back

Diodorus Siculus, Books 34 & 35

  ( chapters 8-39 )

The fragments of these books are shown in the standard order, as established by L.Dindorf (1868). In this standard order, the contents of book 34 and the contents of book 35 are joined together, with a single series of chapter numbers.


Chapters 1-7

[8] {Const_2} E   Ὅτι οἱ Σύροι οἱ δραπέται τῶν αἰχμαλώτων τὰς χεῖρας ἀπέκοπτον, οὐκ ἀρκούμενοι ταῖς παρὰ τοὺς καρποὺς τομαῖς, ἀλλὰ σὺν αὐτοῖς τοῖς βραχίοσιν ἀκρωτηριάζοντες.

[9] {Const_4} E   Ὅτι τοῖς καταφαγοῦσι τοὺς ἱερωμένους ἰχθῦς οὐκ ἦν παῦλα τῶν κακῶν· τὸ γὰρ δαιμόνιον ὥσπερ ἐπίτηδες εἰς παραδειγματισμὸν τοῖς ἄλλοις ἅπαντας τοὺς ἀπονενοημένους περιεῖδεν ἀβοηθήτους. οὗτοι μὲν οὖν ἀκολούθως τῇ παρὰ θεῶν κολάσει καὶ τῆς διὰ τῆς ἱστορίας βλασφημίας τετευχότες ἀπέλαυσαν τῆς δικαίας ἐπιτιμήσεως.

[10] {Const_2} E   Ὅτι ἡ σύγκλητος δεισιδαιμονοῦσα ἐξαπέστειλεν εἰς Σικελίαν κατὰ Σιβυλλιακὸν λόγιον. οἱ δὲ ἐπελθόντες καθ' ὅλην τὴν Σικελίαν τοὺς τῷ Αἰτναίῳ Διὶ καθιδρυμένους βωμούς, θυσιάσαντες καὶ περιφράγματα ποιήσαντες ἀβάτους ἀπεδείκνυον τοὺς τόπους πλὴν τοῖς ἔχουσι καθ' ἕκαστον πολίτευμα πατρίους θύειν θυσίας.

[11] E   Ὅτι ἦν τις Γοργὸς Μοργαντῖνος ἐπικαλούμενος Κάμβαλος, πλούτῳ καὶ δόξῃ διαφέρων, ὃς ἐπὶ κυνηγίαν ὁρμήσας καὶ περιπεσὼν λῃστηρίῳ δραπετῶν ἔφευγε πεζὸς πρὸς τὴν πόλιν. ἀπαντήσαντος δὲ αὐτῷ Γοργοῦ τοῦ τούτου πατρὸς ἐφ' ἵππου καὶ καθαλομένου καὶ παραδιδόντος τὸν ἵππον, ὅπως ἐφαλόμενος ἀφιππεύσῃ πρὸς τὴν πόλιν, οὔθ' ὁ παῖς τὴν ἰδίαν σωτηρίαν τῆς τοῦ πατρὸς προέκρινεν οὔθ' ὁ πατὴρ προσεδέχετο τῷ τοῦ τέκνου θανάτῳ διαφυγεῖν τὸν κίνδυνον. δεομένων δὲ ἀλλήλων μετὰ δακρύων καὶ διαφιλοτιμουμένων ὑπὲρ εὐσεβείας τε καὶ φιλοστοργίας, σύγκρισίν τε λαμβάνοντος ἤθους φιλοτέκνου πρὸς τρόπον φιλοπάτορα, συνέβη τοὺς λῃστὰς ἐπιφανέντας ἀμφοτέρους ἀνελεῖν.

[12] E   Ὅτι ὁ τοῦ Διηγύλιος υἱὸς Ζιβέλμιος, ἐζηλωκὼς τὰς τοῦ πατρὸς μιαιφονίας, μνησικακῶν δὲ ὑπὲρ τῶν εἰς Διήγυλιν τοῖς Θρᾳξὶ πραχθέντων, ἐπὶ τοσοῦτον προῆλθεν ὠμότητος καὶ παρανομίας ὥστε τοὺς προσκόψαντας πανοικίους τιμωρεῖσθαι. ἐπὶ γὰρ ταῖς τυχούσαις αἰτίαις τοὺς μὲν διεμέλιζε, τοὺς δὲ ἀνεσταύρου, τοὺς δὲ καὶ ζῶντας ἐνεπύριζε. γονέων δὲ ἐν ὄμμασι καὶ κόλποις ἐγκατέσφαζε τέκνα, καὶ κρεανομῶν τὰ σώματα παρετίθει τοῖς συγγενεστάτοις, ἀνανεούμενος τὰς παλαιὰς ἐκείνας Τηρέως ἢ Θυέστου θοινάς. οἱ δὲ Θρᾷκες συλλαβόντες τὸν Ζισέλμιον, τὸ μὲν καθ' ἓν αὐτὸν ἀντιδιατιθέναι σχεδὸν ἀδύνατον ὑπῆρχε· πῶς γὰρ ἐνδεχόμενον ἦν ἓν σῶμα τὴν εἰς ὅλον ἔθνος παρανομίαν γενομένην ἀναδέξασθαι; ὅμως δ' ἐκ τῶν ἐνδεχομένων ἐφιλοτιμήθησαν πᾶσαν ὕβριν καὶ τιμωρίαν προσαγαγεῖν τῷ σώματι.

[13] {Const_4} E   Ὅτι τοῦ Ἀττάλου τοῦ πρώτου βασιλέως χρηστηριαζομένου περί τινος, ἀπαυτοματίσαι τὴν Πυθίαν φασὶ
  Θάρσει, ταυρόκερως, ἕξεις βασιληίδα τιμὴν
  καὶ παῖδες παίδων, τούτων γε μὲν οὐκέτι παῖδες.

[14] {Const_2} E   Ὅτι ὁ Πτολεμαῖος ὁ Φύσκων προσαγορευόμενος πυθόμενος τὴν τῆς Κλεοπάτρας πρὸς αὐτὸν ἀλλοτρίωσιν καὶ οὐ δυνάμενος ἄλλως αὐτὴν λυπῆσαι, πρᾶξιν ἀνοσιωτάτην ἐτόλμησεν ἐπιτελέσασθαι· μιμησάμενος γὰρ τὴν τῆς Μηδείας ὠμότητα καὶ μιαιφονίαν τὸν κοινὸν αὐτοῦ τε κἀκείνης υἱὸν ἔσφαξεν ἐν τῇ Κύπρῳ, παῖδα μὲν ὄντα τὴν ἡλικίαν, ὀνομαζόμενον δὲ Μεμφίτην. οὐκ ἀρκεσθεὶς δὲ τῷ ἀσεβήματι τούτῳ πολλῷ μεῖζον μύσος ἕτερον ἐπετελέσατο· ἀκρωτηριάσας γὰρ τὸ σῶμα τοῦ παιδὸς καὶ ἐνθεὶς εἴς τινα κίστην προσέταξέ τινι τῶν ὑπηρετῶν εἰς τὴν Ἀλεξάνδρειαν διακομίσαι. κατὰ τύχην δὲ σύνεγγυς ὄντων τῇ Κλεοπάτρᾳ τῶν γενεθλίων, τῇ πρὸ τούτων νυκτὶ θεῖναι τὴν κίστην πρὸ τῶν βασιλείων παρεσκευάσατο. οὗ συντελεσθέντος καὶ τῆς περιστάσεως ἐπιγνωσθείσης, ἡ Κλεοπάτρα πένθος ἤρατο, καὶ τὸ πλῆθος παντελῶς ἀπεθηριώθη πρὸς τὸν Πτολεμαῖον.

