτάταις ἡμέραις οὐδαμοῦ τε ἀπιών, ἄχρι λύσειε τὴν θέαν, εἰς νόσον πίπτει, οἷα νέος καὶ πόνων ἀπείρατος. [20] χαλεπῶς δὲ διακειμένου, πάντες μὲν ἐν φόβῳ ἦσαν, ἀγωνιῶντες, εἴ τι πείσεται τοιαύτη φύσις, μάλιστα δὲ πάντων Καῖσαρ. διὸ πᾶσαν ἡμέραν ἢ αὐτὸς παρὼν αὐτῷ εὐθυμίαν παρεῖχεν ἢ φίλους πέμπων ἰατρούς τε ἀποστατεῖν οὐκ ἐῶν. καί ποτε δειπνοῦντι ἤγγειλέ τις, ὡς ἔκλυτος εἴη καὶ χαλεπῶς ἔχοι· ὁ δ' ἐκπηδήσας ἀνυπόδητος ἧκεν, ἔνθα ἐνοσηλεύετο, καὶ τῶν ἰατρῶν ἐδεῖτο ἐμπαθέστατα μεστὸς ὢν ἀγωνίας καὶ αὐτὸς παρεκάθητο· ἀνακτησάμενος δ' αὐτὸν εὔθυμος ἐγένετο.
[10.] [21] Ἐπεὶ δ' ἀνέσφηλεν ἐκ τῆς νόσου, διαπεφευγὼς μὲν τὸν κίνδυνον, ἀσθενῶς δ' ἔτι διακείμενος τὸ σῶμα, στρατεύειν μὲν ἔδει Καίσαρα, ἔνθα διενοεῖτο τὸ πρότερον ἐπάγεσθαι καὶ τὸν παῖδα· τότε δ' οὐχ οἷός τ' ἦν διὰ τὴν προσπεσοῦσαν νόσον. καταλιπὼν δ' οὖν αὐτοῦ πολλοὺς ἐπιμελητάς, ὡς δι' ἀκριβοῦς διαίτης φυλάττοιτο, καὶ ἐντολὰς δούς, εἰ ῥωσθείη, ἕπεσθαί οἱ, ᾤχετο ἐπὶ τὸν πόλεμον. ὁ γὰρ Μάγνου Πομπηίου πρεσβύτατος παῖς μέγα στράτευμα ἀθροίσας ἐν ὀλίγῳ χρόνῳ παρὰ τὴν πάντων ἐλπίδα διενοεῖτο ἐπαμῦναι τῷ πατρὶ καὶ τὴν ἐκείνου ἧτταν ἀναμαχέσασθαι, εἰ δύναιτο. [22] ὑπολειφθεὶς δ' ἐν τῇ Ῥώμῃ Καῖσαρ πρῶτον μὲν τοῦ σώματος ἐγκρατέστατα ἐπεμελήθη καὶ ταχὺ ἀνερρώσθη, ἔπειτα δὲ τὴν ἔξοδον ἐκ τῆς πατρίδος ἐποιεῖτο ἐπὶ τὴν στρατιὰν κατὰ τὰς τοῦ θείου ἐντολάς· οὕτω γὰρ αὐτὸν ἐκάλει. πολλῶν δ' αὐτῷ συνεκδημεῖν σπουδαζόντων διὰ τὸ μέγεθος τῆς ἐν αὐτῷ ἐλπίδος, πάντας παρωσάμενος καὶ τὴν μητέρα αὐτὴν τοὺς ὠκυτάτους τῶν οἰκετῶν καὶ ἐρρωμενεστάτους ἐκλεξάμενος συνέτεινε τὴν πορείαν καὶ ἀπίστῳ τάχει χρησάμενος διέδραμε τὴν μακρὰν ὁδὸν σύνεγγύς τε ἦν Καίσαρι, διαπεπολεμηκότι ἤδη τὸν σύμπαντα πόλεμον ἐν μησὶν ζʹ.
[11.] [23] Ἀφικόμενος δ' εἰς Ταρρακῶνα ἀπιστίαν παρέσχεν, ὅπως ἀφίκοιτο ἐν τοσῷδε πολέμου ταράχῳ. οὐχ εὑρὼν δὲ ἐνταῦθα Καίσαρα, πλείω πόνον καὶ κίνδυνον εἶχεν· ἀφίκετο δὲ εἰς Ἰβηρίαν πρὸς Καίσαρα περὶ πόλιν Καλπίαν. [24] καὶ ὁ μὲν οἷα τέκνον περιβαλὼν διά τε τὸ νοσοῦντα καταλελοιπέναι καὶ ἐκ πολλῶν πολεμίων καὶ ληστηρίων περισεσωσμένον ὁρᾶν ἀδοκήτως, ἠσπάζετο καὶ οὐδαμῆ μεθίει ὁμοδίαιτόν τε εἶχεν· ἐπῄνει δ' αὐτοῦ καὶ τὴν ἐπιμέλειαν ἅμα καὶ σύντασιν, ὡς πρῶτος τῶν ἐκ τῆς Ῥώμης ἐξεληλυθότων ἧκεν. ἐπιμελὲς δ' ἐποιεῖτο πρὸς αὐτὸν διαλεγόμενον ὑπὲρ πολλῶν ἀνακρίνειν, ἀποπειρώμενος αὐτοῦ τῆς διανοίας. ὁρῶν δὲ εὔστοχον καὶ εὐσύνετον καὶ βραχυλόγον αὐτά τε ἀποκρινόμενον τὰ καιριώτατα ἔστεργε καὶ ὑπερησπάζετο. [25] ἐκ τούτου πλεῖν ἔδει ἐπὶ Καρχηδόνος· προσταχθὲν δ' αὐτῷ ἐμβαίνειν εἰς τὴν αὐτὴν Καίσαρι ναῦν σὺν εʹ δούλοις, αὐτὸς ὑπὸ φιλοστοργίας καὶ τρεῖς ἑταίρους πρὸς τοῖς δούλοις ἐνεβίβασεν καὶ ἐδεδίει, μὴ τοῦτο γνοὺς Καῖσαρ ἐπιμέμψαιτο. τοὐναντίον δ' ἐγένετο· ἥσθη γὰρ ἐκεῖνος ἐπὶ τῷ εἶναι φιλέταιρον καὶ ἐπῄνεσεν, ὅτι ἀεὶ βούλεται παρεῖναι αὑτῷ τοὺς πάντων ἐπόπτας ἐσομένους ἄνδρας καὶ ἀρετῆς ἐπιμελουμένους πρόνοιάν τε οὐ μικρὰν χρηστῆς δόξης ἐν τῇ πατρίδι ἤδη ποιοῖτο.
[12.] [26] Ἧκε δ' οὖν
εἰς τὴν Καρχηδόνα
Καῖσαρ, ὡς τοῖς
χρῄζουσιν ἐντευξόμενος.
πολλοὶ δὲ
συνεληλύθεσαν,
οἱ μὲν
δικαιοδοσίας
χάριν περὶ ὧν εἶχον
ἀμφιβόλων πρός
τινας, οἱ δὲ οἰκονομίας
πολιτικῆς, οἱ δ' ὅπως
ἂν τὰ ἆθλα τῶν ἠνδραγαθημένων
λάβοιεν· περὶ ὧν
ἐνέτυχεν. ἄλλοι
τε ἡγεμόνες
πλεῖστοι
συνεληλύθεσαν.
[27] προσφεύγουσι
τῷ Καίσαρι καὶ
Ζακύνθιοι μεγάλα
ἐγκλήματα ἔχοντες
καὶ δεόμενοι
βοηθείας. ὁ δὲ
τούτων προύστη
τε καὶ
διαλεχθεὶς ἄριστα
πρὸς Καίσαρα ἐν
φανερῷ τῶν τε αἰτιῶν
αὐτοὺς ἀπήλλαξε
καὶ προύπεμψεν
ἐπ' οἴκου ἡδομένους
τε καὶ πρὸς πάντας
αὐτὸν ὑμνοῦντας
σωτῆρά τ' ὀνομάζοντας.
ἐντεῦθεν
πολλοὶ συνέρρεον
προστασίας δεόμενοι,
οἷς πλείστου ἄξιος
γενόμενος τῶν
μὲν διέλυε τὰ ἐγκλήματα,
οἷς δ' ᾐτεῖτο
δωρεάς, οὓς δ' εἰς
ἀρχὰς προῆγεν.
πάντες τε ἀνὰ
στόμα εἶχον τήν
τε ἡμερότητα
καὶ φιλανθρωπίαν
καὶ τὴν ἐν ταῖς
ἐντεύξεσι φρόνησιν.
