back

Letter of Aristeas

    - sections 83-182

Edited by H.StJ.Thackeray (1914).   Click on the E symbols to go to the English translation.


← Previous sections (1-82)

[83] Ὑπολαμβάνων οὖν καὶ τούτων τὴν ἀναγραφὴν ἀναγκαίαν εἶναι, δεδήλωκά σοι. τὰ δ᾽ ἑξῆς περιέχει τὴν πρὸς τὸν Ἐλεάζαρον ὁδὸν ἡμῖν γενομένην· τὴν δὲ θέσιν τῆς ὅλης χώρας πρῶτον δηλώσω. Ὡς γὰρ παρεγενήθημεν ἐπὶ τοὺς τόπους, ἐθεωροῦμεν τὴν πόλιν μέσην κειμένην τῆς ὅλης Ἰουδαίων ἐπ᾽ ὄρους ὑψηλὴν ἔχοντος τὴν ἀνάτασιν. [84] ἐπὶ δὲ τῆς κορυφῆς κατεσκεύαστο τὸ ἱερὸν ἐκπρεπῶς ἔχον· καὶ οἱ περίβολοι τρεῖς, ὑπὲρ ἑβδομήκοντα δὲ πήχεις τῷ μεγέθει, καὶ τὸ πλάτος ἀκόλουθον καὶ τὸ μῆκος τῆς κατὰ τὸν οἶκον διασκευῆς ὑπῆρχε, μεγαλομοιρίᾳ καὶ χορηγίᾳ κατὰ πάντα ὑπερβαλλούσῃ διῳκοδομημένων ἁπάντων. [85] E   καὶ τοῦ θυρώματος δὲ καὶ τῶν περὶ αὐτὸ συνδέσμων κατὰ τὰς φλιὰς καὶ τῆς τῶν ὑπερθύρων ἀσφαλείας ἔκδηλος ἦν ἡ τῶν χρημάτων γεγονυῖα ἀφειδὴς δαπάνη. [86] τοῦ τε καταπετάσματος ἡ διατύπωσις θυρώσει κατὰ πᾶν ὁμοιοτάτη ὑπῆρχε· καὶ μάλιστα διὰ τὴν τοῦ πνεύματος ὑποδρομὴν ἀδιάλειπτον κίνησιν λαμβονούσης τῆς διυφῆς, διὰ τὸ ἀπ᾽ ἐδάφους γινομένης τῆς ὑποδρομῆς {κατατείνειν} τὴν κόλπωσιν μέχρι τῆς ἄνω διατάσεως, ἡδεῖάν τινα καὶ δυσαπάλλακτον τὴν θεωρίαν ἔχοντος τοῦ πράγματος. [87] ἥ τε τοῦ θυσιαστηρίου κατασκευὴ {συμμέτρως ἔχουσαν} πρὸς τὸν τόπον καὶ τὰ θύματα διὰ τοῦ πυρὸς ἐξαναλούμενα τὴν διοικοδομὴν εἶχε, τῆς δ᾽ ἀναβάσεως τῆς πρὸς αὐτό, πρὸς τὴν εὐκοσμίαν ἔχοντος τοῦ τόπου καθηκόντως τὸ κλίμα τῶν λειτουργούντων ἱερέων κεκαλυμμένων μέχρι τῶν σφυρῶν βυσσίνοις χιτῶσιν. [88] ὁ δὲ οἶκος βλέπει πρὸς ἕω, τὰ δ᾽ ὀπίσθια αὐτοῦ πρὸς ἑσπέραν· τὸ δὲ πᾶν ἔδαφος λιθόστρωτον καθέστηκε καὶ κλίματα πρὸς τοὺς καθήκοντας τόπους ἔχει τῆς τῶν ὑδάτων ἐπιφορᾶς ἕνεκεν, ἣ γίνεται διὰ τὴν σμῆξιν τῶν ἀπὸ τῶν θυσιῶν αἱμάτων. πολλαὶ γὰρ μυριάδες κτηνῶν προσάγονται κατὰ τὰς τῶν ἑορτῶν ἡμέρας. [89] ὕδατος δὲ ἀνέκλειπτός ἐστι σύστασις, ὡς ἂν καὶ πηγῆς ἔσωθεν πολυρρύτου φυσικῶς ἐπιρρεούσης, ἔτι δὲ θαυμασίων καὶ ἀδιηγήτων ὑποδοχείων ὑπαρχόντων ὑπὸ γῆν, καθὼς ἀπέφαινον πέντε σταδίων κυκλόθεν τῆς κατὰ τὸ ἱερὸν καταβολῆς καὶ ἑκάστου τούτων σύριγγας ἀναρίθμους, καθ᾽ ἕκαστον μέρος ἑαυτὰ συναπτόντων τῶν ῥευμάτων· [90] E   καὶ πάντα ταῦτα μεμολιβῶσθαι κατ᾽ ἐδάφους καὶ τοῦ τοίχου· ἐπὶ δὲ τούτων κεχύσθαι πολύ τι πλῆθος κονιάσεως, ἐνεργῶς γεγενημένων ἁπάντων. εἶναι δὲ πυκνὰ τὰ στόματα πρὸς τὴν βάσιν, ἀοράτως ἔχοντα τοῖς πᾶσι πλὴν αὐτοῖς οἷς ἐστιν ἡ λειτουργία, ὡς ῥοπῇ καὶ νεύματι πάντα καθαρίζεσθαι τὰ συναγόμενα παμπληθῆ τῶν θυμάτων αἵματα. [91] πεπεισμένος δὲ καὶ αὐτὸς τὴν τῶν ὑποδοχείων κατασκευὴν δηλώσω καθὼς ἐπιστώθην. προήγαγον γὰρ πλέον σταδίων τεσσάρων ἐκ τῆς πόλεως, καὶ πρός τινα τόπον ἐκέλευσαν κατακύψαντα συνακοῦσαι τοῦ γινομένου ψόφου τῆς ἀπαντήσεως τῶν ὑδάτων· ὥστε συμφανές μοι γεγονέναι τὸ μέγεθος τῶν ἀγγείων, καθὼς δεδήλωται. [92] τῶν δὲ ἱερέων ἡ λειτουργία κατὰ πᾶν ἀνυπέρβλητός ἐστι τῇ ῥώμῃ καὶ τῇ τῆς εὐκοσμίας καὶ σιγῆς διαθέσει. πάντες γὰρ αὐτοκελεύστως διαπονοῦσι πολλῆς γινομένης κακοπαθείας, καὶ ἑκάστῳ τὸ διατεταγμένον μέλει. καὶ ἀδιαλείπτως ὑπηρετοῦσιν, οἱ μὲν τὴν ξυλείαν, οἱ δὲ ἔλαιον, οἱ δὲ σεμίδαλιν, οἱ δὲ τὰ τῶν ἀρωμάτων, ἕτεροι τὰ τῆς σαρκὸς ὁλοκαυτοῦντες, ἰσχύι διαφερόντως συγχρώμενοι· [93] διαλαβόντες γὰρ ἀμφοτέραις τῶν μόσχων τὰ σκέλη, πλεῖον ὄντα ταλάντων δύο σχεδὸν