back

Hellenistic Inscriptions


The Greek text of a few inscriptions, which cannot be found in the PHI database, is shown here - but without any attempt to represent the original format of the text.


[SEG_27.929]   E   [βασιλ]εύοντος Πτολεμαίου ἔτ[ου]ς ἕκτου καὶ [τριακ]οστ[οῦ] μηνὸς Δύστρου ἔδοξε Λιμυρέων τῆι πόλει καὶ τοῖς [π]εριοίκοις, ἐπειδὴ Ἀμύντας Εὔθωνος καὶ Σωσιγέ[νης Ζ]ωπύρου Καύνιοι κατασταθέντες ὑπὸ τοῦ βασιλ[έως Π]τολεμαίου οἰκονόμοι τῆς χώρας καλοὶ κἀγαθο[ὶ καὶ ] δίκαιοι γεγόνασι εἴς τε τὴν πόλιν τὴν Λιμυρέων κα[ὶ] τοὺς περιοίκους και εἴς τοὺς ἄλλους Λυκίους, τύχ[ηι τ]ῆι ἀγαθῆι, ἐπαινέσαι Αμύνταν Εὔθωνος καὶ Σωσιγ[ένη] Ζωπύρου Καυνίους ἀρετῆς ἕνεκα καὶ εὐνοίας τῆς [εἰς α]ὐτούς, εἴναι δὲ αὐτους καὶ εὐε[ρ]γέτας καὶ προξέν[ους τ]ῆς Λιμυρέων πόλεως, δεδόσθαι δὲ και πολιτείαν [α]ὐτοῖς καὶ ἔγτησιν καὶ ἀτέλειαν πάντων ὧν ἡ πόλ[ις κυ]ρία ἐστίν, εἰναι δὲ καὶ εἴσπλουν καὶ ἔκπλουν αὐτοῖς [ ἐμ] πολέμωι καὶ ἐν ἐιρήνηι ἀσυλεὶ καὶ ἀσπονδεί, μετ[εῖναι δ]ὲ καὶ τ[ῶ]ν ἱερῶν αὐτοῖς καθάπερ καὶ Λιμυρεῦσι.

[SEG_28.1224]   E   ἀγαθῆι τύχηι. βασιλευόντος Πτολεμαίου τοῦ Πτολεμαίου ἔτους τετάρτου μηνός Δίου ἐκκλησίας κυρίας γενομένης καὶ τῆς παρά τοὺ βασιλέως ἐπιστολῆς ἀναγνωθείσης ἐν ἧι ἐγέγραπτο· βασιλεὺς Πτολεμαῖος Τελμησσέων τῆι πόλει καὶ τοῖς ἄρχουσι χαίρειν. ἀπέδωκαν ἡμῖν οἱ ἀποσταλέντες παρ' ὑμῶν πρεσβευταὶ τὸν στέφανον καὶ τὴν παρ' ὑμῶν ἐπιστολήν, διελέγησαν δὲ καὶ αὐτοὶ περὶ ὧν ἔφασαν συντετάχθαι αὐτοὶς παρ' ὑμῶν. ὅπως οὖν ἐις δωρεὰν μὴ καταχωρίζησθε, τοῖς τε παρ' ὑμῶν ἐξωμολογησάμεθα καὶ πρὸς τοὺς περὶ Φιλοκλῆν καὶ Αριστοτέλην γέγραπται. ἔρρωσθε. ἐπειδὴ βασιλεὺς Πτολεμαῖος Πτολεμαίου ἐπεχώρησεν μὴ γίνεσθαι ἡμᾶς ἐν δωρεᾶι, δεδόχθαι Τελμησσέων τῆι πόλει καὶ τοῖς περιοίκοις ἐπαινέσαι βασιλέα Πτολεμαῖον Πτολεμαίου, ἀρὰς δὲ ποιήσασθαι περὶ τούτων, ὅπως μηθεὶς αἰτήσηται ἐν δωρεᾶι μήτε τὴμ πόλιν τὴν Τελμησσέων μήτε τὰς κώμας μήτε τῆς χώρας μηθὲν τῆς Τελμησσέων παρὰ μηδενὸς βασιλέως μηδὲ βασιλίσσης μηδὲ ἄλλου δυνάστου μηθενὸς παρευρέσει μηδεμιᾶι· ὃς δ' ἂν τούτων τι ποιήσηι παρευρέσει ἥιτινι οὖν, μήτε αὐτῶι γῆ καρπὸν φέροι μήτε γυναῖκες τίκτοιεν κατὰ φύσιν, ἐξώλης δὲ εἰή καὶ αὐτὸς καὶ τὸ γένος αὐτοῦ πᾶν καὶ εἰή ἁμαρτωλὸς εἰς τὴν Λητὼ καὶ τοὺς ἄλλους θεοὺς πάντας καὶ πάσας ἅ τε ἂν λάβηι ἢ κατακτήσηται ἐκ τῆς χώρας ἔστω ἱερὰ τῆς Λητοῦς· τὸ δὲ ψήφισμα τοῦτο γράψαντας εἰς στήλας λιθίνας ἀναθεῖναι εἰς τὸ τοῦ Ἀπόλλωνος ἱερὸν καὶ τῆς Ἀρτέμιδος καὶ τῆς Λητοῦς ἐν τοῖς ἐπιφανεστάτοις τόποις.