αὐτὸς μὴν Καῖσαρ
εὐλα * * *
Fragment 128
[13.] [28] * * * γυροῦ κατὰ τὰ πάτρια, οὔτε μεθυσκομένοις νεανίσκοις παρεῖναι οὔτε πλείω χρόνον συμποσίῳ παραγενέσθαι ἄχρις ἑσπέρας οὐδὲ μέντοι δειπνεῖν πρὸ δεκάτης ὥρας, ἔξω Καίσαρος ἢ Φιλίππου ἢ τοῦ γήμαντος αὐτοῦ τὴν ἀδελφὴν Μαρκέλλου, ἀνδρὸς σωφρονεστάτου καὶ κατ' εὐγένειαν ἀρίστου Ῥωμαίων. [29] αἰδῶ δ', ἣν πρέπειν ἄν τις τῇ τοιᾷδε ἡλικίᾳ ὑπολάβοι διὰ τὸ ταῖς ἄλλαις ἀρεταῖς ἐν τῇ μετὰ ταύτην τὴν χώραν ὑπὸ τῆς φύσεως ἀποδεδόσθαι, διαφανέστατα καὶ ἐν ἔργοις ἐδήλου ἐν τῷ βίῳ παντί. [30] διὰ τοῦτο καὶ μάλιστα Καῖσαρ αὐτὸν περὶ πολλοῦ ἐποιήσατο καὶ οὐχ, ὥσπερ οἴονταί τινες, διὰ τὸ γένος μόνον. ἔγνω μὲν οὖν καὶ πρότερον παῖδα ἀποδεῖξαι, δεδιὼς δέ, μὴ ἐλπίδι τοσαύτης τύχης ἐπαρθείς, ὃ φιλεῖ τοῖς εὐδαιμόνως τρεφομένοις ἕπεσθαι, ἐκλάθοιτο ἀρετῆς καὶ ἐκδιαιτηθείη, συνέκρυψε τὴν γνώμην, ἐν δὲ ταῖς διαθήκαις αὐτὸν υἱοῦται, ἄπαις ὢν ἀρρένων παίδων, καὶ κληρονόμον ἀποδείκνυσι τῆς τύχης πάσης· τετάρτην δὲ μοῖραν τῶν χρημάτων τοῖς ἄλλοις διένειμε φίλοις τε καὶ ἀστοῖς, ὅπερ ὕστερον ἐγένετο δῆλον.
[14.] [31] Ἐδεήθη δὲ συγχωρῆσαι αὐτῷ παρὰ τὴν μητέρα ἐλθεῖν εἰς τὴν πατρίδα καὶ δόντος ᾤχετο. [32] ὡς δ' ἧκεν οὐχ ἑκὰς Ῥώμης εἰς Ἰάνουκλον, ὑπήντησεν αὐτῷ σὺν πολλῷ πλήθει ἀνθρώπων ὁ λεγόμενος Γαΐου Μαρίου παῖς, σπουδάζων εἰς τὸ γένος ἐγγραφῆναι καί τινας γυναῖκας προσειληφὼς τῶν Καίσαρος, αἳ ἐμαρτύρουν αὐτῷ τὴν εὐγένειαν. οὔτε μὴ Ἀτίαν * ἔπεισεν οὔτε τὴν ταύτης ἀδελφὴν καταψεύσασθαι τοῦ σφετέρου οἴκου· προσῆπτο γὰρ τὸ γένος τοῦ γένους τὸ Καίσαρός τε καὶ τὸ Μαρίου, τῷ γε μὴν νεανίσκῳ ἐκείνῳ οὐδὲν προσῆκον ἦν. ὃς τότε σὺν πολλῷ πλήθει ὑπαντιάσας ἐσπούδαζεν προσλαβεῖν καὶ τὴν τοῦ νέου Καίσαρος γνώμην εἰς τὴν τοῦ γένους ἐγγραφήν. πολλὴ δ' ἐγένετο σπουδὴ καὶ τῶν συνόντων αὐτῷ πολιτῶν, πειθομένων εἶναι παῖδα Μαρίου. [33] Καῖσαρ δ' ἐν ἀπορίᾳ δεινῇ γενόμενος ἐσκόπει τί χρὴ ποιεῖν· τό τε γὰρ ἀσπάζεσθαι ὡς συγγενῆ, ὃν οὐκ ᾔδει ὁπόθεν εἴη οὐδ' ἡ μήτηρ αὐτῷ συνεμαρτύρει, χαλεπὸν ἦν τό τε διωθεῖσθαι τὸν νεανίσκον καὶ τὸ σὺν αὐτῷ πλῆθος τῶν πολιτῶν, ἄλλως τε καὶ αἰδοῦς ὄντι μεστῷ, πολλὴν δυσχέρειαν εἶχεν. ἀποκρίνεται γοῦν, ἠρέμα διωσάμενος τὸν ἄνθρωπον, ὅτι Καῖσαρ εἴη τοῦ γένους αὐτοῖς ἡγεμὼν καὶ τῆς πατρίδος προστάτης συμπάσης τε τῆς Ῥωμαίων ἀρχῆς· δεῖν οὖν ὡς ἐκεῖνον βαδίζειν καὶ διδάσκειν περὶ τῆς συγγενείας, καὶ εἰ μὲν πείσειεν, ὑπάρχειν εὐθὺς αὐτῷ καὶ σφᾶς τούς τε ἄλλους οἰκείους πεπεισμένους· εἰ δὲ μή, οὐδὲν αὐτοῖς εἶναι κοινώνημα πρὸς αὐτόν· ἐν δὲ τῷ μεταξύ, πρὶν ἢ Καίσαρα τοῦτο γνῶναι, μήτε προσιέναι πρὸς αὐτὸν μήτε ὡς παρὰ συγγενοῦς τι ἐπιζητεῖν τῶν δικαίων. ταῦτα ἐμφρόνως ἀποκρινόμενον καὶ οἱ συμπαρόντες ἐπῄνουν, οὐδὲν δὲ ἧττον ὁ νεανίσκος συμπρούπεμψεν αὐτὸν ἄχρι τῆς οἰκίας.
[15.] [34] Ὡς δ' ἧκεν
εἰς Ῥώμην, κατάγει
πλησίον τῆς
Φιλίππου οἰκίας
καὶ τῆς μητρὸς
καὶ τὴν δίαιταν
εἶχε σὺν ἐκείνοις,
καὶ οὐκ ἄνευ τούτων
διῆγεν, πλὴν εἰ
μή ποτε καὶ αὐτὸς
τῶν ἡλικιωτῶν
τινας βούλοιτο
ἑστιᾶν· τοῦτο
δὲ σπάνιον ἦν.
[35] διατρίβων δ' ἐν
τῇ πόλει ὑπὸ τῆς
βουλῆς ἀποδείκνυται
εἶναι τῶν
πατρικίων.
Fragment 129
[36] Ὅτι ἔνηφε καὶ ἐγκρατῶς διῆγεν * ὁ νέος Καῖσαρ. θαυμαστὸν δέ τι κἄλλο συνῄδεσαν αὐτῷ οἱ φίλοι· ἐπ' ἐνιαυτὸν γὰρ ὅλον ἐν τοιᾷδε ἡλικίᾳ, ἐν ᾗ μάλιστα σφριγῶσιν οἱ νέοι, καὶ τούτων δ' ἔτι μᾶλλον οἱ εὐτυχεῖς, ἀφροδισίων ἀπείχετο, φωνῆς ἅμα καὶ ἰσχύος προνοῶν.
( τέλος
τῆς ἱστορίας
Νικολάου ∆αμασκηνοῦ
καὶ τοῦ βίου Καίσαρος
τοῦ νέου. )
Fragment 130
[16.] [37] Ὅτι ὁ νέος Καῖσαρ τρίτον ἄγων ἐν τῇ Ῥώμῃ μῆνα ἐνταυθοῖ παρεπεδήμει, ζηλούμενος μὲν ὑπὸ τῶν ἡλίκων καὶ φίλων, θαυμαζόμενος δὲ ὑπὸ τῶν ἐν τῇ πόλει πάντων, ἐπαινούμενος δ' ὑπὸ τῶν παιδευτῶν. [38] τετάρτῳ δὲ μηνὶ ἧκεν ἐκ τῆς πατρίδος πεμφθεὶς ὑπὸ τῆς μητρὸς ὡς αὐτὸν ἀπελεύθερος τεταραγμένος καὶ πολλῆς ἀθυμίας μεστός, ἐπιστολὴν κομίζων, ἐν ᾗ ἐγέγραπτο ὡς Καῖσαρ μὲν ἐν τῇ συγκλήτῳ ἀποθάνοι ὑπὸ τῶν περὶ Κάσσιον καὶ Βροῦτον. ἠξίου δὲ τὸν παῖδα ἐπανελθεῖν ὡς αὐτήν· ἀγνοεῖν γὰρ ἔφη καὐτὴ τἀπὸ τοῦδε ἐσόμενα· δεῖν δὲ ἤδη ἄνδρα γίγνεσθαι, καὶ γνώμῃ τε ἃ χρὴ φρονεῖν καὶ ἔργῳ πράττειν ἑπόμενον τῇ τύχῃ τε καὶ τοῖς καιροῖς. τοιαῦτα ἐδήλου τὰ παρὰ τῆς μητρὸς γράμματα. [39] ὅμοια δὲ καὶ ὁ ταῦτα κομίζων ἀπήγγελλεν· ἔφη τε ὡς παραχρῆμα Καίσαρος ἀναιρεθέντος πεμφθείη καὶ οὐδαμῇ διατρίψειεν, ὡς θᾶττον ἔχοι μαθὼν τὰ γενόμενα βουλεύσασθαι περὶ αὐτῶν· μέγαν δ' εἶναι τὸν κίνδυνον τοῖς τοῦ ἀνῃρημένου συγγενέσι, ὃν δεῖ πρῶτον σκοπεῖν ὅπως διαφεύξεται· οὐ μικρὰν γὰρ εἶναι μερίδα τὴν τῶν σφαγέων, οἳ τοὺς Καίσαρος ἐλαύνουσί τε καὶ ἀναιροῦσι. [40] ταῦτ' ἀκούσαντες ἐν πολλῷ θορύβῳ ἦσαν, μέλλοντες ὅσον οὔπω δειπνήσειν. ταχὺ δ' ἡ φήμη καὶ τοῖς ἔξω διήγγειλε καὶ ἀνὰ πᾶσαν ἐφοίτα τὴν πόλιν τἀκριβὲς μὲν οὐ δηλοῦσα, ὅτι μέντοι κακόν τι μέγα εἴη προσπεπτωκός. συνῄεσαν γοῦν πολλοὶ περὶ ἄκραν ἑσπέραν σὺν φωτὶ τῶν πρώτων Ἀπολλωνιατῶν διαπυνθανόμενοι ὑπ' εὐνοίας ὅ τι εἴη τὸ ἠγγελμένον. βουλευομένῳ δὲ Καίσαρι μετὰ τῶν φίλων ἔδοξε χρῆναι τοῖς ἐπιφανεστάτοις δηλῶσαι, τὸ πλῆθος δὲ ἀποπέμψασθαι. καὶ ἐπεὶ ταῦτα ἔπραξαν, μόλις μὲν ἀπῆλθεν ὁ ὄχλος πεισθεὶς ὑπὸ τῶν πρώτων, καιρὸν δ' ἔσχεν Καῖσαρ περὶ τῶν ὅλων βουλεύσασθαι μετὰ τῶν φίλων, πόρρω τῆς νυκτὸς ἤδη διεληλυθυίας, ὅ τι ποιητέον εἴη καὶ ὅπως χρηστέον τοῖς πράγμασιν. [41] πολλῆς δὲ σκέψεως γενομένης, οἱ μὲν παρῄνουν τῶν φίλων ἐπὶ τὸ ἐν Μακεδονίᾳ στράτευμα χωρεῖν, ὃ προεξεπέπεμπτο ἐπὶ τὸν Παρθικὸν πόλεμον, (ἡγεῖτο δ' αὐτοῦ Μάρκος Αἰμίλιος) καὶ σὺν αὐτῷ ἥκειν τἀσφαλοῦς ἕνεκεν εἰς Ῥώμην ἐπὶ ἄμυναν τῶν σφαγέων· ὑπάρχειν δὲ καὶ τοὺς στρατιώτας ὑπ' εὐνοίας τῆς πρὸς ἐκεῖνον τοῖς <γεγενημένοις> ἀχθομένους· προσγενήσεσθαι δὲ καὶ τὸν ἀπὸ τοῦ παιδὸς οἶκτον ὀφθέντος τῷ στρατῷ. [42] ἀλλὰ ταῦτα δυσχερῆ ὑπεφαίνετο ἀνδρὶ κομιδῆ νέῳ καὶ μείζω ἢ κατὰ τὴν παροῦσαν ἡλικίαν τε καὶ ἀπειρίαν, ἄλλως τε καὶ ἀδήλου ἔτι οὔσης τῆς τῶν πολλῶν διανοίας, καὶ πολλῶν ἐφεστώτων ἐχθρῶν. οὐκ ἐκράτει οὖν ἥδε ἡ γνώμη. τιμωροί τε ἔσεσθαι Καίσαρι προσεδοκῶντο οἳ καὶ ζῶντος ἀπήλαυον τῆς τύχης, εἴς τε ἀρχὰς καὶ πλοῦτον ὑπ' αὐτοῦ προηγμένοι δωρεάς τε μεγάλας ἔχοντες καὶ οἵας οὐδ' ὄναρ ἤλπισαν. [43] ἄλλων δὲ ἄλλα παραινούντων, ὡς ἂν ἐν ἀσκόποις καὶ ἀσταθμήτοις πράγμασι, κράτιστον εἶναι ἐδόκει Καίσαρι τὴν ὑπὲρ τῶν ὅλων βουλὴν ἀναβαλέσθαι ἄχρι ἂν τοῖς καὶ γήρᾳ καὶ φρονήσει διαφέρουσι τῶν φίλων συμμίξας κοινωνοὺς ποιήσαιτο τῆς γνώμης. ἔδοξεν οὖν δεῖν ἠρέμα ἔχειν καὶ εἰς Ῥώμην βαδίζειν, πρότερον δ' ἐν Ἰταλίᾳ γενόμενον γνῶναι τὰ μετὰ τὴν Καίσαρος τελευτὴν ἐπισυμβάντα καὶ μετὰ τῶν ἐκεῖ βουλεύσασθαι περὶ τῶν ὅλων.
[17.] [44] Καὶ οἱ μὲν πρὸς τὸν πλοῦν παρεσκευάζοντο· Ἀλέξανδρος δὲ ὑποτιμώμενος τό τε γῆρας καὶ τὴν ἀσθένειαν εἰς τὴν πατρίδα τὸ Πέργαμον ἀπελύετο. [45] Ἀπολλωνιᾶται δὲ ἀθροισθέντες ἄχρι μέν τινος ἐδέοντο Καίσαρος ὑπὸ φιλοστοργίας μένειν παρὰ σφᾶς· παρέξειν γὰρ αὐτῷ τὴν πόλιν εἰς ὅ τι βούλεται, ὑπό τε τῆς πρὸς αὐτὸν εὐνοίας καὶ τῆς πρὸς τὸν τεθνηκότα εὐσεβείας· καὶ αὐτῷ δὲ ἄμεινον εἶναι, τοσούτων ἐχθρῶν ἐφεστώτων, ἐν φίλῃ πόλει τὰ ἐσόμενα καραδοκεῖν. ὁ δὲ βουλόμενος παρὼν τοῖς πραττομένοις καιροφυλακεῖν, οὐ παρέλυε τὴν γνώμην, ἀλλ' ἀναγκαῖον ἔφη εἶναι ἀποπλεῖν· Ἀπολλωνιάτας δὲ τότε ἐπῄνεσε, καὶ παρελθὼν εἰς τὴν ἀρχὴν ἐλευθερίαν τε αὐτοῖς καὶ ἀτέλειαν ἄλλας τε οὐκ ὀλίγας χάριτας ἐπιδοὺς καὶ εὐδαίμονα τὴν πόλιν ἐν τοῖς μάλιστα ποιήσας. τότε δὲ μετὰ δακρύων αὐτὸν ὁ πᾶς δῆμος ἀποσπώμενον προύπεμψε, θαυμάζων τὸ ἐν τῇ παρεπιδημίᾳ κόσμιον καὶ σῶφρον, καὶ ἅμα οἰκτείρων τὴν τύχην. [46] ἦλθον δ' ὡς αὐτὸν ἐκ τῆς στρατιᾶς οὐκ ὀλίγοι ἱππεῖς τε καὶ πεζοί, χιλίαρχοί τε καὶ ἑκατοντάρχαι ἄλλοι τε πάμπολλοι θεραπείας χάριν, οἱ δὲ κατ' ἰδίας χρείας· οἳ τότε παρῄνουν ἐπὶ τὰ ὅπλα χωρεῖν, καὶ αὐτοὶ ὑπισχνοῦντο συστρατεύσειν τε καὶ ἄλλους προσποιήσειν ἐπεξιόντας τὸν Καίσαρος θάνατον. ὁ δ' ἐπαινέσας αὐτοὺς οὐθὲν δεῖν ἔφη ἐν τῷ παρόντι· ὅταν μέντοι καλῇ ἐπὶ τὴν τιμωρίαν, ἠξίου ἑτοίμους εἶναι. οἱ δ' ἐπείθοντο.
[47] Καῖσαρ δ' ἀνήχθη τοῖς ἐπιτυχοῦσι πλοίοις χειμῶνος ἔτι ὄντος σφαλερώτατα, καὶ διαβαλὼν τὸν Ἰόνιον πόντον ἴσχει τῆς Καλαβρίας τὴν ἔγγιστα ἄκραν, ἔνθα οὐδέν πω σαφὲς διηγγέλλετο τοῖς ἐνοικοῦσι τοῦ ἐν Ῥώμῃ νεωτερισμοῦ. ἐκβὰς οὖν ταύτῃ πεζὸς ὥδευεν ἐπὶ Λύππας. [48] καὶ ὡς ἀφίκετο, ἐντυγχάνει τοῖς ἐν Ῥώμῃ θαπτομένῳ Καίσαρι * *, οἳ ἀπήγγελλον τά τε ἄλλα καὶ ὡς ἐν ταῖς διαθήκαις ὡς υἱὸς εἴη Καίσαρι ἐγγεγραμμένος, καὶ τρία μέρη τῶν χρημάτων, τὸ δὲ τέταρτον τοῖς ἄλλοις εἴη δεδομένον, ἐξ οὗ καὶ τῷ δήμῳ δοίη κατ' ἄνδρα εʹ καὶ οʹ δραχμάς, ἐπισκήψειε δὲ καὶ Ἀτίᾳ τῇ μητρὶ τοῦ παιδὸς τῆς ἑαυτοῦ ταφῆς ἐπιμεληθῆναι, ὅπως τε ὁ ὄχλος βιασάμενος ἐν μέσῃ ἀγορᾷ αὐτὸν καύσειέ τε καὶ θάψειεν· [49] τοὺς δὲ περὶ Βροῦτον καὶ Κάσσιον σφαγεῖς κατειληφότας τὸ Καπιτώλιον φρουρεῖν τούς τε δούλους καλεῖν ἐπ' ἐλευθερίᾳ συμμάχους· τῇ τε πρώτῃ ἡμέρᾳ καὶ δευτέρᾳ, καταπεπληγμένων ἔτι τῶν Καίσαρος φίλων, πολλοὺς αὐτοῖς προσέχειν, ἐπεὶ δ' οἱ ἐκ τῶν περιοικίδων πόλεων κληροῦχοι, οὓς ἐκεῖνος κατῴκισέ τε καὶ ταῖς πόλεσιν ἐγκατέστησεν, ἧκον παμπληθεῖς ὡς τοὺς περὶ Λέπιδον τὸν ἱππάρχην καὶ Ἀντώνιον τὸν συνύπατον Καίσαρος ἐπεξιέναι αὐτοῦ τὸν φόνον ὑπισχνουμένους, σκεδασθῆναι τοὺς πολλούς· ἐκείνους δὲ μονωθέντας μονομάχους τινὰς ἀθροίζειν καὶ ἄλλους, οἷς ἦν ἀκήρυκτος ἔχθρα πρὸς Καίσαρα, οἳ τῆς ἐπιβουλῆς ἐκοινώνουν. [50] καὶ τούτους μέντοι ὀλίγον ὕστερον καταβῆναι πάντας ἐκ τοῦ Καπιτωλίου πίστεις λαβόντας παρὰ Ἀντωνίου δύναμιν ἤδη μεγάλην ἔχοντος καὶ διαμεθιέντος ἐν τῷ παρόντι τὴν ὑπὲρ Καίσαρος ἐπέξοδον· ὃ κἀκείνοις αἴτιον ἐγένετο τοῦ ἀσφαλῶς ἐκ τῆς Ῥώμης ὑπεξελθεῖν ἐς Ἄντιον· πολιορκηθῆναι δ' αὐτῶν ὑπὸ τοῦ δήμου καὶ τὰς οἰκίας, ἡγεμόνος μηδενὸς ἐφεστῶτος, ἀλλ' αὐτοῦ τοῦ πλήθους ὑπὸ τῆς περὶ Καίσαρα εὐνοίας δυσχεραίνοντος τὸν φόνον, καὶ μάλιστα ἐπειδὴ τήν τε ἐσθῆτα εἶδεν ᾑμαγμένην καὶ τὸ σῶμα νεοσφαγὲς ἐκκομιζόμενον εἰς ταφήν, ὅτε καὶ βιασάμενος θάψειεν αὐτὸ ἐν μέσῃ ἀγορᾷ.