ἑκάστου, ἀναρρίπτουσιν ἑκατέραις θαυμασίως ὕψος ἱκανὸν καὶ οὐχ ἁμαρτάνουσι τῆς ἐπιθέσεως. ὁμοίως δὲ καὶ τὰ τῶν προβάτων ἔτι δ᾽ αἰγῶν τοῖς βάρεσι καὶ πιμελῇ θαυμασίως ἔχει. κατὰ πᾶν γὰρ ἐκλεγομένων οἷς ἐπιμελές ἐστιν ἀμώμητα καὶ τῇ παχύτητι διαφέροντα, τὸ προειρημένον ἐπιτελεῖται. [94] πρὸς δὲ τὴν ἀνάπαυσιν τόπος αὐτοῖς ἐστὶν ἀποτεταγμένος, οὗ καθίζουσιν οἱ διαναπαυόμενοι. τούτου δὲ γινομένου, τῶν διαλελοιπότων ἐγείρονται πρόθυμοι, οὐδενὸς ἐπιτάσσοντος τὰ τῆς λειτουργίας. [95] E   ἥ τε πᾶσα σιγὴ καθέστηκεν, ὥστε ὑπολαμβάνειν, μηθ᾽ ἕνα ἄνθρωποι ἐν τῷ τόπῳ παρεῖναι, πρὸς τοὺς ἑπτακοσίους παρόντων τῶν λειτουργῶν- καὶ τῶν προσαγόντων δὲ τὰ θύματα πολύ τι πλῆθος- ἀλλὰ φόβῳ καὶ καὶ καταξίως μεγάλης θειότητος ἅπαντ᾽ ἐπιτελεῖται. [96] μεγάλην δὲ ἔκπληξιν ἡμῖν παρέσχεν, ὡς ἐθεασάμεθα τὸν Ἐλεάζαρον ἐν τῇ λειτουργίᾳ, τά τε τοῦ στολισμοῦ καὶ τῆς δόξης, ἣ συνίσταται διὰ τὴν ἔνδυσιν οὗ φορεῖ χιτῶνος καὶ τῶν περὶ αὐτὸν λίθων· χρυσοῖ γὰρ κώδωνες περὶ τὸν ποδήρη εἰσὶν αὐτοῦ, μέλους ἦχον ἀνιέντες ἰδιάζοντα· παρ᾽ ἑκάτερον δὲ τούτων ἄνθεσι πεποικιλμένοι ῥοΐσκοι, τῇ χρόᾳ θαυμασίως ἔχοντες. [97] κατέζωστο δὲ διαφόρῳ ζώνῃ διαπρεπεῖ, διυφασμένῃ καλλίστοις χρώμασιν. ἐπὶ δὲ τοῦ στήθους φορεῖ τὸ λεγόμενον λόγιον, ἐν ᾧ συνεσφιγμένοι λίθοι δεκαδύο, διαλλάσσοντες τοῖς γένεσι, χρυσῷ κεκολλημένοι, τὰ τῶν φυλάρχων ὀνόματα κατὰ τὴν ἐξ ἀρχῆς διάταξιν γενηθεῖσαν, ἀπαυγάζοντες ἕκαστος ἀνεξήγητον τῆς ἰδιότητος τὴν φυσικὴν χρόαν. [98] ἐπὶ δὲ τῆς κεφαλῆς ἔχει τὴν λεγομένην κίδαριν, ἐπὶ δὲ ταύτης τὴν ἀμίμητον μίτραν, τὸ καθηγιασμένον βασίλειον ἐκτυποῦν ἐπὶ πετάλῳ χρυσῷ γράμμασιν ἁγίοις ὄνομα τοῦ θεοῦ, κατὰ μέσον τῶν ὀφρύων, δόξῃ πεπληρωμένον, ὁ κριθεὶς ἄξιος τούτων ἐν ταῖς λειτουργίαις. [99] ἡ δὲ συμφάνεια τούτων ἐμποιεῖ φόβον καὶ ταραχήν, ὥστε νομίζειν εἰς ἕτερον ἐληλυθέναι ἐκτὸς τοῦ κόσμου· καὶ διαβεβαιοῦμαι, πάντα ἄνθρωπον προσελθόντα τῇ θεωρίᾳ τῶν προειρημένων εἰς ἔκπληξιν ἥξειν καὶ θαυμασμὸν ἀδιήγητον, μετατραπέντα τῇ διανοίᾳ διὰ τὴν περὶ ἕκαστον ἁγίαν κατασκευήν. [100] E   πρὸς γὰρ τὴν ἐπίγνωσιν ἁπάντων ἐπὶ τὴν παρακειμένην ἄκραν τῆς πόλεως ἀναβάντες ἐθεωροῦμεν· ἣ κεῖται μὲν ἐν ὑψηλοτάτῳ τόπῳ, πύργοις ἐξησφαλισμένη πλείοσι, μέχρι κορυφῆς εὐμήκεσι λίθοις ἀνῳκοδομημένων αὐτῶν, ὡς μεταλαμβάνομεν, πρὸς φυλακὴν τῶν περὶ τὸ ἱερὸν τόπων· [101] ἵνα, ἐὰν ἐπίθεσίς τις ἢ νεωτερισμὸς ἢ πολεμίων ἔφοδος γένηται, μηθεὶς δύνηται ὁδὸν εἰς τοὺς περιβόλους ποιήσασθαι τοὺς περὶ τὸν οἶκον· ἐπικειμένων καὶ ὀξυβελῶν ἐπὶ τῶν πύργων τῆς ἄκρας καὶ ὀργάνων ποικίλων, καὶ τοῦ τόπου κατὰ κορυφὴν ὄντος τῶν προειρημένων περιβόλων, [102] ὡσανεὶ φυλασσομένων τῶν πύργων ὑπὸ τῶν πιστοτάτων ἀνδρῶν καὶ τῇ πατρίδι μεγάλας ἀποδείξεις δεδωκότων· οἵτινες οὐκ εἶχον ἐξουσίαν ἐξιέναι τῆς ἄκρας, εἰ μὴ ταῖς ἑορταῖς, καὶ τοῦτο ἐκ μέρους, οὐδὲ εἰσοδεύειν εἴων οὐδένα. [103] μετὰ ἀκριβείας δὲ πολλῆς εἶχον, εἰ καί τις ἐπιταγὴ γένοιτο διὰ τοῦ προκαθηγουμένου πρὸς θεωρίαν εἰσδέξασθαί τινας· οἷον καὶ καθ᾽ ἡμᾶς ἐγεγόνει. μόλις γὰρ ἀνόπλους ὄντας ἡμᾶς δύο παρεδέξαντο πρὸς τὸ κατανοῆσαι τὰ τῶν θυσιῶν. [104] ἔλεγον δὲ καὶ δι᾽ ὅρκων πεπιστῶσθαι τὸ τοιοῦτον· τοὺς γὰρ πάντας ὀμωμοκέναι, κατ᾽ ἀνάγκην {ἐπιτελουμένους} θείως τὸ κατὰ τὸν ὁρισμὸν πρᾶγμα, ὄντας πεντακοσίους μὴ παραδέξασθαι πλεῖον ἀνθρώπων πέντε κατὰ τὸ αὐτό· τοῦ γὰρ ἱεροῦ τὴν πᾶσαν εἶναι φυλακὴν τὴν ἄκραν· καὶ τὸν καταβαλλόμενον αὐτὴν τὴν προφυλακὴν τῶν εἰημένων οὕτως ἠσφαλίσθαι. [105] E   τῆς δὲ πόλεώς ἐστι τὸ χύμα συμμέτρως ἔχον, οἷον τεσσαράκοντα σταδίων ὄντος τοῦ περιβόλου, καθόσον εἰκάσαι δυνατόν. ἔχει δὲ τὴν τῶν πύργων θέσιν θεατροειδῆ, καὶ φαινομένων διόδων- τῶν ὑποκειμένων, τῶν δ᾽ ἐπάνωθεν- {εἰθισμένως}- , καὶ τὰς διὰ τούτων διεξόδους. ἀνάκλασιν γὰρ ἔχει τὰ τῶν τόπων, ὡς ἂν ἐπ᾽ ὄρους τῆς πόλεως ῴκοδομημένης. εἰσὶ δὲ καὶ διαβάθραι πρὸς τὰς διόδους. [106] οἱ μὲν γὰρ μετέωροι τὴν ὁδείαν, οἱ δ᾽ ὑπ᾽ αὐτὰς ποιοῦνται, καὶ μάλιστα διεστηκότες τῆς ὁδείας, διὰ τοὺς ἐν ταῖς ἁγνείαις ὄντας, ὅπως μηδενὸς θιγγάνωσιν ὧν οὐ δέον ἐστίν. [107] οὐκ ἀλόγως δὲ τὴν πόλιν συμμετρίᾳ καθηκούσῃ κατεσκεύασαν οἱ πρῶτοι, σοφῶς δὲ ἐπινοήσαντες. τῆς γὰρ χώρας πολλῆς οὔσης καὶ καλῆς, καί τινων μὲν πεδινῶν, τῶν κατὰ τὴν Σαμαρεῖτιν λεγομένην, καὶ τῶν συναπτόντων τῇ τῶν Ἰδουμαίων χώρᾳ, τινῶν δὲ ὀρεινῶν, τῶν {συναπτόντων τῇ τῶν Ἰουδαίων χώρᾳ, χρὴ} πρὸς τὴν γεωργίαν καὶ τὴν ἐπιμέλειαν τῆς γῆς γίνεσθαι συνεχῶς, ἵνα καὶ διὰ τοῦτο οὗτοι τὴν εὐκαρπίαν ἔχωσιν· οὗ καὶ γινομένου γεωργεῖται {πάντα μετὰ} δαψιλείας πολλῆς ἐν πάσῃ τῇ προειρημένῃ χώρᾳ. [108] τῶν δὲ πόλεων ὅσαι μέγεθος ἔχουσι καὶ τὴν ἀκόλουθον εὐδαιμονίαν, ταύταις συμβέβηκεν εὐανδρεῖν, ἀμελεῖσθαι δὲ τῆς χώρας, πάντων ἐπὶ τὸ κατὰ ψυχὴν ἱλαροῦσθαι νενευκότων, καὶ τῇ κατασκευῇ πάντας ἀνθρώπους ἐπὶ τὰς ἡδονὰς εὐκαταφόρους εἶναι. [109] τοῦτο δὲ ἐγίνετο περὶ τὴν Ἀλεξάνδρειαν ὑπερβάλλουσαν πάσας τῷ μεγέθει καὶ εὐδαιμονίᾳ τὰς πόλεις. οἱ γὰρ ἀπὸ τῆς χώρας εἰς αὐτὴν ἀποξενούμενοι καταμένοντες ἐφ᾽ ἱκανὸν εἰς ἐλάττωσιν ἦγον τὰ τῆς ἐργασίας. [110] E   ὅθεν ὁ βασιλεύς, ἵνα μὴ καταμένωσι, προσέταξε μὴ πλέον εἴκοσιν ἡμερῶν παρεπιδημεῖν· καὶ τοῖς ἐπὶ τῶν χρειῶν ὁμοίως δι᾽ ἐγγράπτων διαστολὰς ἔδωκεν, ἐὰν ἀναγκαῖον ᾖ κατακαλέσαι, διακρίνειν ἐν ἡμέραις πέντε. [111] πρὸ πολλοῦ δὲ ποιούμενος καὶ χρηματιστὰς καὶ τοὺς τούτων ὑπηρέτας ἐπέταξε κατὰ νομούς, ὅπως μὴ πορισμὸν λαμβάνοντες οἱ γεωργοὶ καὶ προστάται τῆς πόλεως ἐλαττῶσι τὰ ταμιεῖα, λέγω δὲ τὰ τῆς γεωργίας πρόσφορα. [112] παρεξέβημεν δὲ ταῦτα διὰ τὸ καλῶς ἡμῖν τὸν Ἐλεάζαρον ὑποδεδειχέναι τὰ προειρημένα. μεγάλη γὰρ ἐστὶν ἡ τῶν γεωργουμένων φιλοπονία. καὶ γὰρ ἐλαϊκοῖς πλήθεσι σύνδενδρός ἐστι καὶ σιτικοῖς καρποῖς αὐτῶν ἡ χώρα καὶ ὀσπρίοις, ἔτι δὲ ἀμπέλῳ καὶ μέλιτι πολλῷ. τὰ μὲν τῶν ἄλλων ἀκροδρύων καὶ φοινίκων οὐδ᾽ ἀριθμεῖται παρ᾽ αὐτοῖς. [113] κτήνη τε πολλὰ παμμιγῆ, καὶ δαψιλὴς ἡ τούτων νομή· διὸ καλῶς ἔβλεψαν, ὅτι πολυανθρωπίας οἱ τόποι προσδέονται, καὶ τὴν κατασκευὴν τῆς πόλεως καὶ τῶν κωμῶν ἔθεντο κατὰ λόγον. [114] πολὺ δὲ πλῆθος καὶ τῶν ἀρωμάτων καὶ λίθων πολυτελῶν καὶ χρυσοῦ παρακομίζεται διὰ τῶν Ἀράβων εἰς τὸν τόπον. ἐργάσιμος γὰρ καὶ πρὸς τὴν ἐμπορίαν ἐστὶ κατεσκευασμένη ἡ χώρα, καὶ πολύτεχνος ἡ πόλις, οὐ σπανίζει δὲ οὐδὲν τῶν διακομιζομένων διὰ τῆς θαλάσσης. [115] E   ἔχει γὰρ καὶ λιμένας εὐκαίρους χορηγοῦντας, τόν τε κατὰ τὴν Ἀσκαλῶνα καὶ Ἰόππην καὶ Γάζαν, ὁμοίως δὲ καὶ Πτολεμαίδα τὴν ὑπὸ τοῦ βασιλέως ἐκτισμένην. μέση δὲ κεῖται πρὸς τοὺς προειρημένους τόπους, οὐκ ἀπέχουσα τούτων πολύ. ἔχει δὲ πάντα δαψιλῆ κάθυγρος οὖσα πάντοθεν ἡ χώρα καὶ μεγάλην ἀσφάλειαν ἔχουσα. [116] περιρρεῖ δ᾽ αὐτὴν ὁ λεγόμενος Ἰορδάνης ποταμὸς ἀείρρους. {τῆς δὲ χώρας} οὐκ ἔλαττον ἑξακισχιλίων μυριάδων ἀρουρῶν κατὰ τὸ ἀρχαῖον οὔσης (μετέπειτα δὲ οἱ γειτνιῶντες ἐπέβησαν αὐτῆς) ἑξήκοντα