back

Alexander Romance, Book 3

  ( chapters 17-18 )

Based on the oldest recension ( α ), as edited by W.Kroll (1926). Click on the E symbols to go to an English translation of each chapter.


← Previous chapters (1-17)

[17] E   Ταῦτα δὲ πάντα διοικονομήσαντες ἤλθομεν εἰς τὴν κατὰ φύσιν ὁδὸν τὴν φέρουσαν εἰς τὴν Πρασιακὴν γῆν. καὶ ἑτοίμως μου ἔχοντος ἀναζεῦξαι περὶ ἕκτην ὥραν γίνεται περὶ τὸν ἀέρα τοιαύτη θεωρία μηνὶ Δίῳ ἡμέρᾳ τρίτῃ· πρῶτον μὲν ἐξαίφνης πνοή, ὥστε τὰ σκηνώματα καταρριφῆναι καὶ ἡμᾶς ἑστῶτας εἰς τὸ ἔδαφος καταπεσεῖν . . . Μετὰ δὲ ἡμέρας λʹ τῆς ὁδοῦ εὐβάτου γενομένης ἀνεζεύξαμεν καὶ μεθ´ ἡμέρας εʹ ἐκυριεύσαμεν τῆς Πρασιακῆς πόλεως σὺν Πώρῳ καὶ τοῖς σὺν αὐτῷ [καὶ τοὺς ἐκείνῳ πᾶσιν]. παμπληθὴς δὲ ἦν ἀγαθοῖς, περὶ ὧν ἡμῖν γέγραπται. γενομένου δὲ 〈τούτου〉 καί μου τὰ πέριξ κατὰ φύσιν οἰκονομήσαντος καὶ τῶν Ἰνδῶν προθύμως συνελθόντων ἔλεγόν μοι· ‘Βασιλεῦ Ἀλέξανδρε, λήψῃ πόλεις καὶ βασιλείας καὶ ὄρη καὶ ἔθνη, εἰς ἃ οὐδεὶς τῶν ζώντων ἐπέβη 〈ποτὲ βασιλεύς〉.’ . . . τινὲς δὲ ἐκ τῶν πολυϊδρίων ἐλθόντες ἔλεγον· ‘Βασιλεῦ, ἔχομέν σοι δεῖξαί τι παράδοξον ἄξιόν σου· δείξομεν γάρ σοι 〈φυτὰ〉 ἀνθρωπιστὶ λαλοῦντα.’ . . . καὶ εἰσήνεγκαν ἡμᾶς εἴς τινα παράδεισον, ἔνθα . . . ἥλιος καὶ [ἡ] σελήνη ἐν μέσῳ τοῦ παραδείσου· † κατὰ δὲ αὐτοὺς φρουρὰ . . . ἱερὸν ἡλίου καὶ σελήνης. δύο δὲ ἦν δένδρα τὰ προειρημένα, ἃ ἦν παραπλήσια κυπαρίσσοις . . . κύκλῳ δὲ ἦν δένδρα [τὰ προειρημένα] παρόμοια τῇ ἐν Αἰγύπτῳ μυροβαλάνῳ, καὶ ὁ καρπὸς ὅμοιος. προσηγόρευον δὲ τὸ μὲν ἀρρενικὸν ἀρρένων λογισμόν, τὸ δὲ θηλυκὸν θηλειῶν· ὄνομα δὲ ἦν τοῦ ἑνὸς ἥλιος, τῆς δὲ θηλείας σελήνη, 〈ἃ〉 ἔλεγον τῇ ἰδίᾳ φωνῇ μουθοῦ ἐμαοῦσαι. ταῦτα δὲ περιεβέβλητο δορὰς παντοίων 〈θηρίων〉, τὸ μὲν ἄρρεν ἀρρένων τὸ δὲ θῆλυ θηλειῶν. παρ´ αὐτοῖς δὲ σίδηρος οὐχ ὑπῆρχεν οὔτε χαλκὸς οὔτε κασσίτερος οὔτε πηλὸς 〈εἰς〉 πλάσιν. ἐμοῦ δὲ ἐρωτῶντος τίνες αἱ δοραὶ δοκοῦσιν εἶναι, ἔφησαν λεόντων καὶ παρδάλεων. οὐκ ἔξεστι δὲ ὧδε τάφον ἔχειν εἰ μὴ τὸν τοῦ ἡλίου καὶ τῆς σελήνης 〈ἱερέα〉. περιβολαῖς δὲ ἐχρῶντο τῶν θηρίων ταῖς δοραῖς. Περὶ δὲ τῶν δένδρων τὴν αἰτίαν ἐζήτουν μαθεῖν· οἱ δὲ ἔφησαν· ‘Πρωίας γενομένης, ὅταν ὁ ἥλιος ἀνατείλῃ, φωνὴ ἐκ τοῦ δένδρου φέρεται, καὶ ὅταν κατὰ μέσον τοῦ οὐρανοῦ γένηται, καὶ ὅταν μέλλῃ δύνειν, τοῦτο τρίτον· τὸ δ´ αὐτὸ καὶ ἐπὶ τῆς σελήνης.’ καὶ οἱ δοκοῦντες ἱερεῖς εἶναι προσῆλθόν μοι λέγοντες· ‘Εἴσελθε καθαρὸς καὶ προσκύνησον.’ συνεισῆγον δὲ τοὺς φίλους Παρμενίωνα Κρατερὸν 〈Φίλιππον〉 Ἰόλλαν Μαχήτην Θρασυλέοντα 〈Μαχάονα〉 Θεοδέκτην Διίφιλον Νεοκλῆν, ἄνδρας ιʹ. ὁ δὲ ἱερεὺς ἔλεγεν· ‘Βασιλεῦ, σίδηρον οὐ καθήκει εἰς τὸ ἱερὸν εἰσελθεῖν.’ Προστάσσω οὖν τοῖς φίλοις τὰ ξίφη ἀποθέσθαι ἔξω τοῦ περιβόλου· συνεισῆλθον δέ μοι ἐκ τῆς δυνάμεως ἄνδρες τʹ ἀμάχαιροι. ἐκέλευσα οὖν τοὺς σὺν ἐμοὶ πάντας κατοπτεῦσαι κύκλῳ τὸν τόπον. καὶ προσκαλοῦμαι ἐκ τῶν συνακολουθησάντων μοι Ἰνδῶν, ἵνα ἑρμηνείας τύχω παρ´ αὐτῶν. ὄμνυμι δὲ Ὀλύμπιον Ἄμμωνα Ἀθηνᾶν νικηφόρον θεοὺς ἅπαντας . . . ἅμα τῷ δῦναι τὸν ἥλιον φωνὴ ἠνέχθη Ἰνδικὴ ἐκ τοῦ δένδρου, ἣ ἑρμηνεύθη μοι ὑπὸ τῶν Ἰνδῶν τῶν ὄντων σὺν ἡμῖν. καὶ φοβούμενοι οὐκ ἤθελον μεθερμηνεῦσαι· σύννους ἐγενάμην καὶ εἵλκυσα αὐτοὺς κατὰ μόνας, καὶ εἶπον τοῦτο οἱ Ἰνδοί· ‘Ταχὺ ἀπολέσθαι ἔχεις ὑπὸ τῶν ἰδίων.’ ἐμοῦ δὲ καὶ τῶν παρεστηκότων μοι ἀποτερατωθέντων ἀπὸ τῆς σελήνης ἠβουλήθην πρὸς τὴν ἀνατολὴν ὀψίας πάλιν χρηματισθῆναι. εἰκάσας δὲ τὸ μέλλον εἰσῆλθον καὶ ἠξίωσα, εἰ ἀσπάσομαι τὴν μητέρα μου Ὀλυμπιάδα καὶ τοὺς γνησίους μου φίλους. πάλιν δέ μοι τῶν φίλων παρεστώτων ἅμα τῷ τὴν σελήνην ἀνατεῖλαι φωνὴν τὸ δένδρον τὴν αὐτὴν ἐξήνεγκεν Ἑλληνικῇ διαλέκτῳ· ‘Βασιλεῦ Ἀλέξανδρε, ἐν Βαβυλῶνι δεῖ σε ἀποθανεῖν· ὑπὸ τῶν ἰδίων ἀναιρῇ καὶ οὐ δύνασαι ἀνακομισθῆναι πρὸς τὴν μητέρα σου Ὀλυμπιάδα.’ Ἐμοῦ δὲ λίαν καὶ τῶν φίλων μου θαυμαζόντων ἐβουλόμην στεφάνους καλλίστους περιθεῖναι τοῖς θεοῖς. τοῦ δὲ ἱερέως λέγοντος· ‘Οὐκ ἐξὸν τοῦτο γενέσθαι· εἰ δὲ βιάζει, πρᾶξον ὃ θέλεις· βασιλεῖ γὰρ νόμος ἄγραφος’ . . . περιλύπου δέ μου διακειμένου καὶ λίαν δυσφοροῦντος ὅ τε Παρμενίων καὶ ὁ Φίλιππος παρεκάλουν με περὶ τὸν ὕπνον γενέσθαι· μὴ βουληθέντος δέ μου ἀναστὰς ὤρθρισα 〈καὶ〉 περὶ τὴν ἀνατολὴν σὺν τοῖς ιʹ φίλοις καὶ τῷ ἱερεῖ καὶ τοῖς Ἰνδοῖς πάλιν εἰς τὸ ἱερὸν ἀπελθὼν καὶ διαστολὰς δοὺς προσελθών τε εἰς τὸ ἱερὸν σὺν τῷ ἱερεῖ καὶ ἐπιθεὶς τὴν χεῖρα πρὸς τὸ δένδρον ἐπηρώτησα λέγων· ‘Εἰ πεπλήρωταί μοι τὰ τῆς ζωῆς ἔτη, τοῦτο βούλομαι παρ´ ὑμῶν μαθεῖν, εἰ ἀνακομισθήσομαι εἰς Μακεδονίαν καὶ ἀσπάσομαι τὴν μητέρα μου καὶ τὴν γυναῖκα, καὶ τότε † ἀπαναλῦσαι.’ Ἅμα δὲ τῷ γενέσθαι τὴν ἀνατολὴν τοῦ ἡλίου καὶ βαλεῖν τὴν αὐγὴν εἰς τὴν κορυφὴν τοῦ δένδρου φωνὴ ἐξαυδᾷ διαρρήδην λέγουσα· ‘Πεπλήρωταί σου τὰ τῆς ζωῆς ἔτη καὶ ἀνακομισθῆναι οὐκ ἔχεις πρὸς Ὀλυμπιάδα τὴν μητέρα σου, ἀλλ´ ἐν Βαβυλῶνι ἔχεις ἀπολέσθαι. μετὰ δὲ ὀλίγον χρόνον καὶ ἡ μήτηρ σου καὶ ἡ γυνή σου κακὴν κακῶς ἀπολοῦνται ὑπὸ τῶν ἰδίων καὶ αἱ ἀδελφαί σου ὑπὸ τῶν περὶ σέ. καὶ περὶ τούτων μηκέτι ἀξίου· οὐ γὰρ ἀκούσῃ ἔτι πρὸς ἃ ἀξιοῖς.’ Ἐκεῖθεν οὖν ἀναζεύξας περὶ ὥραν αʹ . . . ἀπὸ τῆς Πρασιακῆς παρε γενόμην 〈εἰς Περσίδα〉. ἠπειγόμην δὲ ἐπὶ τὰ Σεμιράμεως βασίλεια. 〈ταῦτα〉 ἀναγκαῖον ἡγησάμην δηλῶσαί σοι. ἔρρωσο.‘