[15] {Const_4} E   Ὅτι τῆς ἐαρινῆς ὥρας τῇ χλιᾷ τηκούσης τὴν χιόνα καὶ τῶν καρπῶν ἐκ τοῦ συνεχοῦς πάγου πρὸς τὴν φυὴν καὶ βλάστησιν προϊόντων, τῶν δὲ ἀνθρώπων ἐπὶ τὰς πράξεις ὡρμημένων, ὁ Ἀρσάκης ἀποπειραθῆναι βουλόμενος τῶν πολεμίων πρεσβευτὰς ἀπέστειλε περὶ εἰρήνης, οἷς Ἀντίοχος ἀντέδωκεν ἀποκρίσεις διότι συγχωρήσει τὴν εἰρήνην, ἐὰν τὸν μὲν ἀδελφὸν Δημήτριον ἀπολύσας τῆς αἰχμαλωσίας παραδῷ, τῶν δὲ δυναστειῶν τῶν ἀφῃρημένων ἐκχωρήσῃ, τὴν δὲ πάτριον δυναστείαν ἔχων τελῇ φόρον. ὁ δὲ Ἀρσάκης προσκόψας τῇ βαρύτητι τῶν ἀποκρίσεων ἐπ' αὐτὸν ὥρμησεν.

[16] E   Ὅτι τῶν τοῦ Ἀντιόχου φίλων παρακαλούντων μὴ συνάπτειν μάχην πρὸς πολλαπλασίους Πάρθους, δύνασθαι γὰρ αὐτοὺς εἰς τὴν ὑπερκειμένην ὀρεινὴν καταφυγόντας ἀποτρίψασθαι τῇ δυσχωρίᾳ τὸν ἀπὸ τῶν ἱππέων κίνδυνον, ὁ Ἀντίοχος οὐδενὶ τρόπῳ προσεδέχετο τοὺς λόγους, ἀποφαινόμενος αἰσχρὸν εἶναι τοὺς νενικηκότας δεδιέναι τὰς τῶν προηττημένων τόλμας. παρακαλέσας οὖν τοὺς μεθ' ἑαυτοῦ πρὸς τὸν κίνδυνον ἀνεδέχετο τὴν τῶν βαρβάρων ἔφοδον εὐρώστως.

[17] E   Ὅτι κατὰ τὴν Ἀντιόχειαν ἀναμαθόντες τὸν θάνατον Ἀντιόχου οὐ μόνον κοινὸν ἡ πόλις ἐπήρατο πένθος, ἀλλὰ καὶ πᾶς ἰδιωτικὸς οἶκος κατηφείας καὶ θρήνων ἐπληροῦτο, καὶ μάλιστα τοῦ περὶ τὰς γυναῖκας ὀδυρμοῦ τὸ πάθος ἐκκάοντος. τριάκοντα γὰρ μυριάδων ἀπολομένων σὺν τοῖς ἐκτὸς τῆς τάξεως ἀναβεβηκόσιν οὐκ ἦν εὑρεῖν οἰκίαν ἄμοιρον ἀτυχήματος. αἱ μὲν γὰρ ἀδελφοὺς αἱ δὲ ἄνδρας αἱ δὲ υἱοὺς ἀπολωλότας ἐπένθουν, πολλαὶ δὲ παρθένοι καὶ παῖδες ὀρφανοὶ γεγονότες τὴν ἐρημίαν ἑαυτῶν κατωδύροντο, μέχρις ὅτου τῆς λύπης ὁ κάλλιστος ἰατρὸς χρόνος ἐξέλυσε τὴν ἀκμὴν τοῦ πένθους.

2 {Const_2} E   Ὅτι ὁ στρατηγὸς Ἀντιόχου Ἀθήναιος πλεῖστα ἐν ταῖς ἐπισταθμίαις εἰργασμένος κακά, τῆς φυγῆς κατάρξας καὶ τὸν Ἀντίοχον ἐγκαταλιπὼν τῆς προσηκούσης καταστροφῆς ἔτυχε. διεκπεσόντος γὰρ αὐτοῦ πρός τινας κώμας ἠδικημένας ἐν ταῖς ἐπισταθμίαις, οὐδεὶς αὐτὸν ἐδέξατο εἰς οἰκίαν οὐδὲ τροφῆς μετέδωκεν, ἀλλὰ κατὰ τὴν χώραν ἀλώμενος λιμῷ κατέστρεψε τὸν βίον.

[18] {Const_4} E   Ὅτι Ἀρσάκης ὁ Πάρθων βασιλεὺς καταπεπολεμηκὼς Ἀντίοχον διενοεῖτο καταβαίνειν ἐπὶ τὴν Συρίαν, ἐλπίζων ῥᾳδίως αὐτῆς κυριεύσειν. οὐ μὴν ἐξουσίαν γ' ἔλαβε τῆς στρατείας, ἀλλὰ τῷ μεγέθει τῶν ἐπιτετευγμένων ἡ τύχη πολλαπλασίους αὐτῷ κινδύνους καὶ συμφορὰς ἐπέστησεν. οἶμαι γὰρ ἐκ θεοῦ τοῖς ἀνθρώποις οὐδὲν εἰλικρινὲς δίδοται τῶν ἀγαθῶν, ἀλλ' ὡς ἐπίτηδες τοῖς μὲν καλοῖς τὰ φαῦλα, τοῖς δὲ κακοῖς ἐπεισάγει τὰ ἀγαθὰ τὸ δαιμόνιον. οὐ μὴν ἡ τύχη γε ἐπελάθετο τῆς ἰδίας φύσεως, ἀλλὰ καθάπερ κοπιῶσα τῷ τοὺς αὐτοὺς συνεχῶς εὖ ποιεῖν, τηλικαύτην τὴν παλίρροιαν εἰργάσατο τοῦ πολέμου παντὸς ὥστε τοὺς εὐημεροῦντας εἰς τέλος ταπεινῶσαι.

[19] E   Ὅτι Ἀρσάκης ὁ τῶν Πάρθων βασιλεὺς ἀλλοτρίως πρὸς Σελευκεῖς διακείμενος καὶ μνησικακῶν ἐπὶ ταῖς ὕβρεσι καὶ ταῖς τιμωρίαις αἷς ἐχρήσαντο κατ' Ἐνίου τοῦ στρατηγοῦ, καὶ τῶν Σελευκέων ἀποστειλάντων πρέσβεις καὶ παρακαλούντων συγγνώμης τυχεῖν ἐπὶ τοῖς γεγονόσι καὶ βουλομένων αὐτῶν ἀπόκρισιν λαβεῖν, ἤγαγε τοὺς πρέσβεις ἐπὶ τὸν τόπον οὗπερ Πιτθίδης τυφλὸς ἐκάθητο ἐπὶ τῆς γῆς ἐκτετυφλωμένος, καὶ προσέταξεν ἀπαγγέλλειν τοῖς Σελευκεῦσιν ὅτι πάντας αὐτοὺς δεῖ τὰ αὐτὰ παθεῖν. οἱ δὲ φοβηθέντες τῶν μὲν προγεγενημένων συμφορῶν ἐπελάθοντο διὰ τὴν ὑπερβολὴν τῶν προσδοκωμένων δεινῶν· ἀεὶ γὰρ ἡ καινότης τῶν κακῶν ἀμαυροῦν εἴωθε τὰς προγεγενημένας ἀτυχίας τοῖς ἀνθρώποις.