μυριάδες ἀνδρῶν ἔγκληροι καθειστήκεισαν ἑκατοντάρουροι. πληρούμενος δὲ ὁ ποταμός, καθὼς ὁ Νεῖλος, ἐν ταῖς πρὸς τὸν θερισμὸν ἡμέραις, πολλὴν ἀρδεύει τῆς γῆς· [117] ὃς εἰς ἕτερον ποταμὸν ἐκβάλλει τὸ ῥεῦμα κατὰ τὴν Πτολεμαίων χώραν, οὗτος δὲ ἔξεισιν εἰς θάλασσαν. ἄλλοι δὲ χειμάρροι λεγόμενοι κατίασι, περιλαμβάνοντες τὰ πρὸς τὴν Γάζαν μέρη καὶ τὴν Ἀζωτίων χώραν. [118] περιέχεται δὲ ἀσφαλείαις αὐτοφυέσι, δυσείσβολος οὖσα καὶ πλήθεσιν ἀπραγμάτευτος, διὰ τὸ στενὰς εἶναι τὰς παρόδους, κρημνῶν παρακειμένων καὶ φαράγγων βαθέων, ἔτι δὲ τραχείας οὔσης πάσης τῆς περιεχούσης πᾶσαν τὴν χώραν ὀρεινῆς. [119] ἐλέγετο δὲ καὶ ἐκ τῶν παρακειμένων ὀρέων τῆς Ἀραβίας μέταλλα χαλκοῦ καὶ σιδήρου συνίστασθαι πρότερον. ἐκλέλειπται δὲ ταῦτα, καθ᾽ ὃν ἐπεκράτησαν Πέρσαι χρόνον, τῶν τότε προστατούντων ποιησαμένων διαβολήν, ὡς ἄχρηστος ἡ κατεργασία γίνεται καὶ πολυδάπανος, [120] E   ὅπως μὴ διὰ τὴν μεταλλείαν τῶν εἰρημένων συμβῇ καὶ τὴν χώραν καταφθείρεσθαι, καὶ σχεδὸν διὰ τὴν ἐκείνων δυναστείαν ἀλλοτριωθῆναι, παρεύρεσιν λαβόντων εἰς τοὺς τόπους εἰσόδου, διὰ τὸ τὴν διαβολὴν γεγονέναι ταύτην.Ὅσον οὖν καὶ περὶ τούτων ἔδει, κεφαλαιωδῶς σεσήμαγκά σοι, ὦ Φιλόκρατες ἀδελφέ· τὰ δὲ τῆς ἑρμηνείας ἑπομένως δηλώσομεν. [121] ἐπιλέξας γὰρ τοὺς ἀρίστους ἄνδρας καὶ παιδείᾳ διαφέροντας, ἅτε δὴ γονέων τετευχότας ἐνδόξων, οἵτινες οὐ μόνον τὴν τῶν Ἰουδαϊκῶν γραμμάτων ἕξιν περιεποίησαν αὑτοῖς, ἀλλὰ καὶ τῆς τῶν Ἑλληνικῶν ἐφρόντισαν οὐ παρέργως κατακευῆς· [122] διὸ καὶ πρὸς τὰς πρεσβείας εὔθετοι καθεστήκεισαν, καὶ τοῦτ᾽ ἐπετέλουν ὅτε δέοι, καὶ πρὸς τὰς ὁμιλίας καὶ τὰς ἐπερωτήσεις τὰς διὰ τοῦ νόμου μεγάλην εὐφυίαν εἶχον, τὸ μέσον ἐζηλωκότες κατάστημα (τοῦτο γὰρ κάλλιστόν ἐστιν), ἀποτεθειμένοι τὸ τραχὺ καὶ βάρβαρον τῆς διανοίας, ὁμοίως δὲ καὶ τὸ κατοίεσθαι καὶ νομίζειν ὑπερφρονεῖν ἑτέρους ὑπερβεβηκότες, τὴν δ᾽ ὁμιλίαν καὶ τὸ συνακούειν καὶ πρὸς ἕκαστον ἀποκρίνεσθαι δεόντως παραδεδεγμένοι, καὶ πάντες ταῦτα συντηροῦντες καὶ μᾶλλον ἐν τούτοις βουλόμενοι ὑπερφέρειν ἕτερος ἑτέρου, καὶ τοῦ καθηγουμένου πάντες ἄξιοι καὶ τῆς περὶ αὐτὸν ἀρετῆς. [123] νοῆσαι δ᾽ ἦν, ὡς ἠγάπησαν τὸν Ἐλεάζαρον δυσαποσπάστως ἔχοντες, καὶ ἐκεῖνος αὐτούς· χωρὶς καὶ τοῦ πρὸς τὸν βασιλέα γεγραφέναι περὶ τῆς ἀποκαταστάσεως αὐτῶν πολλὰ παρεκάλεσε τὸν Ἀνδρέαν ποιῆσαι, συναντιλαμβάνεσθαι παρακαλῶν, καθ᾽ ὃ ἂν δυνώμεθα. [124] καὶ ἡμῶν ἐπαγγελλομένων {εὖ φροντίσειν} περὶ τούτων, ἔφη καὶ λίαν διαγωνιᾷν· εἰδέναι γάρ, ὅτι φιλάγαθος ὢν ὁ βασιλεὺς πάντων μέγιστον ἡγεῖται τὸ μεταπέμπεσθαι, καθ᾽ ὃν ἂν τόπον ὀνομασθῇ τις ἄνθρωπος διαφέρων ἀγωγῇ καὶ φρονήσει παρ᾽ ἑτέρους. [125] E   μετείληφα γὰρ καλῶς αὐτὸν λέγειν, ὅτι περὶ ἑαυτὸν ἔχων ἄνδρας δικαίους καὶ σώφρονας τὴν μεγίστην ἂν φυλακὴν τῆς βασιλείας ἕξειν, συμβουλευόντων παρρησίᾳ πρὸς τὸ συμφέρον τῶν φίλων· ὃ δὴ σύνεστι τοῖς ἀποστελλομένοις ὑπ᾽ αὐτοῦ. [126] καὶ δι᾽ ὅρκων ἐπιστοῦτο, μὴ προΐεσθαι τοὺς ἀνθρώπους, εἴ τις ἑτέρα χρεία πρὸς τὰ ἰδίαν αὐτῷ κατεπείγοι, πρὸς δὲ τὴν κοινὴν πᾶσι τοῖς πολίταις ἑπανόρθωσιν ἐξαποστέλλειν αὐτούς. [127] τὸ γὰρ καλῶς ζῇν ἐν τῷ τὰ νόμιμα συντηρεῖν εἶναι· τοῦτο δὲ ἐπιτελεῖσθαι διὰ τῆς ἀκροάσεως πολλῷ μᾶλλον ἢ διὰ τῆς ἀναγνώσεως. προτιθέμενος οὖν ταῦτα καὶ τὰ τούτοις παραπλήσια φανερὸς ἦν τὴν διάθεσιν, ὃς ἦν πρὸς αὐτούς. [128] Ἄξιον δὲ ἐπιμνησθῆναι {διὰ} βραχέων τῶν ὑποδειχθέντων ὑπ᾽ αὐτοῦ πρὸς τὰ δι᾽ ἡμῶν ἐπιζητηθέντα. νομίζω