[18.] [51] Ταῦτα ὡς ἤκουσε Καῖσαρ ὁ νέος, εἴς τε δάκρυα καὶ οἶκτον ὑπὸ μνήμης τἀνδρὸς καὶ φιλοστοργίας ἐρρύη, καινότερόν τε τὸ πένθος ἐποίει. παυσάμενος δέ ποτε ἀνέμενεν ἕτερα γράμματα παρὰ τῆς μητρὸς καὶ τῶν ἐν Ῥώμῃ φίλων, καίπερ οὐκ ἀπιστῶν τοῖς τὰ γινόμενα ἀπηγγελκόσιν· οὐ γὰρ ἑώρα διότι ἂν πλάσαιντο τὰ ψευδῆ. καὶ μετὰ ταῦτα ἀπῆρεν εἰς Βρεντέσιον· ἔγνω γὰρ οὐδένα ἐνόντα τῶν ἐχθρῶν αὐτόθι, πρότερον δ' ὑπειδόμενος μὴ ὑπό του φρουροῖτο ἡ πόλις, οὐκ εἰκῆ τὸν πλοῦν ἐκ τοῦ πέραν ἀπηύθυνεν. [52] ἧκε δ' αὐτῷ καὶ παρὰ τῆς μητρὸς ἐπιστολή, ἐν ᾗ ἐγέγραπτο δέησις ἰσχυρὰ ὡς τάχιστα ἀφικέσθαι καὶ ἑαυτὸν ἐκείνῃ τε ἀπο δοῦναι καὶ τῷ σύμπαντι οἴκῳ, ὡς μήτις ἐπ' αὐτὸν ἔξωθεν ἐπιβουλὴ συσταίη παῖδα Καίσαρος ἀναδεδειγμένον. ἐδήλου δ' ὅμοια τοῖς πρότερον ἠγγελμένοις, καὶ ὡς ἐπὶ τοὺς περὶ Βροῦτον καὶ Κάσσιον ἐγήγερται ὁ πᾶς δῆμος δυσανασχετῶν ἃ δράσειαν. [53] ἐπέστειλε δ' αὐτῷ καὶ ὁ πατρῳὸς Φίλιππος δεόμενος μὴ προσελθεῖν τῇ Καίσαρος κληρονομίᾳ, φυλάξασθαι δὲ καὶ αὐτὸ τοὔνομα, δι' ἃ πάθοι κεῖνος, ζῆν δ' ἀπραγμόνως καὶ ἀσφαλῶς. ὁ δὲ Καῖσαρ ᾔδει μὲν ὑπ' εὐνοίας ταῦτα παραινοῦντα, ἐγίνωσκε δὲ τἀναντία, μεγάλα ἐπινοῶν ἤδη καὶ φρονήματος μεστὸς ὤν, ποιούμενος δὲ ἴδια πόνον καὶ κίνδυνον ἢ ἀνδρῶν ἀπέχθειαν, οἷς οὐκ ἔμελλεν ἀρεστὸς φανεῖσθαι, εἰ τοσοῦδε ὀνόματος καὶ ἀρχῆς παραχωρήσειεν ὁτῳοῦν, ἄλλως τε καὶ τῆς πατρίδος συμπροθυμουμένης καὶ ἐπὶ τὰς πατρῴους τιμὰς καλούσης αὐτὸν ἐκ τοῦ δικαιοτάτου· καὶ γὰρ φύσει καὶ νόμῳ τὰς ἀρχὰς αὐτῷ προσήκειν, ἄγχιστα τοῦ γένους ὄντι καὶ ὑπ' αὐτοῦ κείνου παιδὶ τεθειμένῳ· καὶ τὸ ἐπεξελθεῖν δ' αὐτῷ καὶ τιμωρῆσαι τοιαῦτα πεπονθότι πάντων εἶναι δικαιότατον. ὁ μὲν δὴ ταῦτα ἐφρόνει τε καὶ τὸν Φίλιππον γράφων ἀνεδίδασκεν οὐ μάλα πειθόμενον. [54] Ἀτία δὲ ἡ μήτηρ τὸ μὲν εὐκλεὲς τῆς τύχης καὶ τὸ μέγεθος τῆς δυναστείας ἔχαιρεν ὁρῶσα περιεληλυθὸς τῷ ἑαυτῆς παιδί, εἰδυῖα δὲ μεστὸν τὸ πρᾶγμα φόβων τε καὶ κινδύνων, καὶ ἅμα ἑωρακυῖα Καίσαρα τὸν ἑαυτῆς θεῖον οἷα πάθοι, οὐ πάνυ προσίετο πάλιν· ἐῴκει δὲ μεταξὺ ἀμφοτέρων εἶναι τῶν γνωμῶν, τῆς τε τοῦ ἀνδρὸς Φιλίππου καὶ τοῦ υἱέος. καὶ ἡ μὲν διὰ τοῦτο ἐν φροντίσι μυρίαις ἦν, τοτὲ μὲν ἀνιωμένη, ἐπειδὰν τοὺς ἠρτημένους ἀριθμῆται κινδύνους τῶν συμπάντων ἄρχειν ἀξιοῦντι, τοτὲ δ' ἐπαιρομένη, ἐπειδὰν τὸ μέγεθος τῆς ἐξουσίας τε καὶ τιμῆς λογίζηται. διὸ ἀποτρέπειν μὲν τὸν παῖδα οὐκ ἐτόλμα μεγάλοις ἐγχειροῦντα καὶ ἐπὶ δικαίαν ἄμυναν ὡρμημένον, οὐ μὴν δὴ οὐδὲ συμπαρορμᾶν διὰ τὸ ἄδηλον τοῦ δαίμονος· συνεχώρει δ' ὅμως τοὔνομα ἔχειν τὸ Καίσαρος, καὶ αὐτὴ πρώτη συνέπαινος ἦν. [55] πάντων δὲ τῶν φίλων καὶ περὶ τοῦδε ὁ Καῖσαρ πυθόμενος ἃ ἐφρόνουν, οὐδὲν μελλήσας τύχῃ ἀγαθῇ καὶ ἐπ' εὐφήμῳ κληδόνι δέχεται τοὔνομά τε καὶ τὴν υἱοθεσίαν, ἣ καὶ αὐτῷ καὶ πᾶσιν ἀνθρώποις ἀρχὴ ἀγαθῶν ἦν, πολὺ δὲ μάλιστα τῇ πατρίδι καὶ σύμπαντι τῷ Ῥωμαίων γένει. ἔπεμψε δὲ παραχρῆμα καὶ ἐπὶ τὰς ἐν τῇ Ἀσίᾳ παρασκευὰς καὶ τὰ χρήματα ἃ προύπεμψε Καῖσαρ πρότερον ἐπὶ τὸν Παρθικὸν πόλεμον. καὶ ἐπειδὴ ἐκομίσθη, καὶ σὺν αὐτοῖς ὁ ἐτήσιος φόρος τῶν ἐν Ἀσίᾳ ἐθνῶν, ἀρκούμενος Καῖσαρ τοῖς πατρῴοις τὰ δημόσια εἰς τὸ ταμιεῖον τῆς πόλεως ἀπέπεμψεν. [56] παρῄνουν δὲ καὶ τότε αὐτῷ τῶν φίλων οἱ καὶ ἐν Ἀπολλωνίᾳ χωρεῖν ἐπὶ τὰς ἀποικίας τοῦ πατρὸς καὶ τὰ στρατεύματα συγκροτεῖν, κἀκείνους εἰς τὴν ὑπὲρ αὐτοῦ ἔξοδον ἄλλως τε καὶ τοῦ ὀνόματος μεγάλου * *. ἥδιστα γὰρ καὶ τοὺς στρατιώτας ἡγουμένου τοῦ Καίσαρος υἱέος ἀκολουθήσειν τε καὶ πάντα δράσειν· θαυμαστὴ γάρ τις αὐτοῖς πίστις τε καὶ εὔνοια ὑπῆρχε πρὸς ἐκεῖνον καὶ μνήμη ὧν συγκατειργάσαντο ζῶντι, πόθος τε ἐπὶ τοῦ ἐκείνου ὀνόματος συναγωνίζειν ἣν αὐτοὶ ἐκείνῳ πρότερον περιέθεσαν ἀρχήν. [57] ἀλλὰ τῶνδε μὲν οὐδέπω ὁ καιρὸς ἐφαίνετο εἶναι· ἐσπούδαζε δὲ νομίμως τὰς πατρίους ἀρχὰς μετιὼν γνώμῃ συγκλήτου μὴ λαβεῖν δόξαν φιλοτιμουμένου μᾶλλόν περ ἢ νομίμου. διὸ τῶν φίλων τοῖς πρεσβυτάτιος τε καὶ ἐμπειρίᾳ προύχουσι μάλιστα ἐπείθετο, ἀπό τε Βρεντεσίου ὥρμησεν ἐπὶ Ῥώμης.