[20] {Const_2} E   Ὅτι ἀποσταλεὶς παρὰ Πτολεμαίου τοῦ πρεσβυτέρου Ἡγέλοχος στρατηγὸς ἐπὶ Μαρσύαν τὸν τῶν Ἀλεξανδρέων στρατηγὸν μετὰ δυνάμεως, αὐτόν τε ἐζώγρησε καὶ τὴν μετ' αὐτοῦ δύναμιν ἄρδην ἀνεῖλεν. ἐπαναχθέντος δὲ τοῦ Μαρσύου πρὸς τὸν βασιλέα, καὶ πάντων προσδοκώντων τιμωρίας αὐτὸν τεύξεσθαι τῆς μεγίστης, ἀπέλυσεν αὐτὸν τῶν ἐγκλημάτων. μετενόει γὰρ ἤδη καὶ ταῖς φιλανθρωπίαις ἔσπευδε διορθώσασθαι τὴν τῶν ὄχλων πρὸς αὑτὸν ἀποθηρίωσιν.

[21] E   Ὅτι Εὐήμερος ὁ τῶν Πάρθων βασιλεύς, Ὑρκάνιος ὢν τὸ γένος, ὠμότητι δὲ ὑπερβάλλων πάντας τοὺς μνημονευομένους τυράννους, οὐκ ἔστιν ὁποῖον τιμωρίας γένος ἀπέλιπεν. πολλοὺς δὲ τῶν Βαβυλωνίων καὶ ἐπὶ ταῖς τυχούσαις αἰτίαις πανοικίους ἐξανδραποδισάμενος εἰς τὴν Μηδίαν ἐξέπεμψε, προστάξας λαφυροπωλῆσαι. καὶ τῆς Βαβυλῶνος τὴν ἀγορὰν καί τινα τῶν ἱερῶν ἐνέπρησε καὶ τὸ κράτιστον τῆς πόλεως διέφθειρεν.

[22] E   Ὅτι Ἀλέξανδρος ὁ Ζαβινᾶς ἐπικληθείς, ἀξιολόγων ἡγεμόνων ἀποστάντων Ἀντιπάτρου καὶ Κλονίου καὶ Ἀερόπου, τούτους καταλαβομένους Λαοδίκειαν ἐξεπολιόρκησεν. καὶ χρησάμενος μεγαλοψύχως αὐτοῖς ἀπέλυσε τῶν ἐγκλημάτων· ἦν γὰρ πρᾷος καὶ συγγνωμονικός, ἔτι δὲ ἐν ταῖς ὁμιλίαις καὶ ἐν ταῖς ἐντεύξεσι προσηνής. ὧν χάριν διαφερόντως ὑπὸ τῶν πολλῶν ἠγαπᾶτο.

[23] E   Ὅτι Σεξτίου τὴν τῶν Γαλατῶν πόλιν ἑλόντος καὶ τοὺς ἐν αὐτῇ λαφυροπωλοῦντος, Κράτων τις ὄνομα γεγονὼς φιλορώμαιος καὶ διὰ τοῦτο πολλὰς ὕβρεις καὶ βασάνους ὑπὸ τῶν ἀποστάντων πολιτῶν ὑπομεμενηκὼς ἤγετο δέσμιος μετὰ τῶν ἄλλων αἰχμαλώτων. ἰδὼν δὲ χρηματίζοντα τὸν ὕπατον, καὶ δηλώσας ὅστις ἦν καὶ ὅτι πολλοὺς καὶ πολλάκις ὑπὸ τῶν πολιτῶν ὑποστὰς κινδύνους, ὥσπερ ὑπὲρ Ῥωμαίων πολιτευόμενος, οὐ μόνον αὐτὸς μεθ' ὅλης τῆς συγγενείας ἀπολυθεὶς ἀπέλαβε τὴν κτῆσιν, ἀλλὰ καὶ διὰ τὴν εἰς τοὺς Ῥωμαίους εὔνοιαν ἐξουσίαν ἔλαβεν ἐννακοσίους τῶν πολιτῶν ἐκ τῆς δουλείας ἐξελέσθαι. ὁ γὰρ ὕπατος μεγαλοψυχότερον τῆς ἰδίας ἐλπίδος αὐτῷ προσηνέχθη, πρὸ ὀφθαλμῶν τιθεὶς τοῖς Γαλάταις τὴν εἰς ἑκάτερον μέρος τῶν Ῥωμαίων ὑπερβολὴν τῆς φιλανθρωπίας καὶ τιμωρίας.

[24] {Const_4} E   τὸ δὲ πλῆθος οὐ μόνον λαβόντι τὴν ἀρχήν, ἀλλὰ καὶ μεταπορευομένῳ καὶ πρὸ τοῦ μετιέναι παρηκολούθει, καὶ καταπλέοντι ἐκ τῆς Σαρδόνος συνήντα, καὶ ἐκβάντα μετ' εὐφημίας καὶ κρότων ἐδέχετο. τοσαύτη πρὸς αὐτὸν ἦν εὐνοίας ὀχλικῆς ὑπερβολή.

[25] E   Ὅτι ὁ Γράκχος δημηγορήσας περὶ τοῦ καταλῦσαι ἀριστοκρατίαν, δημοκρατίαν δὲ συστῆσαι, καὶ ἐφικόμενος τῆς ἁπάντων εὐχρηστίας τῶν μερῶν, οὐκέτι συναγωνιστὰς ἀλλὰ καθάπερ αὐθέντας εἶχε τούτους ὑπὲρ τῆς ἰδίας τόλμης. δεδεκασμένος γὰρ ἕκαστος ταῖς ἰδίαις ἐλπίσιν ὡς ὑπὲρ ἰδίων ἀγαθῶν τῶν εἰσφερομένων νόμων ἕτοιμος ἦν πάντα κίνδυνον ὑπομένειν. τῶν μὲν γὰρ συγκλητικῶν τὸ δικάζειν ἀφελόμενος καὶ ἀποδείξας τοὺς ἱππεῖς κριτάς, τὸ χεῖρον τῆς πολιτείας τοῦ κρείττονος κύριον ἐποίησε, καὶ τὴν προϋπάρχουσαν τῷ συνεδρίῳ πρὸς τοὺς ἱππεῖς σύμπνοιαν διαστήσας βαρὺν τὸν ὄχλον κατ' ἀμφοτέρων κατεσκεύασε, διὰ δὲ τῆς πάντων διχοστασίας ἑαυτῷ δυναστείαν κατασκευάζων καὶ τὸ κοινὸν ταμιεῖον εἰς αἰσχρὰς καὶ ἀκαίρους δαπάνας καὶ χάριτας ἀναλίσκων εἰς ἑαυτὸν πάντας ἀποβλέπειν ἐποίησε, καὶ τῇ μὲν τῶν δημοσιωνῶν τόλμῃ καὶ πλεονεξίᾳ τὰς ἐπαρχίας ὑπορρίψας ἐπεσπάσατο παρὰ τῶν ὑποτεταγμένων δίκαιον μῖσος κατὰ τῆς ἡγεμονίας, τοῖς δὲ στρατιώταις διὰ τῶν νόμων τὰ τῆς ἀρχαίας ἀγωγῆς αὐστηρὰ καταχαρισάμενος ἀπείθειαν καὶ ἀναρχίαν εἰσήγαγεν εἰς τὴν πολιτείαν· τῶν γὰρ ἀρχόντων καταφρονήσας κατεξανίσταται καὶ τῶν νόμων, ἐκ δὲ τούτων τῶν ἐθῶν ὀλέθριος ἀνομία καὶ πόλεως ἀνατροπὴ γίνεται.