γὰρ τοὺς πολλοὺς περιεργίαν ἔχων τινὰ τῶν ἐν τῇ νομοθεσίᾳ περί τε τῶν βρωτῶν καὶ ποτῶν καὶ τῶν νομιζομένων ἀκαθάρτων εἶναι κνωδάλων. [129] πυνθανομένων γὰρ ἡμῶν, διὰ τί, μιᾶς καταβολῆς οὔσης, τὰ μὲν ἀκάθαρτα νομίζεται πρὸς βρῶσιν, τὰ δὲ καὶ πρὸς τὴν ἁφὴν (δεισιδαιμόνως γὰρ τὰ πλεῖστα τὴν νομοθεσίαν ἔχειν, ἐν δὲ τούτοις πάνυ δεισιδαιμόνως) πρὸς ταῦτα οὕτως ἐνήρξατο. [130] E   Θεωρεῖς, ἔφη, τὰς ἀναστροφὰς καὶ τὰς ὁμιλίας, οἷον ἐνεργάζονται πρᾶγμα, διότι κακοῖς ὁμιλήσαντες διαστροφὰς ἐπιλαμβάνουσιν ἄνθρωποι, καὶ ταλαίπωροι δι᾽ ὅλου τοῦ ζῇν εἰσιν· ἐὰν δὲ σοφοῖς καὶ φρονίμοις συζῶσιν, ἐξ ἀγνοίας ἐπανορθώσεως εἰς τὸν βίον ἔτυχον. [131] διαστειλάμενος οὖν τὰ τῆς εὐσεβείας καὶ δικαιοσύνης πρῶτον ὁ νομοθέτης ἡμῶν, καὶ διδάξας ἕκαστα περὶ τούτων, οὐκ ἀπαγορευτικῶς μόνον ἀλλ᾽ ἐνδεικτικῶς, καὶ τὰς βλάβας προδήλους καὶ τὰς ὑπὸ τοῦ θεοῦ γινομένας ἐπιπομπὰς τοῖς αἰτίοις- [132] προϋπέδειξε γὰρ πάντων πρῶτον, ὅτι μόνος ὁ θεός ἐστι, καὶ διὰ πάντων ἡ δύναμις αὐτοῦ φανερὰ γίνεται, πεπληρωμένου παντὸς τόπου τῆς δυναστείας, καὶ οὐθὲν αὐτὸν λανθάνει τῶν ἐπὶ γῆς γινομένων ὑπ᾽ ἀνθρώπων κρυφίως, ἀλλ᾽ ὅσα ποιεῖ τις αὐτῷ φανερὰ καθέστηκε, καὶ τὰ μέλλοντα γίνεσθαι- [133] ταῦτ᾽ οὖν ἐξεργαζόμενος ἀκριβῶς καὶ πρόδηλα θεὶς ἔδειξεν ὅτι, κἂν ἐννοηθῇ τις κακίαν ἐπιτελεῖν, οὐκ ἂν λάθοι, μὴ ὅτι καὶ πράξας, διὰ πάσης τῆς νομοθεσίας τὸ τοῦ θεοῦ δυνατὸν ἐνδεικνύμενος. [134] ποιησάμενος οὖν τὴν καταρχὴν ταύτην, καὶ δείξας ὅτι πάντες οἱ λοιποὶ παρ᾽ ἡμᾶς ἄνθρωποι πολλοὺς θεοὺς εἶναι νομίζουσιν, αὐτοὶ δυναμικώτεροι πολλῷ καθεστῶτες ὧν σέβονται ματαίως- [135] E   ἀγάλματα γὰρ ποιήσαντες ἐκ λίθων καὶ ξύλων, εἰκόνας φασὶν εἶναι τῶν ἐξευρόντων τι πρὸς τὸ ζῇν αὐτοῖς χρήσιμον, οἷς προσκυνοῦσι, παρὰ πόδας ἔχοντες τὴν ἀναισθησίαν. [136] εἴ τι γὰρ κατ᾽ ἐκεῖνό τις {θεὸς εἴη}, κατὰ τὴν ἐξεύρεσιν, παντελῶς ἀνόητον· τῶν γὰρ ἐν τῇ κτίσει λαβόντες τινὰ συνέθηκαν καὶ προσυπέδειξαν εὔχρηστα, τὴν κατασκευὴν αὐτῶν οὐ ποιήσαντες αὐτοί· διὸ κενὸν καὶ μάταιον τοὺς ὁμοίους ἀποθεοῦν. [137] καὶ γὰρ ἔτι καὶ νῦν εὑρεματικώτεροι καὶ πολυμαθέστεροι τῶν ἀνθρώπων τῶν πρίν εἰσι πολλοί, καὶ οὐκ ἂν φθάνοιεν αὐτοὺς προσκυνοῦντες. καὶ νομίζουσιν οἱ ταῦτα διαπλάσαντες καὶ μυθοποιήσαντες τῶν Ἑλλήνων οἱ σοφώτατοι καθεστάναι. [138] τῶν γὰρ ἄλλων πολυματαίων τί δεῖ καὶ λέγειν, Αἰγυπτίων τε καὶ τῶν παραπλησίων, οἵτινες ἐπὶ θηρία καὶ τῶν ἑρπετῶν τὰ πλεῖστα καὶ κνωδάλων τὴν ἀπέρεισιν πεποίηνται, καὶ ταῦτα προσκυνοῦσι, καὶ θύουσι τούτοις καὶ ζῶσι καὶ τελευτήσασι;- [139] συνθεωρήσας οὖν ἕκαστα σοφὸς ὢν ὁ νομοθέτης, ὑπὸ θεοῦ κατεσκευασμένος εἰς ἐπίγνωσιν τῶν ἁπάντων, περιέφραξεν ἡμᾶς ἀδιακόποις χάραξι καὶ σιδηροῖς τείχεσιν, ὅπως μηθενὶ τῶν ἄλλων ἐθνῶν ἐπιμισγώμεθα κατὰ μηδέν, ἁγνοὶ καθεστῶτες κατὰ σῶμα καὶ κατὰ ψυχήν, ἀπολελυμένοι ματαίων δοξῶν, τὸν μόνον θεὸν καὶ δυνατὸν σεβόμενοι παρ᾽ ὅλην τὴν πᾶσαν κτίσιν. [140] E   ὅθεν οἱ Αἰγυπτίων καθηγεμόνες ἱερεῖς, ἐγκεκυφότες εἰς πολλὰ καὶ μετεσχηκότες πραγμάτων, ἀνθρώπους θεοῦ προσονομάζουσιν ἡμᾶς· ὃ τοῖς λοιποῖς οὐ πρόσεστιν, εἰ μή τις σέβεται τὸν κατὰ ἀλήθειαν θεόν, ἀλλ᾽ εἰσὶν ἄνθρωποι βρωτῶν καὶ ποτῶν καὶ σκέπης· [141] ἡ γὰρ πᾶσα διάθεσις αὐτῶν ἐπὶ ταῦτα καταφεύγει. τοῖς δὲ παρ᾽ ἡμῶν ἐν οὐδενὶ ταῦτα λελόγισται, περὶ δὲ τῆς τοῦ θεοῦ δυναστείας δι᾽ ὅλου τοῦ ζῇν ἡ σκέψις αὐτοῖς [142] ὅπως οὖν μηθενὶ συναλισγούμενοι μηδ᾽ ὁμιλοῦντες φαύλοις