[19.] [58] Ἐπιζητεῖ δὲ τοὐντεῦθεν ὁ λόγος ὅπως συστήσειαν τὴν ἐπιβουλὴν οἱ σφαγεῖς ἐπὶ Καίσαρα καὶ ὡς τὸ σύμπαν κατειργάσαντο, τά τε μετὰ ταῦτα πραχθέντα, κινηθέντων τῶν ὅλων. διέξειμι οὖν, αὐτήν τε πρῶτον καθότι ἐγένετο καὶ ὅπως τάς τε αἰτίας ὑφ' ὧν συστᾶσα τοσόνδε ἐπεξῆλθεν· ἔπειτα δὲ περὶ τοῦ ἑτέρου Καίσαρος, οὗ ἕνεκα ὅδε ὁ λόγος ὥρμηται, ὅπως τε παρῆλθεν εἰς τὴν ἀρχὴν καί, ἐπειδὴ ἀντ' ἐκείνου κατέστη, ὅπως ἔργα πολέμου καὶ εἰρήνης ἀπεδείξατο. [59] ἦρξαν μὲν οὖν τῆς ἐπιβουλῆς ἄνδρες τὸ μὲν πρῶτον ὀλίγοι, μετὰ δὲ ταῦτα πολλοὶ καὶ ὅσοι οὔτε πρότερον ἐπὶ ἡγεμόνα μνημονεύονται συστῆναι. φασὶ γὰρ τοὺς μετασχόντας τοῦ λόγου γενέσθαι ὑπὲρ πʹ· ἐν οἷς μέγιστον ἠδύνατο ∆έκμος τε Βροῦτος, φίλος ἐς τὰ μάλιστα ὢν Καίσαρι, καὶ Γάιος Κάσσιός τε καὶ Μάρκος Βροῦτος, οὐδενὸς ἧττον παρὰ Ῥωμαίοις τότε ἐπαινούμενος· πάντες δὲ πρότερον ἀντιπόλεμοί τε ἦσαν καὶ τὰ Πομπηίου ηὖξον· ἐκείνου τε ἡττηθέντος, γενόμενοι ὑπὸ Καίσαρι τὸ ἀπ' αὐτοῦ εἰρηνικὸν βίον εἶχον· οὐδὲ γὰρ ἄλλως φιλανθρώπως προσαγομένου ἕκαστον ἐν τῇ διανοίᾳ τὸ δύσελπι αὐτῶν ἀφῃροῦντο, ἀμνησίκακος ὢν τὸ ἦθος πρὸς τοὺς κρατηθέντας διά τινα πραότητα. καρπούμενοι δὴ τὸ ἀπ' ἐκείνου ἀνύποπτον κατεχρήσαντο αὐτῷ εἰς τὸ μᾶλλόν τι λανθάνειν ἐπιβουλεύοντες ἐπαγωγοῖς τε λόγοις καὶ ἔργοις προσποιητοῖς. [60] αἰτίαι δ' αὐτοὺς ἐνῆγον ἐπιχειρεῖν τἀνδρὶ οὐκ ἀπὸ μικρῶν διαφόρων ἰδίᾳ τε ἑκάστοις καὶ κοινῇ πᾶσι γεγονυῖαι. οἱ μὲν γὰρ ἐλπίδος τι ἔχοντες, εἰ ἐκεῖνον ἐκποδῶν ποιήσαιντο, αὐτοὶ ἡγεμόνες ἀντ' ἐκείνου ἔσεσθαι τὴν ἐπιβουλὴν συνίστασαν, οἱ δὲ ὑπὸ ὀργῆς ὧν πάθοιεν παρὰ τὸν πόλεμον, οἰκείων αὐτοῖς ἀπολωλότων, ἢ τὰ χρήματα ἀφῃρημένοι ἢ ἀρχὰς ἐν τῇ πόλει, ἐνεπικραίνοντο, καὶ τὸ ὀργιζόμενον ὑποκρυπτόμενοι τοῦ εὐπρεποῦς τι μετεποιοῦντο, ὡς δυσχεραίνοιεν τὴν ἑνὸς ἀρχήν, ζητοῖεν δὲ κατ' ἰσονομίαν πολιτεύεσθαι. ἄλλα δὲ ἄλλοις αἴτια συνενεχθέντα ὑφ' ὧν ἔτυχε προφάσεων τὸ μὲν πρῶτον αὐτοὺς τοὺς δυνατωτάτους συνέστησεν, ἔπειτα πολὺ πλείους προσήγετο, τοὺς μὲν αὐτεπαγγέλτους κατ' ἴδια ἐγκλήματα, τοὺς δὲ κατὰ σύμπραξιν ἑτέροις ἐκ τῆς πάλαι φιλίας πολὺ τὸ πιστὸν ὑποφαίνοντας καὶ κατὰ τοῦτο προσηταιρισμένους. [61] ἦσαν δέ τινες οἱ κατ' οὐδέτερον, ἀλλὰ τῇ τε ἀξιώσει τῶν ἀνδρῶν συνεπιδιδόντες τὴν γνώμην, καὶ ἐκ τῆς πάλαι δημοκρατίας ἀχθόμενοι τῇ ἑνὸς ἰσχύι, ἄσμενοί τε ἄν, εἰ καὶ μὴ αὐτοὶ ἄρξαι τοῦ πράγματος, ἀλλ' ἑτέρου γε ἄρξαντος συλλαβέσθαι τότ' ἀγαπητῶς μετὰ τοιούτων ἀνδρῶν, εἰ καί τι δέοι παθεῖν, οὐκ ὀκνοῦντες. πολλὰ δ' ἐξώτρυνε καὶ ἡ ἐκ παλαιοῦ Βρούτοις ὑποῦσα εὔκλεια τῶν προγόνων τοὺς ἀπὸ Ῥωμύλου βασιλέας τῆς Ῥώμης καταλελυκότων καὶ δημοκρατίαν πρῶτον καταστησαμένων. [62] οἵ τε φίλοι πρότερον ὄντες τῷ Καίσαρι οὐκέθ' ὁμοίως εὖνοι ἦσαν, εἰς ἴσον ἑαυτοῖς ὁρῶντες τιμωμένους τοὺς πάλαι μὲν πολεμίους, ὑπ' ἐκείνου δὲ σωθέντας. οὐ μὴν οὐδὲ αὐτοῖς ἐκείνοις τὸ εὔνουν ὑπῆρχεν, ἀλλ' ἐπίπροσθεν τῆς χάριτος γινόμενον τὸ ἀρχαῖον μῖσος οὐχ ὧν εὖ ἔπαθον σωθέντες μνήμην ἐνεποίει, ἀλλ' ὧν ἀπεστερήθησαν ἀγαθῶν κρατηθέντες ἐννοούμενοι παρωξύνοντο. πολλοὶ δὲ καὶ αὐτῷ ἤχθοντο τῷ δι' ἐκείνου σεσῶσθαι, καίτοι γε ἀνονείδιστα αὐτοὺς πάντα πεποιηκότι· ἀλλ' ὅμως αὐτὸ τὸ ἐν χάριτος μέρει λαβεῖν ταῦθ' ἃ κατὰ πολλὴν εὐμάρειαν ἂν κρατοῦσιν ὑπῆρχε, σφόδρα ἐν τῇ διανοίᾳ ἐνὸν ἐλύπει. [63] καὶ μὲν δὴ κἀκείνων τὰ ἤθη αὐτῷ διάφορα ἤδη ἦν, τῶν τε συστρατευομένων πάλαι ἐν ἰδιωτῶν μοίρᾳ τῶν τε ἡγεμόνων καὶ οὐ τιμῆς μεταποιουμένων· τὸ μὲν ὅτι συγκατελέλεκτο εἰς τὸ ἀρχαῖον στρατιωτικὸν τὸ πολέμῳ ἁλόν, καὶ τοὺς ἴσους μισθοὺς ἔφερεν. ἤχθοντο οὖν οἱ φίλοι ἐν ἴσῳ τιμώμενοι τοῖς ὑπ' αὐτῶν αἰχμαλώτοις γενομένοις, ἔστι δ' ὑφ' ὧν καὶ παρωθούμενοι τιμῆς· πολλοῖς δὲ καὶ τὸ εὖ πάσχειν ὑπ' αὐτοῦ διαφερόντως ἀνιαρὸν ἦν κατά τε χρημάτων δόσεις καὶ ἀρχῶν συντάξεις, ὡς μόνου δυναμένου τοῦτο ποιεῖν, τῶν δὲ ἄλλων πάντων ἐν οὐδενὸς μοίρᾳ παρεωσμένων. [64] αὐτός τε ἐκεῖνος ἐπὶ πολλαῖς καὶ καλαῖς νίκαις ἀγαλλόμενος οὐκ ἀπεικότως πλέον τε ἢ ἄνθρωπος ἀξιῶν ἤδη εἶναι τοῖς μὲν πολλοῖς ἐθαυμάζετο, τοῖς δὲ μεγάλοις καὶ δυναστείας μεταποιουμένοις ἐπαχθὴς ἐδόκει εἶναι. [65] παντοδαπὰ οὖν συνέστη φῦλα ἐπ' αὐτὸν ἀνδρῶν μεγάλων, μικρῶν, φίλων, πολεμίων, στρατιωτῶν, πολιτικῶν, ἑκάστων προφάσεις ἰδίας εἰς τὸ ἔργον ὑποτιμωμένων καὶ ἀπὸ τῶν οἰκείων ἐγκλημάτων ἐμπιστευόντων καὶ ταῖς παρὰ τῶν ἄλλων κατηγορίαις· ἕκαστός τε ἕκαστον συνιστάμενοι παρώξυνον, καὶ τὸ εἰς ἀλλήλους βέβαιον ἐκ τῶν ἰδίᾳ ὑπόντων πρὸς αὐτὸν ἐγκλημάτων παρείχοντο. [66] διὸ καί, τοσούτων γενομένων τῶν συστάντων, οὐδεὶς ἐτόλμησε καταμηνῦσαι τὴν πρᾶξιν. φασὶ δέ τινες ὀλίγον πρὸ τοῦ θανάτου γραμματίδιον αὐτῷ ὑπό του δεδόσθαι μηνῦον τὴν ἐπιβουλήν· ὃ μετὰ χεῖρας ἔχων πρὶν ἀναγνῶναι ἀπεσφάγη· μετὰ δὲ ἀποθανόντος ἀνευρέθη ἐν τοῖς ἄλλοις γραμματιδίοις.
[20.] [67] Ταῦτα μὲν οὖν ὕστερον ἐγνώσθη· τότε δὲ ἄλλαις ἐπ' ἄλλαις τιμαῖς αὐτῷ ψηφιζομέναις τῶν μὲν χαρίζεσθαι βουλομένων, ἐνίων δὲ μετὰ ἐνέδρας δεχομένων τὰς ὑπερβεβλημένας καὶ εἰς ἅπαντας ἐκφερόντων, ὡς ἂν φθόνος ὁμοῦ καὶ ὑποψία ἐγγένοιτο ἐπαχθής, ὁ δὲ ἅτε ἁπλοῦς ὢν τὸ ἦθος καὶ ἄπειρος πολιτικῆς τέχνης διὰ τὰς ἐκδήμους στρατείας, ἡλίσκετο ῥᾳδίως τούτοις, ἐκ τοῦ εἰκότος οἰόμενος γίνεσθαι τοὺς ἐπαίνους θαυμαζόντων αὐτὸν μᾶλλόν περ ἢ ἐπιβουλευόντων. μάλιστα δὲ τῶν ἐψηφισμένων ἐλύπει τοὺς ἐν τέλει τὸ καὶ τῶν ἀρχῶν ἄκυρον γενέσθαι τῆς καταστάσεως τὸν δῆμον, ἐκείνῳ δ' αὐτὰς ἀποδεδόσθαι οἷς βούλοιτο διδόναι, ὥσπερ τὸ δόγμα ἐκέλευεν οὐ πρὸ πολλοῦ κεκυρωμένον. [68] παντοδαπαὶ δὲ καὶ ἐν τῷ ὁμίλῳ λογοποιίαι διεφέροντο, ἄλλων ἄλλα διεξιόντων οἱ μὲν γὰρ ἔφασκον βασίλειον αὑτῷ ἐγνωκέναι συμπάσης γῆς καὶ θαλάττης Αἴγυπτον ἀποδεικνύναι, ἔνθα βασιλίδα Κλεοπάτραν αὐτῷ τεκεῖν παῖδα Κῦρον * φοιτήσασαν εἰς εὐνήν· ὅπερ αὐτὸς ἤλεγξεν ἐν ταῖς διαθήκαις ψεῦδος ὄν· οἱ δ' ἐν Ἰλίῳ τοῦτο ἔφασαν αὐτὸν μέλλειν καθίστασθαι διὰ τὴν παλαιὰν πρὸς τὸ ∆αρδανιδῶν γένος συγγένειαν. [69] γενόμενον δέ τι καὶ τόσον παρώξυνε τὰ μάλιστα τοὺς ἐπ' αὐτὸν συνεστῶτας. ἦν αὐτῷ χρυσοῦς ἀνδριάς, ὥσπερ ἐψήφιστο, ἐπὶ τῶν ἐμβόλων. τούτου διάδημα ὤφθη περὶ τῇ κεφαλῇ κείμενον· ὑπόπτως δὲ πάνυ πρὸς αὐτὸ ἔχουσι Ῥωμαῖοι δουλείας οἰόμενοι εἶναι σύμβολον· ἐπελθόντες δὲ τῶν δημάρχων Λεύκιος καὶ Γάιος ἐκέλευσάν τινι τῶν ὑπηρετῶν ἀναβάντι καθελεῖν αὐτὸ καὶ ῥῖψαι. τοῦτο γενόμενον Καῖσαρ ὡς ᾔσθετο, καλέσας τὴν σύγκλητον εἰς τὸ τῆς Ὁμονοίας ἱερὸν κατηγόρησε τῶν δημάρχων, φάσκων αὐτοὺς εἶναι τοὺς περιθέντας κρύφα τὸ διάδημα, ὅπως ἂν ἐν φανερῷ αὐτὸν ὑβρίσειαν καὶ δοκοῖεν ἀνδραγαθίζεσθαι ἐπὶ τῇ ἐκείνου ἀτιμίᾳ, ὡς οὔτε βουλῆς οὔτ' αὐτοῦ ἐπιστρεφόμενοι· μείζονός τε γνώμης καὶ ἐπιβουλῆς εἶναι αὐτοῖς τὸ δρασθέν, εἴ πως δύναιντο εἰς τὸ πλῆθος αὐτὸν διαβαλόντες ὡς ἂν δυναστείας παρανόμου ἐρῶντα καὶ αὐτοὶ ἐξάρχοντες νεωτεροποιίας ἀποκτεῖναι. ταῦτα εἰπών, συνδόξαν τῇ συγκλήτῳ, ἤλασεν αὐτοὺς φυγάδας. καὶ οἱ μὲν ᾤχοντο φεύγοντες, ἕτεροι δ' ἀντ' αὐτῶν δήμαρχοι ἐγένοντο· [70] ὁ δὲ δῆμος ἐβόα βασιλέα τε αὐτὸν εἶναι καὶ ἀναδεῖσθαι μηδὲν ἔτι μέλλοντα, ἐπεὶ καὶ ἡ Τύχη αὐτὸν ἀναδέδεκεν. ὁ δὲ πᾶν ἂν ἔφη χαρισάμενος τῷ δήμῳ διὰ τὴν πρὸς αὐτὸν εὔνοιαν τοῦτο οὔποτε δώσειν, καὶ συγγνώμην ᾐτεῖτο εἰ ἀντιλέγει σώζων τὰ πάτρια· βούλεσθαι γὰρ τὴν ὕπατον ἀρχὴν ἔχειν νομίμως ἢ βασιλείαν παρανόμως.
[21.] [71] Τοιαῦτα μὲν δὴ τότε ἐλέγετο· μετὰ δὲ ταῦτα ἑορτὴ ἐν τῇ Ῥώμῃ ἐγένετο χειμῶνος, (Λουπερκάλια καλεῖται), ἐν ᾗ γηραιοί τε ὁμοῦ πομπεύουσι καὶ νέοι γυμνοί, ἀληλιμμένοι τε καὶ διεζωσμένοι, τούς τε ὑπαντῶντας κατακερτομοῦντες καὶ τύπτοντες αἰγείοις δοραῖς. τότε δὲ ἐνστάσης, ἡγεμὼν ᾑρέθη Μάρκος Ἀντώνιος· καὶ προῄει διὰ τῆς ἀγορᾶς, ὥσπερ ἔθος ἦν, συνείπετο δὲ αὐτῷ καὶ ἄλλος ὄχλος. καθη μένῳ δὲ Καίσαρι ἐπὶ τῶν ἐμβόλων λεγομένων ἐπὶ χρυσοῦ θρόνου καὶ ἱμάτιον ἁλουργὲς ἀμπεχομένῳ πρῶτον Λικίνιος δάφνινον ἔχων στέφανον, ἐντὸς δὲ διάδημα περιφαινόμενον, προσέρχεται (ἦν γὰρ ὑψηλὸς ὁ τόπος ἐφ' οὗ Καῖσαρ ἐδημηγόρει) βασταχθεὶς ὑπὸ τῶν συναρχόντων, καὶ κατέθηκεν αὐτοῦ πρὸ τῶν ποδῶν τὸ διάδημα. [72] βοῶντος δὲ τοῦ δήμου ἐπὶ τὴν κεφαλὴν τιθέναι καὶ ἐπὶ τοῦτο Λέπιδον καλοῦντος τὸν ἱππάρχην, ὁ μὲν ὤκνει· ἐν τούτῳ δὲ Κάσσιος Λογγῖνος, εἷς τῶν ἐπιβουλευόντων, ὡς δῆθεν εὔνους ὤν, ἵνα καὶ λανθάνειν μᾶλλον δύναιτο, ὑποφθὰς ἀνείλετο τὸ διάδημα καὶ ἐπὶ τὰ γόνατα αὐτοῦ ἔθηκεν. συνῆν δὲ καὶ Πόπλιος Κάσκας. Καίσαρος δὲ διωθουμένου, καὶ τοῦ δήμου βοῶντος, ταχὺ προσδραμὼν Ἀντώνιος γυμνὸς ἀληλιμμένος, ὥσπερ ἐπόμπευεν, ἐπὶ τὴν κεφαλὴν ἐπιτίθησιν. Καῖσαρ δὲ ἀνελόμενος αὐτὸ εἰς τὸν ὄχλον ἔρριψε. καὶ οἱ μὲν τελευταῖοι ἐκρότησαν ἐπὶ τούτῳ, οἱ δὲ πλησίον ἐβόων δέχεσθαι καὶ μὴ διωθεῖσθαι τὴν τοῦ δήμου χάριν. [73] ἄλλοι γὰρ ἄλλην γνώμην περὶ τῶν δρωμένων εἶχον· οἱ μὲν γὰρ ἐδυσχέραινον, ἅτε δυναστείας δήλωσιν μείζονος ἢ κατὰ δημοκρατίαν· οἱ δὲ χαρίζεσθαι οἰόμενοι συνέπραττον· οἱ δὲ οὐκ ἔξω τῆς γνώμης αὐτοῦ διεθρόουν τοῦτο Ἀντώνιον πεποιηκέναι· πολλοῖς δ' ἦν καὶ βουλομένοις βασιλέα αὐτὸν ἀναμφιλόγως γενέσθαι. παντοδαπαὶ μὲν φῆμαι ἐν τῷ ὁμίλῳ ἦσαν. τὸ δ' οὖν δεύτερον Ἀντωνίου ἐπιτιθέντος, ὁ δῆμος ἐβόησε· χαῖρε, βασιλεῦ, τῆς ἑαυτοῦ γλώττης. ὁ δὲ οὐ δεχόμενος ἐκέλευσεν εἰς τὸ τοῦ Καπιτωλίου ∆ιὸς ἱερὸν ἀποφέρειν αὐτό· ἐκείνῳ γὰρ μᾶλλον ἁρμόττειν. καὶ πάλιν ἐκρότησαν οἱ αὐτοί, ὥσπερ καὶ πάλαι. [74] λέγεται δὲ καὶ ἕτερος λόγος, ὡς ταῦτα ἔπραττεν Ἀντώνιος ἐκείνῳ μέν, ὥς γε ᾤετο, χαρίζεσθαι βουλόμενος, αὑτῷ δὲ ἐλπίδα μνώμενος, εἰ γένοιτο ποιητὸς υἱός. [75] τελευταῖον δὲ ἀσπασάμενος Καίσαρα δίδωσι τῶν παρεστώτων τισὶν ἐπιθεῖναι αὐτὸ ἐπὶ τὴν κεφαλὴν τοῦ πλησίον ἀνδριάντος Καίσαρος· οἱ δ' ἐπέθεσαν. ἐν δ' οὖν τοῖς τότε οὐδενὸς ἧττον καὶ τόδε πραχθὲν ἤγειρε θᾶττον τοὺς ἐπιβουλεύοντας, πίστιν ἐν ὀφθαλμοῖς μείζω παρασχὸν ὧν δι' ὑποψίας εἶχον.