2 E   Ὅτι ὁ Γράκχος ἐπὶ τοσοῦτο προέβη δυναστείας καὶ ὕβρεως, ὥστε τῶν ὄχλων κρινάντων ἐκβαλεῖν τὸν Ὀκτάυιον ἐκ τῆς πόλεως ἀφῆκεν αὐτόν, εἰπὼν τῷ δήμῳ διότι ταύτην χάριν δίδωσι τῇ μητρὶ προεντετευγμένος ὑπ' αὐτῆς.

[26] E   Ὅτι ὁ Πόπλιος μετὰ δακρύων ὑπὸ τῶν ὄχλων προεπέμφθη ἐκβαλλόμενος ἐκ τῆς πόλεως. οὐ γὰρ ἠγνόει τὸ πλῆθος τὸ τῆς ἐκβολῆς ἄδικον, ἀλλὰ τῇ κατ' αὐτοῦ δωροδοκίᾳ δεκαζόμενον ἀπεστέρητο τῆς μισοπονηρούσης παρρησίας.

[27] E   Ὅτι ἑπτακαίδεκα φυλαὶ τὸν νόμον ἀπεδοκίμαζον, ἄλλαι δὲ ταύταις ἴσαι παρεδέχοντο· τῆς δὲ ὀκτωκαιδεκάτης διαριθμουμένης μία ψῆφος ὑπερῆρε τῶν κυρούντων τὸν νόμον. τῆς δὲ τοῦ δήμου κρίσεως εἰς οὕτω μικρὰν ῥοπὴν συγκλειομένης, ὁ Γράκχος ἠγωνία ὡς ὑπὲρ τοῦ ζῆν κινδυνεύων, τῇ δὲ προσθήκῃ μιᾶς γνώμης μαθὼν ἑαυτὸν νικῶντα μετὰ χαρᾶς ἀνεφθέγξατο,   Τὸ μὲν ξίφος ἐπίκειται τοῖς ἐχθροῖς, περὶ δὲ τῶν ἄλλων ὡς ἂν ἡ τύχη βραβεύσῃ στέρξομεν.

[28] {Const_2} E   Ὅτι ὁ Ἀλέξανδρος οὐ πιστεύων τοῖς ὄχλοις διά τε τὴν ἀπειρίαν τῶν ἐν τῷ πολέμῳ κινδύνων καὶ τὴν πρὸς τὰς μεταβολὰς ὀξύτητα παρατάξασθαι μὲν οὐκ ἐτόλμησε, διενοεῖτο δὲ συσκευάσασθαι τὰ βασιλικὰ χρήματα καὶ τὰ τῶν θεῶν ἀναθήματα συλῆσαι, καὶ μετὰ τούτων νυκτὸς ἀπᾶραι εἰς τὴν Ἑλλάδα. συλᾶν δὲ ἐπιβαλόμενος διά τινων βαρβάρων τὸ τοῦ Διὸς ἱερόν, καὶ φωραθείς, ἐκινδύνευσε μὲν μετὰ τῆς δυνάμεως ἐκ χειρὸς τυχεῖν τῆς ἁρμοττούσης τιμωρίας, φθὰς δὲ καὶ διαδρὰς μετ' ὀλίγων ἐπεβάλετο φεύγειν εἰς Σελεύκειαν. τῆς δὲ φήμης αὐτὸν καταταχούσης, οἱ Σελευκεῖς ἀκούσαντες τὰ περὶ τὴν ἱεροσυλίαν ἀπέκλεισαν αὐτὸν τῆς πόλεως. ὁ δὲ ἀποπεσὼν καὶ ταύτης τῆς ἐπιβολῆς ὥρμησε φεύγειν ἐπὶ τὸ Ποσίδειον, ἀντεχόμενος τῶν παραθαλαττίων τόπων.

2 {Const_4} E   Ὅτι Ἀλέξανδρος μετὰ τὸ ἱεροσυλῆσαι ἔφευγεν ἐπὶ τὸ Ποσίδειον. εἵπετο δὲ αὐτῷ, ὡς ἔοικε, τὸ δαιμόνιον ἀόρατον ἐκ ποδῶν διῶκον, καὶ τῇ κατ' αὐτοῦ τιμωρίᾳ συνεργὸν γινόμενον συνέκλειεν εἰς τὸ τυχεῖν τῆς ἁρμοττούσης δίκης· συλληφθεὶς γὰρ ἀνήχθη πρὸς τὸν Ἀντίοχον εἰς τὴν παρεμβολὴν δυσὶν ἡμέραις ὕστερον τῆς ἱεροσυλίας. οὕτως ἀνέκφευκτος ἡ τιμωρὸς δίκη μετέρχεται τὴν τῶν ἀσεβῶν τόλμαν· ἐγρηγορυῖαι γὰρ διώκουσι τοὺς ἀνοσίους ποιναὶ σύντομον τὴν τιμωρίαν φέρουσαι. ἄρτι γὰρ βασιλεὺς ἦν καὶ τεσσάρων μυριάδων στρατοπεδευουσῶν ἀφηγεῖτο, καὶ νῦν δεδεμένος ἐπανήγετο πρὸς ὕβριν καὶ τιμωρίαν πολεμίων.

3 E   Ὅτι ἀγομένου δεδεμένου διὰ τῆς παρεμβολῆς Ἀλεξάνδρου τοῦ βασιλέως τῆς Συρίας, τοῦτο ἄπιστον ἐδόκει οὐ μόνον τοῖς ἀκούουσιν, ἀλλὰ καὶ τοῖς ὁρῶσιν· τὴν γὰρ ἐνάργειαν τῆς αἰσθήσεως τὸ μηδέποτ' ἂν γενέσθαι προσδοκηθὲν εἰς τοὐναντίον ῥέπειν ἐβιάζετο· ἐπεὶ δὲ διὰ τῆς ὁράσεως ἐβεβαιοῦτο τἀληθές, ἅπαντες θαυμάζοντες ἀνέλυον ἀπὸ τῆς θέας, οἱ μὲν ἀθρόοις καὶ συμπαθέσι φωναῖς ἐπισημαινόμενοι τὴν τοῦ δαιμονίου δύναμιν, οἱ δὲ ποικίλως ἐπιφθεγγόμενοι τὸ τῆς τύχης ἄστατον, τὸ παλίντροπον τῶν ἀνθρωπίνων, τὴν ὀξύτητα τῆς παλιρροίας, ὡς εὐμετάβολος ὁ βίος, οἷόν τις οὐκ ἂν προσεδόκησεν.