διαστροφὰς λαμβάνωμεν, πάντοθεν ἡμᾶς περιέφραξεν ἁγνείαις καὶ διὰ βρωτῶν καὶ ποτῶν καὶ ἁφῶν καὶ ἀκοῆς καὶ ὁράσεως νομικῶς. [143] τὸ γὰρ καθόλου πάντα πρὸς τὸν φυσικὸν λόγον ὅμοια καθέστηκεν, ὑπὸ μιᾶς δυνάμεως οἰκονομούμενα, καὶ καθ᾽ ἓν ἕκαστον ἔχει λόγον βαθύν, ἀφ᾽ ὧν ἀπεχόμεθα κατὰ τὴν χρῆσιν, καὶ οἷς συγχρώμεθα. χάριν δὲ ὑποδείγματος ἕν ἢ δεύτερον ἐπιδραμών σοι σημανῶ. [144] Μὴ γὰρ εἰς τὸν καταπεπτωκότα λόγον ἔλθῃς, ὅτι μυῶν καὶ γαλῆς ἢ τῶν τοιούτων χάριν περιεργίαν ποιούμενος ἐνομοθέτει ταῦτα Μωϋσῆς· ἀλλὰ πρὸς ἁγνὴν ἐπίσκεψιν καὶ τρόπων ἐξαρτισμὸν δικαιοσύνης ἕνεκεν σεμνῶς πάντα ἀνατέτακται. [145] E   τῶν γὰρ πτηνῶν, οἷς χρώμεθα, πάντα ἥμερα καθέστηκε καὶ διαφέρει καθαριότητι, πυροῖς καὶ ὀσπρίοις χρώμενα πρὸς τὴν τροφήν, οἷον περιστεραὶ τρυγόνες ἀττακοὶ πέρδικες ἔτι δὲ χῆνες καὶ τὰ ἄλλα ὅσα τοιαῦτα. [146] περὶ ὧν δὲ ἀπηγόρευται πτηνῶν, εὑρήσεις ἄγριά τε καὶ σαρκοφάγα καὶ καταδυναστεύοντα τῇ περὶ ἑαυτὰ δυνάμει τὰ λοιπά, καὶ τὴν τροφὴν ἔχοντα δαπάνησεν τῶν προειρημένων ἡμέρων μετὰ ἀδικίας· οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ τοὺς ἄρνας καὶ ἐρίφους ἀναρπάζουσι, καὶ τοὺς ἀνθρώπους δὲ ἀδικοῦσι νεκρούς τε καὶ ζῶντας. [147] παράσημον οὖν ἔθετο διὰ τούτων, ἀκάθαρτα προσονομάσας, ὅτι δέον ἐστι κατὰ ψυχήν, οἷς ἡ νομοθεσία διατέτακται, δικαιοσύνῃ συγχρῆσθαι καὶ μηδένα καταδυναστεύειν, πεποιθότας ἰσχύι τῇ καθ᾽ ἑαυτούς, μηδὲ ἀφαιρεῖσθαι μηδέν, ἀλλ᾽ ἐκ δικαίου τὰ τοῦ βίου κυβερνᾷν, ὡς τὰ τῶν προειρημένων πτηνῶν ἥμερα ζῷα τὰ φυόμενα τῶν ὀσπρίων ἐπὶ γῆς δαπανᾷ, καὶ οὐ καταδυναστεύει πρὸς τὴν ἐπαναίρεσιν τῶν συγγενικῶν. [148] διὰ τῶν τοιούτων οὖν παραδέδωκεν ὁ νομοθέτης σημειοῦσθαι τοῖς συνετοῖς, εἶναι δικαίους τε καὶ μηδὲν ἐπιτελεῖν βίᾳ, μηδὲ τῇ περὶ ἑαυτοὺς ἰσχύι πεποιθότας ἑτέρους καταδυναστεύειν. [149] ὅπου γὰρ οὐδ᾽ ἅψασθαι καθῆκε τῶν προειρημένων διὰ τὴν περὶ ἕκαστα διάθεσιν, πῶς οὐ φυλακτέον παντάπασι τοὺς τρόπους εἰς τοῦτο κατακλασθῆναι; [150] E   πάντα οὖν τὰ τῆς συγχωρήσεως ἡμῖν ἐπὶ τούτων καὶ τῶν κτηνῶν τροπολογῶν ἐκτέθειται. τὸ γὰρ διχηλεύειν καὶ διαστέλλειν ὁπλῆς ὄνυχας σημεῖόν ἐστι τοῦ διαστέλλειν ἕκαστα τῶν πράξεων ἐπὶ τὸ καλῶς ἔχον· [151] ἡ γὰρ ἰσχὺς τῶν ὅλων σωμάτων μετ᾽ ἐνεργείας ἀπέρεισιν ἐπὶ τοὺς ὤμους ἔχει καὶ τὰ σκέλη. μετὰ διαστολῆς οὖν ἅπαντα ἐπιτελεῖν πρὸς δικαιοσύνην ἀναγκάζει τὸ σημειοῦσθαι διὰ τούτων· ἔτι δὲ καὶ διότι παρὰ πάντας ἀνθρώπους διεστάλμεθα. [152] οἱ γὰρ πλείονες τῶν λοιπῶν ἀνθρώπων ἑαυτοὺς μολύνουσιν ἐπιμισγόμενοι, συντελοῦντες μεγάλην ἀδικίαν, καὶ χῶραι καὶ πόλεις ὅλαι σεμνύνονται ἐπὶ τούτοις. οὐ μόνον γὰρ {προάγουσι} τοὺς ἄρσενας, ἀλλὰ καὶ τεκούσας ἔτι δὲ θυγατέρας μολύνουσιν. ἡμεῖς δὲ ἀπὸ τούτων διεστάλμεθα. [153] περὶ ὃν δὲ ἐστὶν ὁ προειρημένος τῆς διαστολῆς τρόπος, περὶ τοῦτον εἶναι καὶ τὸν τῆς μνήμης κεχαρακτήρικεν. πάντα γὰρ ὅσα διχηλεῖ καὶ μηρυκισμὸν ἀνάγει σαφῶς τοῖς νοοῦσιν ἐκτίθεται τὸ τῆς μνήμης. [154] ἡ γὰρ ἀναμηρύκησις οὐθὲν ἕτερον, ἀλλὰ τῆς ζωῆς καὶ συστάσεως ἐπιμνησις. τὸ γὰρ ζῇν διὰ τῆς τροφῆς συνεστάναι νομίζει. [155] E   διὸ παρακελεύεται καὶ διὰ τῆς γραφῆς ὁ λέγων οὕτως· μνείᾳ μνησθήσῃ κυρίου τοῦ ποιήσαντος ἔν σοι τὰ μεγάλα καὶ θαυμαστά. κατανοούμενα γὰρ καὶ μεγάλα καὶ ἔνδοξα φαίνεται· πρῶτον μὲν ἡ σύμπηξις τοῦ σώματος καὶ ἡ τῆς τροφῆς διοίκησις καὶ ἡ περὶ ἕκαστον μέλος διαστολή· [156] πολλῷ δὲ μᾶλλον ἡ τῶν αἰσθήσεων διακόσμησις, διανοίας