[SEG_41.1556]   E   [βασιλεὺς Αν]τίοχος Νέσ...ι χαίρειν· παρὰ [τῶν ἐν τῶι τῆς Ιαμνείας λιμένι Σιδ]ωνίων ἐδόθη τὸ κατακεχωρισκμέ[νον ὑπόμνημα· ἐπειδὴ] ...ΑΙ οἱ δεδηλωμένοι εἰσὶν ἀτελεῖς . . . [ὅπω]ς καὶ οὗτοι τῶν αὐτῶν φιλανθρώπων [τυγχάνωσιν· ἔρρωσο.] . . .   θμρ' Λωίου ...

[βασιλε]ῖ Αντιόχωι Ευπατόρι ὑπόμνημα παρὰ [τῶν ἐν τῶι τῆς Ιαμνείας λιμ]ένι Σιδωνίων· πολλὰς χρείας παρεισχημ[ένων] . . . [τῶ]ι πάππωι ἐν τοῖς κατὰ τὴν vαυτικὴν χρε[ίαν] . . . [τοῖς] ἐπιτασσομένοις ἀόκνως αὐτοὺς ἐπι . . . [τὸν πατ]έρα σου προάγον εἰς τοὺς κατ' Αἴγ[υπτον τόπους] . . . [τὴν] δεκάτ[ην] τῶν γενήμ[ατων] . . .