[28a] {Const_3} E   Ὅτι πολλοὺς ἔχων τοὺς συναγωνιστὰς ἀντετάττετο ὁ Γράκχος, καὶ ἀεὶ καὶ μᾶλλον ταπεινούμενος καὶ παρὰ προσδοκίαν ἀποπίπτων εἰς λύτταν τινὰ καὶ μανιώδη διάθεσιν ἐνέπιπτε. συναγαγὼν γὰρ τοὺς συνωμότας εἰς τὴν ἰδίαν οἰκίαν καὶ μετὰ τοῦ Φλάκκου συνεδρεύσας ἔκρινε τοῖς ὅπλοις δεῖν κρατεῖν τῶν ἀντιπραττόντων καὶ τὰς χεῖρας τοῖς τε ἄρχουσι καὶ τῇ συγκλήτῳ προσφέρειν. διὸ παρεκελεύσατο πᾶσιν ὑπὸ ταῖς τηβέναις φέρειν ξίφη καὶ συνακολουθοῦντας αὐτῷ τὸν νοῦν προσέχειν τοῖς παραγγελλομένοις. Ὀπιμίου δὲ βουλευομένου ἐις τὸ Καπιτώλιον περὶ τοῦ συμφέροντος, ὥρμησεν ἐκεῖσε μετὰ τῶν καχεκτῶν· εὑρὼν δὲ τὸν νεὼ προκατειλημμένον καὶ πλῆθος τῶν ἀρίστων ἠθροισμένον ἀπεχώρησεν εἰς τὴν ὀπίσω τοῦ νεὼ στοὰν ἀδημονῶν καὶ ποινηλατούμενος. οὕτω δ' αὐτοῦ παροιστρηκότος, Κόιντός τις συνήθειαν ἔχων πρὸς αὐτὸν προσέπεσε τοῖς γόνασιν αὐτοῦ δεόμενος μηδὲν βίαιον ἢ ἀνήκεστον πρᾶξαι κατὰ τῆς πατρίδος. ὁ δὲ τυραννικῶς ἤδη διεξάγων αὐτὸν μὲν προέωσε πρηνῆ ἐπὶ τὴν γῆν, τοῖς δὲ ἀκολουθοῦσι προσέταξε διαχειρίσασθαι καὶ ταύτην ἀρχὴν ποιήσασθαι τῆς κατὰ τῶν ἐναντιουμένων τιμωρίας. ὁ δὲ ὕπατος καταπλαγεὶς τόν τε φόνον ἐδήλωσε τῇ συγκλήτῳ καὶ τὴν κατ' αὐτῶν ἐπίθεσιν.

[29] {Const_2} E   Ὅτι μετὰ τὸ ἀποθανεῖν τὸν Γράκχον ὑπὸ τοῦ ἰδίου δούλου, τῶν γεγονότων αὐτοῦ φίλων Λεύκιος Οὐιτέλλιος πρῶτος ἐπιστὰς τῷ πτώματι αὐτοῦ οὐχ ὅπως ἠχθέσθη τῇ συμφορᾷ τοῦ τετελευτηκότος, ἀλλὰ τὴν κεφαλὴν ἀφελὼν καὶ κομίσας πρὸς ἑαυτὸν εἰς οἶκον ἰδίαν τινὰ πλεονεξίας ἐπίνοιαν καὶ ὠμότητος ὑπερβολὴν ἐπεδείξατο. ὁ γὰρ ὕπατος ἦν ἐπικεκηρυχὼς τῷ τὴν κεφαλὴν ἀπενέγκαντι δώσειν ἰσόσταθμον χρυσίον· ὁ δὲ τὸν τράχηλον διατρήσας καὶ τὸν ἐγκέφαλον ἐκκενώσας ἐνέτηξεν ἀντὶ τούτου μόλυβδον· ἀναδοὺς δὲ τὴν κεφαλὴν ἐκομίσατο μὲν τὸ χρυσίον, κατεγνώσθη δὲ εἰς ἅπαντα τὸν βίον ἐπὶ προδοσίᾳ φιλίας. ὁμοίως δὲ οἱ Φλάκκοι διεχειρίσθησαν.

[30] {Const_4} E   Ὅτι ὁ Φλάκκος ἐπι . . .

[30a] E   Ὅτι οἱ Κορδίσκοι κομίσαντες λάφυρα πλεῖστα πολλοὺς προήγαγον καὶ ἄλλους γενέσθαι τῆς ὁμοίας προαιρέσεως καὶ νομίζειν τὸ τὰ ἀλλότρια συλᾶν καὶ τοῖς ὅπλοις ἄγειν καὶ φέρειν . . . τῶν ἀνδραγαθούντων εἶναι· βεβαιώσαντες γὰρ τὸν τῆς φύσεως νόμον οἱ ἰσχυρότεροι τὰς τῶν ἀσθενεστέρων κτήσεις διαρπάζουσι.

[30b] E   Ὅτι οἱ Σκορδίσκοι ὕστερον ἀναστελλόμενοι πορείαν ἀπεφήναντο καὶ τὴν Ῥώμην ἐπικρατεῖν οὐ διὰ τὴν ἰδίαν δύναμιν ἀλλὰ διὰ τὴν ἄλλων ἀσθένειαν.

[30c] E   Ὅτι ἡ φρόνησις δοκοῦσα πάντων κυριεύειν ὑπὸ μόνης τῆς τύχης ἡττᾶται· καὶ γὰρ ἃ διὰ σύνεσιν καὶ ἀγχίνοιαν . . . πολλάκις ἡ ταύτης ἐπήρεια παραδόξως ἐλημήνατο. καὶ ἔστιν ὅτε τὰ δι' ἀφροσύνην ἀπορρηθέντα . . . παρὰ τὰς ἁπάντων ἐλπίδας διωρθώσατο· ὥσθ' ὁ μὲν εὐμενοῦς ἀυτῆς λαβόμενος ἀδιαλείπτως σχέδον ἀνὰ πᾶσαν ἐπιβολὴν ἐπιτυγχάνοι ἄν, οἱ δὲ ἀλλοτρίαν ἔχοντες ἑκάστοτε πταίουσιν ἐν ταῖς κατὰ μέρος πράξεσιν, καὶ τοὺς μὲν ἔστιν ἰδεῖν . . .