[18] E   Οὕτως γράψας τὴν ἐπιστολὴν ὁ Ἀλέξανδρος τῷ Ἀριστοτέλει ἐπῆγε τὰ στρατεύματα ἐπὶ τὰ Σεμιράμεως βασίλεια· ἐπιθυμητικῶς γὰρ αὐτὰ εἶχε θεάσασθαι· ἦν γὰρ καθ´ ὅλην τὴν χώραν καὶ τὴν Ἑλλάδα περιφήμιστα . . . ἐβασίλευε δὲ τῆς πόλεως γυνὴ ἔχουσα κάλλος ὑπερήφανον, μέσης ἡλικίας τυγχάνουσα 〈χήρα, τριῶν παίδων μήτηρ, ὄνομα Κανδάκη〉, Σεμιράμεως τῆς βασιλίδος 〈ἀπόγονος〉. πρὸς αὐτὴν ἔπεμψεν ἐπιστολὴν Ἀλέξανδρος περιέχουσαν οὕτως· [Ἐπιστολὴ Ἀλεξάνδρου Κανδάκῃ.] ’Βασιλεὺς Ἀλέξανδρος βασιλίσσῃ Κανδάκῃ τῇ ἐν Μερόῃ καὶ τοῖς ὑπ´ αὐτὴν τυράννοις χαίρειν. παραγενάμενος εἰς Αἴγυπτον ἤκουσα παρὰ τῶν ἐκεῖ ἱερέων † εἶδον ὑμῶν τάφους καὶ οἰκητήρια δηλοῦντα, ὅτι χρόνον τινὰ ἐκυριεύσατε Αἰγύπτου καὶ Ἄμμων μεθ´ ὑμῶν ἐστράτευσε, μετὰ δὲ ὀλίγον χρόνον πάλιν χρηματίσαντος Ἄμμωνος ἀνελύσατε εἰς τὴν ἰδίαν πόλιν. διὸ ἔπεμψα πρὸς ὑμᾶς· τόν τε ναὸν καὶ 〈τὸ〉 ξόανον τοῦ Ἄμμωνος ἀγάγετε ἐπὶ τὰ ὅρια, ἵνα θύσωμεν αὐτῷ. εἰ δὲ μὴ βούλεσθε ἔρχεσθαι σὺν αὐτῷ, συμμίξαντες ἐν τάχει ἐν Μερόῃ συμβουλευσώμεθα. πέμψατε ἡμῖν ἐνθάδε ἃ ἂν φαίνηται.‘ Ἀντέγραψεν αὐτῷ καὶ ἡ Κανδάκη· [Ἐπιστολὴ Κανδάκης Ἀλεξάνδρῳ.] ’Βασίλισσα Κανδάκη Μερόης καὶ οἱ ὑπ´ αὐτὴν τύραννοι βασιλεῖ Ἀλεξ άνδρῳ χαίρειν. τότε μὲν ἔχρησεν Ἄμμων στρατεύειν εἰς Αἴγυπτον, νῦν δὲ μήτε αὐτὸν κινεῖσθαι μήτε ἄλλον τινὰ ἐπιβαίνειν εἰς αὐτήν, τοὺς δὲ παραγινομένους πρὸς ἡμᾶς ἀμύνασθαι καὶ χρῆσθαι ὡς πολεμίοις. μὴ καταγνῷς δὲ τοῦ χρώματος ἡμῶν· ἐσμὲν γὰρ λευκότεροι καὶ λαμπρότεροι ταῖς ψυχαῖς τῶν παρὰ σοῦ λευκοτάτων. ὑπάρχομεν δὲ εἰς πλῆθος σκυτάλαι πʹ ἐν ἑτοίμῳ πρὸς τοὺς ἐπιόντας κακοποιεῖν. ὀρθῶς δὲ ποιήσεις Ἄμμωνα θεὸν προτιμῶν. κομίζουσι δέ σοι οἱ παρ´ ἐμοῦ πρέσβεις χρυσᾶς πλίνθους ὁλοσφυρήτους ρʹ, Αἰθίοπας ἀνήβους φʹ, ψιττακοὺς ςʹ, σφίγγας ςʹ καὶ τῷ Ἄμμωνι τῷ ἡμετέρῳ θεῷ τῷ ἐπὶ τῶν ὁρίων τῆς Αἰγύπτου στέφανον διὰ σμαράγδων καὶ μαργαριτῶν ἀτρήτων, ἐσφραγισμένους ὁρμαθοὺς ιʹ . . . γλωσσοκόμια ἐλεφάντινα πʹ. ἔστι δὲ τὰ πεμφθέντα θηρίων γένη παρ´ ἡμῶν ἐλέφαντες τνʹ, παρδάλεις τʹ, ῥινοκέρωτες πʹ, πάνθηρες ͵δʹ, ἐν γαλεάγραις κύνες ἀνθρωποφάγοι Ϟʹ, ταῦροι μάχιμοι τʹ, ὀδόντες ἐλεφάντων Ϟʹ, δοραὶ παρδάλεων τʹ, ῥάβδοι ἐβένιναι ͵αφʹ. πέμψον οὓς βούλῃ τοὺς παρα ληψομένους ταῦτα εὐθέως καὶ γράψον ἡμῖν, ὅτε ὅλης τῆς οἰκουμένης κεκυρίευκας.‘

Following chapters (19-26) →


Attalus' home page   |   02.06.15   |   Any comments?