[22.] [76] Κίννας δὲ μετ' οὐ πολὺ στρατηγῶν Καίσαρα παραιτησάμενος δόγμα ἐκύρωσεν κατιέναι τοὺς ἀπελαθέντας δημάρχους καί, ὥσπερ βούλεται ὁ δῆμος, πεπαυμένους τῆς ἀρχῆς ἰδιώτας εἶναι τῶν κοινῶν μὴ εἰργομένους. Καῖσαρ δὲ οὐ διεκώλυε τὴν κάθοδον· καὶ οἱ μὲν κατῄεσαν. ἀρχαιρεσίαι δ' ἦσαν ἐνιαύσιοι ὑπὸ Καίσαρος ἀγόμεναι· [77] αὐτὸς γὰρ εἶχε τὴν τούτων ἐξουσίαν, ὥσπερ ἐκέλευε τὸ δόγμα· καὶ δὴ ἀποδείκνυσι εἰς τὸ ἐπιὸν ὑπάτους Οὐίβιον Πάνσαν καὶ Αὖλον Ἴρτιον, εἰς δὲ τρίτον ἔτος ∆έκμον Βροῦτον, ἕνα τῶν ἐπιβούλων, καὶ Μουνάτιον Πλάγκον. [78] κατόπιν δὲ τούτου καὶ ἕτερον ἐπράχθη, ὃ σφόδρα ἤγειρε τοὺς συνεστῶτας. ἀγορὰν κατεσκεύαζε μεγάλην καὶ ἀξιοπρεπῆ ἐν Ῥώμῃ, καὶ τοὺς τεχνίτας ἀθροίσας τὰ ἔργα εἰς τὴν κατασκευὴν διεπίπρασκεν. ἐν τούτῳ δὲ αὐτῷ προσῆλθον οἱ Ῥωμαίων ἄριστοι τιμὰς φέροντες, ἅστινας τότε ἐψηφίσαντο ἐν κοινῷ. τούτων δ' ἡγεῖτο μὲν ὁ ὕπατος, συνάρχων τότε αὐτῷ ὤν, κομίζων τὰ ἐψηφισμένα· ῥαβδοφόροι τε προῄεσαν ἔνθεν καὶ ἔνθεν τὸν ὄχλον ἀνείργοντες· συνῄεσαν δὲ τῷ ὑπάτῳ οἵ τε στρατηγοὶ καὶ δήμαρχοι καὶ ταμίαι καὶ ἄλλαι πᾶσαι ἀρχαί· μετὰ δὲ ἡ σύγκλητος ἐν κόσμῳ εἵπετο καὶ ὁ πᾶς δῆμος ἄπειρος τὸ πλῆθος καὶ ὅσος οὐκ ἄλλος· πολλὴ δὲ ἥ τε ἔκπληξις ἦν καὶ τὸ ἀξίωμα τῶν πρώτων, εἰς οὓς τὰ συμπάντων ἀνήρτητο κράτη, θαυμαζόντων ἄλλον κρείττω. [79] ὁ δὲ προσιόντων ἐκάθητο καὶ διὰ τὸ τοῖς ἐκ πλαγίου ὁμιλεῖν οὔτ' ἐπιστρέψας πρὸς αὐτοὺς τὸ πρόσωπον οὔτε προσέχων, ἀλλ' ὁμοίως διοικῶν ἃ ἐν χερσὶν εἶχεν, εἰς ὃ τῶν πλησίον φίλων τις εἶπεν· ὅρα τοὺς ἐξ ἐναντίας προσιόντας· καὶ τότε ἀποθέμενος τὰ γραμματίδια ἐπεστράφη καὶ περὶ ὧν ἦλθον ἤκουεν. συνόντες οὖν αὐτοῖς οἱ ἐπιβουλεύοντες † τὸ γεγονὸς καὶ τοὺς ἄλλους τῆς πρὸς αὐτὸν δυσμενείας ἀνέπλησαν καὶ αὐτοὺς ἤδη ἀχθομένους· [80] ὤργων τότε καὶ οἱ ἐπὶ ὀλέθρῳ τῶν συμπάντων, μήτι γε ἐπ' ἐλευθερίᾳ ἐπιχειρεῖν τῷ ἀνδρί, καὶ προσεδόκων χειρώσεσθαι αὐτὸν ἀνίκητον παντάπασι δοκοῦντα εἶναι· δυσὶ γὰρ καὶ τριακοσίαις μάχαις ἐδόκει συμβαλὼν εἰς ἐκεῖνον τὸν χρόνον ἔν τε Ἀσίᾳ καὶ Εὐρώπῃ οὔποθ' ἡττῆσθαι. μόνος δὲ πολλάκις ἐξιὼν καὶ φαινόμενος αὐτοῖς ἐλπίδα ἐνεδίδου τοῦ ἐπιβουλῇ ἁλώσιμος εἶναι· ἐμηχανῶντό τε, εἴ πως παραλύσειαν αὐτοῦ τὴν ἀμφὶ τὸ σῶμα φυλακήν, λόγῳ τε κηλοῦντες ὡς χρεὼν εἴη ἱερὸν αὐτὸν πρὸς πάντων νομίζεσθαι πατέρα τε καλεῖσθαι τῆς πόλεως, καὶ ψηφίσματα περὶ τούτων γράφοντες, εἴ πως ἐκεῖνος τούτοις παραχθεὶς τῷ ὄντι πιστεύσειεν ὑπ' αὐτῶν στέργεσθαι, καὶ τοὺς δορυφόρους ἀπολύσειεν οἰόμενος τῇ πάντων εὐνοίᾳ φυλάττεσθαι. ὅπερ γενόμενον πολλὴν αὐτοῖς εἰς τὸ ἔργον ῥᾳστώνην παρέσχεν.