[31] {Const_2} E   Ὅτι κατὰ τὴν Λιβύην παραταξαμένων ἀλλήλοις τῶν βασιλέων, Ἰογόρθας κρατήσας τῇ μάχῃ πολλοὺς ἀνεῖλε τῶν Νομάδων· ὁ δὲ Ἀτάρβας ὁ ἀδελφὸς αὐτοῦ καταφυγὼν εἰς Κίρταν, καὶ συγκλεισθεὶς εἰς πολιορκίαν, ἐξαπέστειλε πρεσβευτὰς εἰς Ῥώμην μὴ περιιδεῖν βασιλέα φίλον καὶ σύμμαχον κινδυνεύοντα. ἡ δὲ σύγκλητος ἔπεμψε πρέσβεις λύειν τὴν πολιορκίαν. οὐ προσέχοντος δὲ Ἰογόρθα, πάλιν ἑτέρους ἔπεμψαν ἀξίωμα μεῖζον ἔχοντας. ὁμοίως δὲ καὶ τούτων ἀπράκτων ἐπανελθόντων, ὁ Ἰογόρθας περιταφρεύσας τὴν πόλιν ἐνδείᾳ κατεπόνησε τοὺς ἐν τῇ πόλει· τὸν δὲ ἀδελφὸν ἐξελθόντα μεθ' ἱκετηρίας καὶ τῆς μὲν βασιλείας ἐξιστάμενον, τὸ δὲ ζῆν αἰτούμενον ἀπέσφαξεν, οὐκ ἐντραπεὶς οὔτε συγγένειαν οὔτε τὸν τῆς ἱκεσίας νόμον. ὁμοίως δὲ καὶ τῶν Ἰταλῶν τοὺς συμμαχήσαντας τἀδελφῷ πάντας αἰκισάμενος ἀπέκτεινεν. .

[32] {Const_4} E   Ὅτι ὁ βασιλεὺς τῶν Νομάδων Ἰογόρθας θαυμάσας τὴν ἀνδραγαθίαν τῶν Ῥωμαίων καὶ τὰς ἀρετὰς αὐτῶν ἐπαινέσας ἐν τοῖς ἰδίοις φίλοις ἀπεφήνατο διότι τούτοις τοῖς ἀνδράσι δι' ἁπάσης τῆς Λιβύης διεξ. . .

[32a] E   Ὅτι προσπεσούσης τῆς ἀγγελίας περὶ τῆς τοῦ ...ιου τελευτῆς καὶ τῶν μετ' αὐτοῦ . . . πολὺς θόρυβος καὶ πένθος ἐπῄει τὴν πόλιν· πολλοὶ μὲν γὰρ παῖδες ὀρφανοὶ . . . , οὐκ ὀλίγοι δὲ ἀδελ. . .

[33] {Const_2} E   Ὅτι Νασικᾶς ὁ ὕπατος ὑπῆρχεν ἀνὴρ καὶ κατ' ἀρετὴν ἀξιόλογος καὶ κατὰ τὴν εὐγένειαν θαυμαζόμενος· ἐξ ἐκείνου γὰρ ἦν τοῦ γένους ἐξ οὗ τοὺς Ἀφρικανοὺς καὶ τοὺς Ἀσιαγενεῖς καὶ τοὺς Ἱσπανοὺς ὀνομάζεσθαι συμβέβηκεν, ὧν ὁ μὲν τὴν Λιβύην, ὁ δὲ τὴν Ἀσίαν, ὁ δὲ τὴν Ἱσπανίαν καταστρεψάμενος ἔτυχε τῆς ἀπὸ τῶν πράξεων φερωνύμου προσηγορίας. καὶ πρὸς δὲ τῇ κοινῇ τοῦ γένους δόξῃ πατέρα καὶ πάππον ἔσχεν ἐπιφανεστάτους Ῥωμαίων· ἄμφω μὲν γὰρ προεκάθισαν τοῦ συνεδρίου καὶ πρώτην ἐπεῖχον γνώμην μέχρι τῆς τελευτῆς, ὁ δὲ πάππος αὐτοῦ καὶ κατὰ δόγμα τῆς συγκλήτου τῶν πολιτῶν ἄριστος ἐκρίθη. 2 ἐν μὲν γὰρ τοῖς τῆς Σιβύλλης χρησμοῖς εὑρέθη γεγραμμένον ὅτι δεῖ τοὺς Ῥωμαίους ἱδρύσασθαι νεὼν τῆς μεγάλης μητρὸς τῶν θεῶν, καὶ τῶν μὲν ἱερῶν τὴν καταγωγὴν ἐκ Πεσσινοῦντος τῆς Ἀσίας ποιήσασθαι, τὴν δὲ ἐκδοχὴν αὐτῶν ἐν τῇ Ῥώμῃ γενέσθαι πανδημεὶ τῆς ἀπαντήσεως γινομένης, καὶ τῶν τε ἀνδρῶν τῶν ἀρίστων καὶ γυναικῶν ὁμοίως τὴν ἀγαθήν . . . καὶ τούτους ἀφηγεῖσθαι τῆς ἀπαντήσεως γενομένης καὶ δέξασθαι τὰ ἱερὰ τῆς θεᾶς. τῆς δὲ συγκλήτου πάντα συντελούσης κατὰ τὸν χρησμόν, ἐκρίθη τῶν μὲν ἀνδρῶν ἄριστος Πόπλιος Νασικᾶς, τῶν δὲ γυναικῶν Οὐαλερία.

3 E   Οὐ μόνον γὰρ τῇ πρὸς θεοὺς εὐσεβείᾳ διαφέρειν ἔδοξεν, ἀλλὰ καὶ πολιτικὸς ὑπῆρξεν καὶ συνετὸς ἐν τῷ τὴν γνώμην ἀποφαίνεσθαι. μετὰ γὰρ τὸν Ἀννιβιακὸν πόλεμον Μάρκος μὲν Κάτων ὁ ἐπικληθεὶς Δημοσθένης εἰώθει λέγειν παρ' ἕκαστον ἐν τῇ συγκλήτῳ κατὰ τὴν ἀπόφασιν τῆς ἰδίας γνώμης Καρχηδόνα μὴ εἶναι. καὶ τοῦτο ἐποίει πολλάκις οὐχ ὑποκειμένης περὶ τούτου βουλῆς, ἀλλ' ἑτέρων τινῶν ἀεὶ ζητουμένων. ὁ δὲ Νασικᾶς ἀεὶ τοὐναντίον ἀπεφαίνετο Καρχηδόνα διὰ παντὸς εἶναι. 4 ἑκατέρα μὲν οὖν ἀπόφασις ἐδόκει τῷ συνεδρίῳ μεγάλην ἔχειν ἀναθεώρησιν· τοῖς δὲ διαφέρουσι τῇ φρονήσει πολὺ προτερεῖν ἡ τοῦ Νασικᾶ διελαμβάνετο. οὐ γὰρ ἐκ τῆς ἄλλων ἀσθενείας ἔκριναν δεῖν θεωρεῖσθαι τὴν τῆς Ῥώμης ἰσχύν, ἀλλ' ἐκ τοῦ φαίνεσθαι τῶν μεγάλων μείζονα. 5 πρὸς δὲ τούτοις σωζομένης μὲν τῆς Καρχηδόνος ὁ ἀπὸ ταύτης φόβος ἠνάγκαζεν ὁμονοεῖν τοὺς Ῥωμαίους καὶ τῶν ὑποτεταγμένων ἐπιεικῶς καὶ ἐνδόξως ἄρχειν· ὧν οὐδὲν κάλλιόν ἐστιν πρὸς ἡγεμονίας διαμονήν τε καὶ αὔξησιν· ἀπολομένης δὲ τῆς ἀντιπάλου πόλεως πρόδηλος ἦν ἐν μὲν τοῖς πολίταις ἐμφύλιος πόλεμος ἐσόμενος, ἐκ δὲ τῶν συμμάχων ἁπάντων μῖσος εἰς τὴν ἡγεμονίαν διὰ τὴν εἰς αὐτοὺς ἐκ τῶν ἀρχόντων πλεονεξίαν τε καὶ παρανομίαν.