ἐνέργημα καὶ κίνησις ἀόρατος, ἥ τε ὀξύτης τοῦ πρὸς ἕκαστόν τι πράσσειν καὶ τεχνῶν εὕρεσις ἀπέραστον περιέχει τρόπον. [157] διὸ παρακελεύεται μνείαν ἔχειν, ὡς συντηρεῖται τὰ προειρημένα θείᾳ δυνάμει σὺν κατασκευῇ. πάντα γὰρ χρόνον καὶ τόπον ὥρικε πρὸς τὸ διὰ παντὸς μνημονεύειν τοῦ κρατοῦντος θεοῦ καὶ συντηροῦντος. [158] καὶ γὰρ ἐπὶ τῶν βρωτῶν καὶ ποτῶν ἀπαρξαμένους εὐθέως τότε συγχρῆσθαι κελεύει. καὶ μὴν καὶ ἐκ τῶν περιβολαίων παράσημον ἡμῖν μνείας δέδωκεν, ὡσαύτως δὲ καὶ ἐπὶ τῶν πυλῶν καὶ θυρῶν προστέταχε μὲν ἡμῖν τιθέναι τὰ λόγια, πρὸς τὸ μνείαν εἶναι θεοῦ· [159] καὶ ἐπὶ τῶν χειρῶν δὲ διαρρήδην τὸ σημεῖον κελεύει περιῆφθαι, σαφῶς ἀποδεικνὺς ὅτι πᾶσαν ἐνέργειαν μετὰ δικαιοσύνης ἐπιτελεῖν δεῖ, μνήμην ἔχοντας τῆς ἑαυτῶν κατασκευῆς, ἐπὶ πᾶσι δὲ τὸν περὶ θεοῦ φόβον. [160] E   κελεύει δὲ καὶ κοιταζομένους καὶ διανισταμένους μελετᾷν τὰς τοῦ θεοῦ κατασκευάς, οὐ μόνον λόγῳ, ἀλλὰ διαλήψει θεωροῦντας τὴν κίνησιν καὶ ὑπόληψιν ἑαυτῶν, ὅταν εἰς ὕπνον ἔρχωνται, καὶ τὴν ἔγερσιν, ὡς θεία τίς ἐστι καὶ ἀκατάληπτος τούτων ἡ μετάθεσις. [161] Δέδεικται δέ σοι καὶ τὸ περισσὸν τῆς λογίας τῆς κατὰ τὴν διαστολὴν καὶ μνείαν, ὡς ἐξεθέμεθα τὴν διχηλίαν καὶ τὸν μηρυκισμόν. οὐ γὰρ εἰκῆ καὶ κατὰ τὸ ἐμπεσὸν εἰς ψυχὴν νενομοθέτηται, πρὸς δ᾽ ἀλήθειαν καὶ σημείωσιν ὀρθοῦ λόγου. [162] διατάξας γὰρ ἐπὶ βρωτῶν καὶ ποτῶν καὶ τῶν κατὰ τὰς ἁφὰς ἕκαστα, κελεύει μηθὲν εἰκῆ μήτε πράσσειν μήτε ἀκούειν, μήτε τῇ τοῦ λόγου δυναστείᾳ συγχρωμένους ἐπὶ τὴν ἀδικίαν τρέπεσθαι. [163] καὶ ἐπὶ τῶν κνωδάλων δὲ ταὐτὸν ἔστιν εὑρεῖν. κακοποιητικὸς γὰρ ὁ τρόπος ἐστὶ καὶ γαλῆς καὶ τῶν τούτοις ὁμοίων, ὅσα διηγόρευται. [164] πάντα γὰρ λυμαίνονται καὶ κακοποιοῦσι μύες, οὐ μόνον πρὸς τὴν ἑαυτῶν τροφήν, ἀλλὰ καὶ εἰς τὸ παντελῶς ἄχρηστον γίνεσθαι ἀνθρώπῳ, ὅ τι ἂν δή ποτ᾽ οὖν ἐπιβάληται κακοποιεῖν. [165] E   τό τε τῆς γαλῆς γένος ἰδιάζον ἐστί· χωρὶς γὰρ τοῦ προειρημένου ἔχει λυμαντικὸν κατάστημα· διὰ γὰρ τῶν ὤτων συλλαμβάνει, τεκνοποιεῖ δὲ τῷ στόματι. [166] καὶ διὰ τοῦτο ὁ τοιοῦτος τρόπος τῶν ἀνθρώπων ἀκάθαρτός ἐστιν· ὅσα γὰρ δι᾽ ἀκοῆς λαβόντες, ταῦτα τῷ λόγῳ σωματοποιήσαντες, κακοῖς ἑτέρους ἐνεκύλισαν οὐ τὴν τυχοῦσαν ἐπετέλεσαν, μιανθέντες αὐτοὶ παντάπασι τῷ τῆς ἀσεβείας μολυσμῷ. καλῶς δὲ ποιῶν ὁ βασιλεὺς ὑμῶν τοὺς τοιούτους ἀναιρεῖ, καθὼς μεταλαμβάνομεν.- [167] Ἐγὼ δ᾽ εἶπα Τοὺς ἐμφανιστὰς οἴομαί σε λέγειν· καὶ γὰρ αἰκίαις καὶ θανάτοις ἐπαλγέσιν αὐτοὺς περιβάλλει συνεχῶς.- Ὁ δέ Τούτους γὰρ καὶ λέγω· ἡ γὰρ ἐπαγρύπνησις ἀνθρώπων ἀπωλείᾳ ἀνόσιος. [168] ὁ δὲ νόμος ἡμῖν κελεύει μήτε λόγῳ μήτε ἔργῳ μηδένα κακοποιεῖν. καὶ περὶ τούτων οὖν, ὅσον ἐπὶ βραχὺ {διεξῆλθον, προσυποδείξας} σοι διότι πάντα κεκανόνισται πρὸς δικαιοσύνην, καὶ οὐδὲν εἰκῆ κατατέτακται διὰ τῆς γραφῆς οὐδὲ μυθωδῶς, ἀλλ᾽ ἵνα δι᾽ ὅλου τοῦ ζῇν καὶ ἐν ταῖς πράξεσιν ἀσκῶμεν δικαιοσύνην πρὸς πάντας ἀνθρώπους, μεμνημένοι τοῦ δυναστεύοντος θεοῦ. [169] περὶ βρωτῶν οὖν καὶ τῶν ἀκαθάρτων ἑρπετῶν καὶ κνωδάλων καὶ πᾶς λόγος ἀνατείνει πρὸς δικαιοσύνην καὶ τὴν τῶν ἀνθρώπων συναναστροφὴν δικαίαν. [170] E   Ἐμοὶ μὲν οὖν καλῶς ἐνόμιζε περὶ ἑκάστων ἀπολογεῖσθαι· καὶ γὰρ ἐπὶ τῶν προσφερομένων ἔλεγε μόσχων τε καὶ κριῶν καὶ χιμάρων, ὅτι δεῖ ταῦτα ἐκ βουκολίων καὶ ποιμνίων λαμβάνοντας ἥμερα θυσιάζειν, καὶ μηθὲν ἄγριον, ὅπως οἱ προσφέροντες τὰς θυσίας μηθὲν ὑπερήφανον ἑαυτοῖς συνιστορῶσι, σημειώσει κεχρημένοι τοῦ διατάξαντος. τῆς γὰρ ἑαυτοῦ ψυχῆς τοῦ παντὸς τρόπου τὴν προσφορὰν ποιεῖται ὁ τὴν θυσίαν προσάγων. [171] καὶ περὶ τούτων οὖν νομίζω τὰ τῆς ὁμιλίας ἄξια λόγου καθεστάναι· διὸ τὴν σεμνότητα καὶ φυσικὴν διάνοιαν τοῦ νόμου προῆγμαι διασαφῆσαί σοι, Φιλόκρατες, δι᾽ ἣν ἔχεις φιλομάθειαν. [172] Ὁ δὲ Ἐλεάζαρος ποιησάμενος θυσίαν καὶ τοὺς ἄνδρας ἐπιλέξας καὶ πολλὰ δῶρα τῷ βασιλεῖ κατασκευάσας προέπεμψεν ἡμᾶς μετὰ ἀσφαλείας πολλῆς. [173] ὡς δὲ παρεγενήθημεν εἰς Ἀλεξάνδρειαν, προσηγγέλη τῷ βασιλεῖ περὶ τῆς ἀφίξεως ἡμῶν. {παρειμένοι} δ᾽ εἰς τὴν αὐλὴν Ἀνδρέας τε καὶ ἐγώ, φιλοφρόνως ἠσπασάμεθα τὸν βασιλέα καὶ τὰς ἐπιστολὰς ἀποδεδώκαμεν τὰς παρὰ τοῦ Ἐλεαζάρου. [174] περὶ πολλοῦ δὲ ποιούμενος τοῖς ἀπεσταλμένοις ἀνδράσιν ἐντυχεῖν, ἐκέλευσε τοὺς λοιποὺς πάντας ἀπολῦσαι τοὺς ἐπὶ τῶν χρειῶν, καλεῖν δὲ τοὺς ἀνθρώπους. [175] E   οὗ πᾶσι παραδόξου φανέντος- διὰ τὸ κατὰ ἔθος εἶναι, πεμπταίους εἰς πρόσωπον ἔρχεσθαι βασιλεῖ τοὺς περὶ χρήσιμον ἀφικνουμένους, τοὺς δὲ παρὰ βασιλέων ἢ πόλεων ἐν ὑπεροχαῖς μόλις ἐν τριάκοντα εἰς τὴν αὐλὴν παρίεσθαι- τοὺς δὲ ἥκοντας τιμῆς καταξιῶν μείζονος, καὶ τὴν ὑπεροχὴν κρίνων τοῦ πέμψαντος, ἀπολύσας οὓς ἐνόμιζε περισσούς, ὑπέμενε περιπατῶν, ἕως ἂν παραγινομένους ἀσπάσηται. [176] παρελθόντων δὲ σὺν τοῖς ἀπεσταλμένοις δώροις καὶ ταῖς διαφόροις διφθέραις, ἐν αἷς ἡ νομοθεσία γεγραμμένη χρυσογραφίᾳ τοῖς Ἰουδαϊκοῖς γράμμασι, θαυμασίως {εἰργασμένου τοῦ ὑμένος}, καὶ τῆς πρὸς ἄλληλα συμβολῆς ἀνεπαισθήτου κατεσκευασμένης, ὡς εἶδεν ὁ βασιλεὺς τοὺς ἄνδρας, ἐπηρώτα περὶ τῶν βιβλίων. [177] ὡς δὲ ἀπεκάλυψαν τὰ τῶν ἐνειλημάτων καὶ τοὺς ὑμένας ἀνείλιξαν, πολὺν ἐπιστὰς χρόνον καὶ προσκυνήσας σχεδὸν ἑπτάκις εἶπεν Εὐχαριστοῦ μέν, ἄνδρες, ὑμῖν, τῷ δ᾽ ἀποστείλαντι μᾶλλον, μέγιστον δὲ τῷ θεῷ, οὗτινός ἐστι τὰ λόγια ταῦτα. [178] ὁμοθυμαδὸν δὲ πάντων εἰπόντων ὑπὸ μίαν φωνήν, τῶν τε παραγεγονόντων καὶ τῶν συμπαρόντων, Εὖ βασιλεῦ, προήχθη δακρῦσαι τῇ χαρᾷ πεπληρωμένος. ἡ γὰρ τῆς ψυχῆς ἔντασις καὶ τὸ τῆς τιμῆς ὑπερτεῖνον δακρύειν ἀναγκάζει κατὰ τὰς ἐπιτυχίας. [179] κελεύσας δὲ εἰς τάξιν ἀποδοῦναι τὰ τεύχη, τὸ τηνικαῦτα ἀσπασάμενος τοὺς ἄνδρας εἶπεν Δίκαιον ἦν, θεοσεβεῖς ἄνδρες, ὧν χάριν ὑμᾶς μετεπεμψάμην, ἐκείνοις πρῶτον σεβασμὸν ἀποδοῦναι, μετὰ ταῦτα τὴν δεξιὰν ὑμῖν προτεῖναι· διὸ πεποίηκα τοῦτο πρῶτον. [180] E   μεγάλην δὲ τέθειμαι τὴν ἡμέραν ταύτην, ἐν ᾗ παραγεγόνατε, καὶ κατ᾽ ἐνιαυτὸν ἐπίσημος ἔσται πάντα τὸν τῆς ζωῆς ἡμῶν χρόνον· συντέτυχε γὰρ καὶ τὰ κατὰ τὴν νίκην ἡμῖν προσπεπτωκέναι τῆς πρὸς Ἀντίγονον ναυμαχίας. διὸ καὶ δειπνῆσαι σήμερον μεθ᾽ ὑμῶν βουλήσομαι. [181] πάντα {δ᾽ ὑμῖν}, εἶπε, παρέσται καθηκόντως, οἷς συγχρήσησθε, κἀμοὶ μεθ᾽ ὑμῶν. τῶν δὲ ἀσμενισάντων ἐκέλευσε καταλύματα δοθῆναι τὰ κάλλιστα πλησίον τῆς ἄκρας αὐτοῖς, καὶ τὰ κατὰ τὸ συμπόσιον ἑτοιμάζειν. [182] Ὁ δὲ {ἀρχεδέατρος} Νικάνωρ Δωρόθεον προσκαλεσάμενος, ὃς {ἦν} ἐπὶ τούτων ἀποτεταγμένος, ἐκέλευσε τὴν ἑτοιμασίαν εἰς ἕκαστον ἐπιτελεῖν. ἦν γὰρ οὕτω διατεταγμένον ὑπὸ τοῦ βασιλέων, ἃ μὲν ἔτι καὶ νῦν ὁρᾷς· ὅσαι γὰρ πόλεις εἰσίν, {αἳ τοῖς αὐτοῖς} συγχρῶνται πρὸς τὰ ποτὰ καὶ βρωτὰ καὶ στρωμνάς, τοσοῦτοι καὶ προεστῶτες ἦσαν· καὶ κατὰ τοὺς ἐθισμοὺς οὕτως ἐσκευάζετο, ὅταν παραγένοιντο πρὸς τοὺς βασιλεῖς, ἵνα κατὰ μηθὲν δυσχεραίνοντες ἱλαρῶς διεξάγωσιν· ὃ καὶ περὶ τούτους ἐγεγόνει.

Following sections (183-322) →


Attalus' home page   |   01.03.17   |   Any comments?