[23.] [81] Συνῄεσαν δ' ἐν φανερῷ μὲν οὔποτε βουλευσόμενοι, λάθρα δὲ κατ' ὀλίγους εἰς τὰς ἀλλήλων οἰκίας· καὶ πολλὰ μέν, ὥσπερ εἰκὸς ἦν, ἐλέχθη τε αὐτοῖς καὶ ἐκινήθη σκοπουμένοις τοσόνδε ἔργον ὅπως τε ἐπιθήσονται καὶ ὅποι. τινὲς μὲν οὖν εἰσέφερον διὰ τῆς ἱερᾶς καλουμένης ὁδοῦ ἰόντι ἐγχειρεῖν· ἐφοίτα γὰρ πολλάκις ἐκείνῃ· ἄλλοι δ' ἐν ταῖς ἀρχαιρεσίαις, ἐν αἷς αὐτὸν ἔδει καθιστάντα ἐν τῷ πρὸ τῆς πόλεως πεδίῳ τὰς ἀρχὰς διιέναι τινὰ γέφυραν, διακληρωσάμενοι τὸ ἔργον, ὅπως οἱ μὲν ὤσειαν αὐτὸν ἀπὸ τῆς γεφύρας, οἱ δὲ ἐπιδραμόντες κτείνειαν· ἄλλοι δὲ ὅταν θέαι μονομάχων ἄγωνται, (ὑπόγυοι δ' ἦσαν) ἔνθα καὶ ὅπλα ὁρᾶσθαι παρεσκευασμένα ἐπὶ τὴν πρᾶξιν ἀνύποπτον ἦν διὰ τὸν ἀγῶνα. οἱ πλεῖστοι δὲ παρῄνουν ἐν τῇ βουλῇ συνεδρεύοντα κτείνειν, ἡνίκα μόνος αὐτὸς ἔμελλεν ἔσεσθαι· οὐ γὰρ συνεισίασιν οἱ μὴ μετέχοντες αὐτῆς, πολλοὶ δ' οἱ ἐπιβουλεύοντες ὑπὸ τοῖς ἱματίοις ἔχοντες ἐγχειρίδια. καὶ ἐκράτει ἥδε ἡ γνώμη. [82] συνέλαβε δὲ καὶ τύχη τις εἰς τοῦτο ποιήσασα ἡμέραν ῥητὴν αὐτὸν ὁρίσαι, εἰς ἣν συνίασιν οἱ ἐκ τοῦ συνεδρίου βουλευσόμενοι περὶ ὧν αὐτὸς ἔμελλεν εἰσοίσειν. ἐπεὶ δὲ ἐνέστη ἡ κυρία ἡμέρα, συνῄεσαν παρεσκευασμένοι τοῖς πᾶσι. ἐγίνετο δὲ αὐτοῖς ἡ σύνοδος εἰς τὴν Πομπηίου στοάν, ἔνθα ἑκάστοτε συνελέγοντο. [83] τῷ δ' ἄρα ὁ δαίμων διεδείκνυε τὰ † ἔθη ὁποῖα εἴη, ὡς πάντα ἀστάθμητα καὶ τῆς τύχης ἥττω, εἰς τὸ τοῦ ἐχθροῦ αὐτὸν ὑπάγων χωρίον, ἐν ᾧ ἔμελλε πρὸ τοῦ ἐκείνου ἀνδριάντος νεκρὸς κείσεσθαι, καὶ οὗ ζῶντος περιεγένετο, τούτου τεθνεῶτος πρὸς τῷ εἰδώλῳ ἀποσφάττεσθαι. ἰσχυρότερον δέ τι καὶ ἡ μοῖρα, εἰ δή τις ἐπέστη τούτοις. οἵ τε γὰρ φίλοι ἐκείνης τῆς ἡμέρας ἐκώλυον διά τινας φήμας οἰωνιζόμενοι πορεύεσθαι εἰς τὸ βουλευτήριον, ἰατροί τε διὰ νόσον σκοτώδη ἑκάστοτε συμβαίνουσαν αὐτῷ καὶ τότε προσπεσοῦσαν, ἥ τε γυνὴ πάντων μάλιστα, Καλπουρνία ὄνομα, διά τινας ὄψεις ἐνυπνίων δειματωθεῖσα ἐνέφυ τε αὐτῷ καὶ οὐκ ἔφη ἐάσειν ἐκείνης ἐξιέναι τῆς ἡμέρας. [84] παραστὰς δὲ Βροῦτος, εἷς τῶν ἐπιβουλευόντων, ἐν δὲ τοῖς μάλιστα φίλος τότε νομιζόμενος· τί σὺ λέγεις, εἶπεν, ὦ Καῖσαρ; καὶ σὺ ὁ τηλικόσδε γυναικὸς ἐνυπνίοις καὶ ἀνδρῶν ματαίων κληδόσι προσσχὼν ὑβριεῖς τήν σε τιμήσασαν σύγκλητον, ἣν αὐτὸς συνεκάλεσας, οὐκ ἐξιών; ἀλλ' οὐκ, ἤν γέ μοι πείθῃ, ἀλλὰ ῥίψας τὰ τούτων ὀνειροπολήματα πορεύσῃ· κάθηται γὰρ ἐξ ἑωθινοῦ σὲ περιμένουσα. καὶ ὃς ἐπείσθη τε καὶ ἐξῆλθεν.
[24.] [85] Ἐν τούτῳ οἱ μὲν σφαγεῖς ηὐτρεπίζοντο τάττοντες αὑτοὺς οἱ μὲν εἰς πλησίον αὐτοῦ καθέδρας, οἱ δὲ ἐξ ἐναντίας, οἱ δὲ κατόπισθεν. [86] οἱ δὲ ἱερεῖς θύματα προσέφερον πρὸ τῆς εἰς τὸ βουλευτήριον εἰσόδου θυσομένῳ τὴν ὑστάτην θυσίαν ἐκείνην. καὶ δῆλον ὡς οὐκ ἐκαλλιέρει. δυσθυτοῦντες δ' οἱ μάντεις ἕτερα ἐφ' ἑτέροις θύματα ὑπήλλαττον, εἴ τι αὐτοῖς ἄμεινον ὧν ἐσημαίνετο φανείη· τελευτῶντες δὲ χαλεπῶς τἀκ θεῶν ὁρᾶν ἔφασαν, καί τινα ἀλάστορα ἐν τοῖς ἱεροῖς ἐγκεκρυμμένον δίοπτον εἶναι. ὁ δὲ ἀχθεσθεὶς ἀπεστράφη πρὸς δυόμενον τὸν ἥλιον· καὶ οἱ μάντεις πολὺ μᾶλλον τοῦτο οἰωνίσαντο. παρόντες δὲ οἱ φονεῖς ἥσθησαν ἐπὶ τούτοις. ὁ δὲ Καῖσαρ, πολὺ μάλιστα τῶν φίλων δεομένων ἀναβαλέσθαι τὸν σύλλογον ἐκείνης τῆς ἡμέρας διὰ τὰ λεγόμενα ὑπὸ τῶν μάντεων, ἐκέλευσε καὶ δὴ τοῦτο δρᾶν. [87] ταχὺ δ' οἱ ὑπηρέται αὐτῷ ἐπέστησαν καλοῦντες καὶ λέγοντες ὅτι πλήρης ἡ βουλὴ εἴη. καὶ ὁ μὲν εἰς τοὺς φίλους διέβλεψεν, ὁ δὲ Βροῦτος αὐτῷ πάλιν παραστάς· ἴθι, ὦ ἀγαθέ, ἔφη, τοῖς λήροις τούτων χαίρειν φράσας, καὶ ἃ Καίσαρί τε καὶ τῇ τοσαύτῃ ἀρχῇ διοικεῖν πρέπει μὴ ἀναβάλλου, αἴσιον οἰωνὸν τὴν σεαυτοῦ ἀρετὴν ποιούμενος. καὶ ὁ μὲν ταῦτα παραπείθων, ὁμοῦ τῆς δεξιᾶς λαβόμενος, (ἐγγὺς δ' ἦν καὶ τὸ συνέδριον), ἦγεν αὐτόν. ὁ δὲ εἵπετο σιωπῇ. [88] εἰσιόντα δὲ αὐτὸν ὡς εἶδεν ἡ σύγκλητος, ὑπανέστη εἰς τιμῆς ἀξίωσιν. οἱ δὲ μέλλοντες ἐγχειρήσειν περὶ αὐτὸν ἦσαν. πρῶτος δὲ πάντων ἐπ' αὐτὸν καθίει Τύλλιος Κίμβρος, ᾧ ἔφευγεν ἀδελφὸς ἐληλαμένος ὑπὸ Καίσαρος. ἐν προσχήματι δὴ τοῦ ἀντιβολεῖν αὐτὸν λιπαρῶς ὑπὲρ τοῦ ἀδελφοῦ προσελθὼν ἥπτετο τῆς ἀναβολῆς, καί τι θρασύτερον εἴσω τὰς χεῖρας ἔχοντος ἐδόκει δρᾶν, ἐκώλυέ τε, εἰ βούλοιτο ἀνίστασθαι καὶ ταῖς χερσὶ χρῆσθαι· ὀργιζομένου δ' ἐπιστρεφῶς ἐκείνου, ἔργου εἴχοντο οἱ ἄνδρες, ταχὺ δὲ πάντες γυμνώσαντες τὰ ἐγχειρίδια ἐπ' αὐτὸν ὥρμησαν. [89] καὶ πρῶτος μὲν Σερουίλιος Κάσκας κατὰ τὸν ἀριστερὸν ὦμον ὀρθῷ τῷ ξίφει παίει μικρὸν ὑπὲρ τὴν κλεῖν, εὐθύνων ἐπ' αὐτήν, ταραττόμενος δὲ οὐκ ἠδυνήθη. Καῖσαρ δ' ἀνέστη ὡς ἀμυνόμενος ἐπ' αὐτόν· καὶ ὃς τὸν ἀδελφὸν βοᾷ Ἑλλάδι γλώττῃ ὑπὸ θορύβου. ὁ δ' ὑπακούσας ἐρείδει τὸ ξίφος κατὰ τῆς πλευρᾶς. μικρὸν δὲ Κάσσιος ὑποφθὰς εἰς τὸ πρόσωπον ἐγκαρσίαν αὐτῷ πληγὴν δίδωσι, ∆έκμος δὲ Βροῦτος ὑπὸ ταῖς λαγόσι διαμπερὲς παίει, Κάσσιος δὲ Λογγῖνος ἑτέραν ἐπενδοῦναι πληγὴν σπεύδων τοῦ μὲν ἁμαρτάνει, τυγχάνει δὲ τῆς Μάρκου Βρούτου χειρός, Μινούκιος δὲ καὶ αὐτὸς τύπτων Καίσαρα παίει Ῥούβριον εἰς τὸν μηρόν, ἐῴκεσάν τε μαχομένοις ἐπ' αὐτῷ. [90] πίπτει δὲ ὑπὸ πλήθους τραυμάτων πρὸ τοῦ Πομπηίου ἀνδριάντος. καὶ οὐδεὶς ἔτι λοιπὸν ἦν ὃς οὐχὶ νεκρὸν κείμενον ἔπαιεν, ὅπως ἂν καὶ αὐτὸς δοκοίη τοῦ ἔργου συνῆφθαι, εἰς ὃ εʹ καὶ λʹ λαβὼν τραύματα ἀπέπνευσε.
Attalus' home page | 15.02.18 | Any comments?