6 E   Ἅπερ ἅπαντα συνέβη τῇ Ῥώμῃ μετὰ τὴν τῆς Καρχηδόνος κατασκαφήν· καὶ γὰρ ἐπικίνδυνοι δημαγωγίαι καὶ χώρας ἀναδασμοὶ καὶ συμμάχων ἀποστάσεις μεγάλαι καὶ ἐμφύλιοι πόλεμοι πολυετεῖς καὶ φοβεροὶ καὶ τἄλλα τὰ προαγορευθέντα ὑπὸ τοῦ Σκιπίωνος ἠκολούθησεν. ὁ τούτου δὲ υἱὸς πρεσβύτης ὢν τὴν ἡλικίαν Τιβέριον Γράκχον τυραννεῖν ἐπιχειρήσαντα ταῖς ἰδίαις χερσὶν ἀπέκτεινε, προηγούμενος τῆς συγκλήτου. 7 τῆς δὲ πληθύος ἀγανακτούσης καὶ τεθηριωμένης πρὸς τοὺς τὸν φόνον δράσαντας, ἔτι δὲ τῶν δημάρχων καθ' ἕνα τῶν συγκλητικῶν προαγαγόντων ἐπὶ τὰ ἔμβολα καὶ ἐπερωτώντων τίς ἔστιν ὁ ἀνελών, οἱ μὲν ἄλλοι ἅπαντες κατεπτηχότες τὴν τῶν ὄχλων ὁρμὴν καὶ βίαν ἠρνοῦντο καὶ τὰς ἀποκρίσεις ἐξηλλάττοντο, ὁ δὲ Σκιπίων μόνος ὡμολόγησεν ὑφ' ἑαυτοῦ γεγονέναι τὴν ἀναίρεσιν, ἐπειπὼν ὅτι τοὺς μὲν ἄλλους ὁ Γράκχος ἐλάνθανεν ἐπιτιθέμενος τυραννίδι, ἑαυτὸν δὲ καὶ τὴν σύγκλητον οὐκ ἔλαθεν. ὁ δὲ ὄχλος, καίπερ ἀγανακτῶν, ἡσύχασεν ἐντραπεὶς τὸ βάρος καὶ τὴν παρρησίαν τἀνδρός. 8 ἀλλὰ μὴν καὶ ὁ τούτου υἱός, κατὰ τὸν ὑποκείμενον ἐνιαυτὸν τελευτήσας, ἀδωροδόκητος μὲν ἅπαντα τὸν βίον διετέλεσεν, μετασχὼν δὲ τῆς πολιτείας, καὶ τῷ βίῳ πρὸς ἀλήθειαν ἀλλ' οὐ τοῖς λόγοις μόνοις φιλοσοφήσας, ἀκόλουθον ἔσχε τῇ τοῦ γένους διαδοχῇ καὶ τὴν τῆς ἀρετῆς κληρονομίαν.

[34] E   Ὅτι ὁ Ἀντίοχος ὁ Κυζικηνὸς ἀρτίως παρειληφὼς τὴν βασιλείαν ἐξέπεσεν εἰς μέθας καὶ τρυφὴν ἀγεννῆ καὶ ζηλώματα βασιλείας ἀλλοτριώτατα. ἔχαιρε γὰρ μίμοις καὶ προδείκταις καὶ καθόλου πᾶσι τοῖς θαυματοποιοῖς, καὶ τὰ τούτων ἐπιτηδεύματα μανθάνειν ἐφιλοτιμεῖτο. ἐπετήδευσε δὲ καὶ νευροσπαστεῖν καὶ δι' αὑτοῦ κινεῖν ζῷα πενταπήχεα κατάργυρα καὶ κατάχρυσα καὶ ἕτερα πλείονα τοιαῦτα μηχανήματα. οὐκ εἶχε δ' ἑλεπόλεων οὐδὲ ὀργάνων πολιορκητικῶν κατασκευάς, ἃ καὶ δόξαν μεγάλην καὶ χρείας ἀξιολόγους ἂν παρέσχετο. ἐνεθουσία δὲ καὶ πρὸς κυνηγεσίας ἀκαίρους, καὶ πολλάκις νύκτωρ λάθρᾳ τῶν φίλων μετὰ δυεῖν ἢ τριῶν οἰκετῶν ἐξιὼν ἐπὶ τὴν χώραν ἐκυνήγει λέοντας καὶ παρδάλεις καὶ ὗς ἀγρίους. παραβόλως δὲ συμπλεκόμενος ἀλόγοις θηρίοις πολλάκις ἦλθεν εἰς τοὺς ἐσχάτους κινδύνους.

[35] E   Ὅτι Μικίψας ὁ Μασσανάσσου υἱὸς τοῦ Νομάδων βασιλέως εἶχε καὶ ἄλλους υἱοὺς πλείους, μάλιστα δὲ προτετιμημένους Ἀτάρβαν τὸν πρεσβύτερον τῶν παίδων καὶ Ἰάμψαμον καὶ Μικίψαν. ὃς ἐπιεικέστατος τῶν κατὰ Λιβύην βασιλέων γενόμενος καὶ πολλοὺς τῶν πεπαιδευμένων Ἑλλήνων μεταπεμπόμενος συνεβίου τούτοις. πολλὴν δὲ ἐπιμέλειαν ποιούμενος παιδείας, μάλιστα δὲ φιλοσοφίας, ἐνεγήρασε τῇ δυναστείᾳ καὶ τῇ φιλοσοφίᾳ.

[35a] {Const_3} E   Ὅτι ἧκεν εἰς τὴν Ῥώμην ἀπὸ τοῦ βασιλικοῦ γένους ὑπάρχων Ἰογόρθας ἕτερος, ἀντιποιούμενος τῆς Νομαδικῆς βασιλείας. εὐδοκιμοῦντος δὲ αὐτοῦ καθ' ὑπερβολήν, ὁ Ἰογόρθας μισθωσάμενός τινας σφαγεῖς τοῦτον μὲν ἐδολοφόνησεν, αὐτὸς δὲ οὐδενὸς κωλύοντος ἐπανῆλθεν εἰς τὴν βασιλείαν.

[36] {Const_2} E   Ὅτι Κοντωνιατός τις ὁ βασιλεὺς τῆς Γαλατικῆς πόλεως τῆς οὕτω καλουμένης Ἰοντώρας συνέσει καὶ στρατηγίᾳ διάφορος ἦν, φίλος δὲ καὶ σύμμαχος Ῥωμαίων, ὡς ἂν ἐν τοῖς ἔμπροσθεν χρόνοις διατετριφὼς ἐν Ῥώμῃ καὶ κεκοινωνηκὼς ἀρετῆς καὶ ἀγωγῆς νομίμου, διὰ Ῥωμαίων δὲ παρειληφὼς τὴν ἐν Γαλατίᾳ βασιλείαν.

[37] {Const_4} E   . . . Κάρβωνος καὶ Σιλανοῦ· τοσούτου δὲ πλήθους ἀνῃρημένου οἱ μὲν υἱοὺς οἱ δὲ ἀδελφοὺς ἐπένθουν, τινὲς δὲ πατέρων ὀρφανοὶ παῖδες ἀπολελειμμένοι τὴν τῶν γονέων ἀπώλειαν καὶ τὴν Ἰταλίας ἐρημίαν κατωδύροντο, πλεῖσται δὲ γυναῖκες ἀνδρῶν ἐστερημέναι χηρείας ἀτυχοῦς ἐλάμβανον πεῖραν. ἡ δὲ σύγκλητος μεγαλοψύχως φέρουσα τὴν συμφορὰν τά τε πολλὰ πένθη καὶ τὴν ὑπερβολὴν τῶν κλαυθμῶν τὸ πολὺ κατέστελλε καὶ τὴν ἐπὶ τῇ συμφορᾷ λύπην ἐπικρυπτομένη βαρέως ἔφερεν.

[38] {Const_2} E    Ὅτι ὁ Μάριος εἷς ὢν τῶν συμβούλων καὶ τῶν πρεσβευτῶν ὑπὸ τοῦ στρατηγοῦ παρεθεωρεῖτο, ταπεινότατος ὢν τῶν πρεσβευτῶν τῇ δόξῃ. οἱ μὲν γὰρ ἄλλοι τοῖς ἀξιώμασι καὶ ταῖς εὐγενείαις ὑπερέχοντες μεγάλης ἀποδοχῆς ἐτύγχανον ὑπὸ τοῦ στρατηγοῦ, οὗτος δὲ δοκῶν γεγονέναι δημοσιώνης καὶ τὰς ὑποδεεστέρας ἀρχὰς μόγις εἰληφὼς ἐν ταῖς εἰς δόξαν προαγωγαῖς παρεθεωρεῖτο. καὶ τῶν μὲν ἄλλων ἕκαστος περιφεύγων πᾶσαν ἐν τοῖς πολεμικοῖς ἔργοις κακοπάθειαν ᾑρεῖτο τὴν ῥᾳθυμίαν καὶ ῥᾳστώνην, οὗτος δὲ πρὸς τοὺς ἐν ταῖς μάχαις κινδύνους πολλάκις ἡγεμὼν ἐκπεμπόμενος τὴν μὲν ἐκ τούτων ἀτιμίαν προσεποιεῖτο, ἑτοίμως δ' ἑαυτὸν εἰς τὰς τοιαύτας λειτουργίας ἐπιδιδοὺς πολλὴν ἐμπειρίαν περιεποιήσατο τῶν πολεμικῶν ἔργων. 2 ὢν δὲ εὐφυὴς πρὸς ἀγῶνας καὶ κινδύνους καὶ τούτους ὑπομένων προθύμως ταχὺ μεγάλην ἐκτήσατο δύναμιν καὶ δόξαν ἐπ' ἀνδρείᾳ. ἐπιεικῶς δὲ τοῖς στρατιώταις προσφερόμενος καὶ ταῖς δωρεαῖς καὶ ταῖς ὁμιλίαις καὶ συμπεριφοραῖς κεχαρισμέναις τοῖς ὑποτεταγμένοις χρώμενος μεγάλην εὔνοιαν ἐν τοῖς στρατιώταις περιεποιήσατο. πάντες γὰρ τῆς εὐεργεσίας χάριν ἀποδιδόντες ἐν ταῖς μετὰ τούτου μάχαις φιλοτιμότερον ἠγωνίζοντο, συναύξοντες αὐτοῦ τὴν ἡγεμονίαν· εἰ δὲ τύχοι τις τῶν ἄλλων πρεσβευτῶν ἡγούμενος, ἐθελοκακοῦντες ἀπεδειλίων κατὰ τοὺς ἀναγκαιοτάτους καιρούς. καὶ συνέβαινε κατὰ τὸ πλεῖστον ἐν μὲν ταῖς τῶν ἄλλων ἡγεμονίαις Ῥωμαίους ἡττᾶσθαι, κατὰ δὲ τὰς τοῦ Μαρίου παρουσίας ἀεὶ νικᾶν.

[39] {Const_1} E   Ὅτι Βόκχος ὁ κατὰ τὴν Λιβύην βασιλεύων πολλὰ καταμεμψάμενος τοῖς πείσασιν αὐτὸν πολεμεῖν τοῖς Ῥωμαίοις πρέσβεις ἔπεμψε πρὸς τὸν Μάριον, περὶ μὲν τῶν ἡμαρτημένων αἰτούμενος συγγνώμην, ἀξιῶν δὲ φιλίαν συνθέσθαι καὶ πολλὰ κατεπαγγελλόμενος χρήσιμος ἔσεσθαι Ῥωμαίοις. τοῦ δὲ Μαρίου κελεύσαντος περὶ τούτων πρεσβεύειν πρὸς τὴν σύγκλητον, ὁ μὲν βασιλεὺς ἐξαπέστειλεν εἰς τὴν Ῥώμην πρεσβευτὰς περὶ τούτων, ἡ δὲ σύγκλητος αὐτοῖς ἀπόκρισιν ἔδωκεν ἁπάντων τεύξεσθαι τῶν φιλανθρώπων τὸν Βόκχον, ἐὰν Μάριον πείσῃ. τοῦ δὲ Μαρίου σπεύδοντος αἰχμάλωτον λαβεῖν Ἰογόρθαν τὸν βασιλέα, ὑπακούσας ὁ Βόκχος καὶ μεταπεμψάμενος τοῦτον, ὡς περί τινων κοινῇ συμφερόντων διαλεξόμενος, συνέλαβε τὸν Ἰογόρθαν καὶ δήσας παρέδωκε Λευκίῳ Σύλλᾳ τῷ ταμίᾳ τῷ πρὸς τὴν παράπεμψιν ἐκπεμφθέντι. τῇ δὲ τούτου συμφορᾷ τὴν ἰδίαν σωτηρίαν πορισάμενος διελύθη τῆς παρὰ τῶν Ῥωμαίων τιμωρίας.

[39a] {Const_3} E   Ὅτι ὁ πρεσβύτερος Πτολεμαῖος ἐν Σελευκείᾳ τῇ πόλει ὢν συγκεκλεισμένος ὑπό τινος τῶν φίλων ἐπιβουλευθείς, τὸν μὲν ἐπιβουλεύσαντα συλλαβὼν ἐτιμωρήσατο, εἰς δὲ τὸ λοιπὸν οὐ τοῖς τυχοῦσι φίλοις ἑαυτὸν ἐπίστευεν.

Book 36


Attalus' home page   |   16.11.13   |   Any comments?