[SEG_47.1745]   ἀγαθῆι τύχηι·

βασιλεὺς Εὐμένης Τοριαιτῶν τοῖς κατοικοῦσι χαίρειν· οἱ παρ' ὑμῶν ἄνδρες Ἀντιγένης, [Β]ρέννος, Ἡλιάδης, οὓς ἐπέμψατε συνησθησομένους μὲν ἡμῖν ἐπὶ τῶι καταπεπραχότας πάντα παρεῖναι ὑγιαίνοντας εἰς τὸν τόπον - ἐφ' οἷς δὴ καὶ χαριστήρια τοῖ[ς] θεοῖς ἀποδιδόντες π[ρο]σηγάγετε τὰς καθηκούσα[ς] θυσίας, ἀξ[ι]ώσαντας δὲ δι' ἣν εἰς τὰ ἡμέτερα πράγματα ἔχετε εὔνοιαν ἐπιχωρηθῆναι ὑμῖν πολιτείαν τε καὶ νόμους ἰδίους καὶ γυμνάσιον καὶ ὅσα τούτοις ἔστι ἀκόλουθα, ταῦτά τε φιλοτιμότερον ἀπέλογισαντο, καὶ τὴν προθυμίαν ἐξηγησάμενοι, διότι πρὸς πάντα ἀπροφασίστως ἔχετε τὰ συμφέροντα ἡ[μ]ῖν, ἠξίουν τε ἐπινεῦσαι· χάριτας γὰρ τὰς ἐμοὶ προσηκούσας παρὰ τοῦ πλήθους ὑπάρξειν διὰ παντός, οὔτ[ε] τῶν λυσιτελῶν ἐμοὶ οὔτε τ[ῶ]ν ἀνανκαίων ἐμοὶ ἀφι[σ]ταμένων ὑμῶν. ἐγὼ δὲ ἐθεώρουμ μὲν οὐκ εἰς μικρὰ διαφέρον ἐμοὶ τὸ συνχωρῆσαι τὰ ἀξιούμενα, πρὸ[ς] με[ί]ζονα δὲ καὶ πολλὰ πράγματα ἀνῆκον· καὶ γὰρ νῦν ὑμ[ῖν] γένοιτ' ἂν βεβαία παρ' ἐμοῦ δοθεῖσα, ἐκτημένου κυρ[ί]ως διὰ τὸ παρὰ τῶν κρατησάντων καὶ πολέμωι καὶ σ[υν]θήκαις εἰληφέναι Ῥωμαίων, ἀλλ' οὐκ ἡ γραφεῖσα ὑπὸ τῶν μὴ κυριευόντων· κενὴ γὰρ ἡ χάρις αὕτη καὶ δόλ[ι]α κρίνοιτ' ἂν ὑπὸ πάντωγ ἀληθῶς. ὅμως δὲ διὰ τὴν εὔν[οι]αν ἣν ἔχετε πρὸς ἡμᾶς καὶ ἐνεδείξασθε ἐν τῶι προσήκοντι καιρῶι, συνχωρῶ καὶ ὑμῖν καὶ τοῖς μεθ' ὑμῶν συνοικοῦσιν ἐν χωρίοις εἰς ἓν πολίτευμα συνταχ[θ]ῆναι καὶ νόμοις τε χρῆσθαι ἰδίοις, οἷς εἰ μέν τισιν αὐτ[οὶ] εὐαρεστεῖτε, ἀνενέγκατε ἐφ' ἡμᾶς ὅπως ἐπικρίνωμε[ν π]ρὸς τὸ μηθὲν ἔχει[ν] ἐναντίον τοῖς ὑμῖν συμφέρουσιν· εἰ δ[ὲ] μή{ι}, διασαφήσατε καὶ δώσομεν τοὺς ἐπιτηδείους καὶ βουλὴν καὶ ἀρχ[ὰς] καθιστάναι καὶ δῆμον νέμειν εἰς φυλὰς καταμερισθέντα, καὶ γυμνάσιον ποιησαμένους τοῖς νέοις τιθ[έ]ναι ἄλειμμα. περί τε τοῦ νομίζεσθαι πολίτευμα τὸ ὑμέ[τ]ε[ρ]ον, αὐτος ἐν τῆι ἑτέραι ἐπιστολῆι καταρξά[μ]ενος π[ρ]οσ[π]εφώνηκ[α]. πειρᾶσθε οὖν, τηλικούτων τετευχότες παρ' ἐ[μο]ῦ τιμί[ω]ν, ἀποδείκνυσθαι διὰ τ[ῶ]ν ἔργων ἀληθινῶς τὴν ε[ὔ]νοιαν ἐν ἅπασι τοῖς καιροῖς.

βασιλεὺς Εὐμένης Τοριαιτῶν τῆι βουλῆι καὶ τῶι δήμωι χαίρειν· ἐπειδὴ συνκεχωρήκαμεν ὑμῖν πολιτείαν τε καὶ γυμνάσιον, βουλόμεθα φανερὸν ποιῆ[σα]ι τὸ πρό[θυμον] συναύξοντες ταῦτα, καὶ δίδομεν ὑμῖ[ν ε]ἰς τὸ ἄλειμμα κατὰ τὸ παρὸν τὴν ἀπὸ τῆς ἀγορανομ[ί]ας πρόσοδον, ἕως ἂν ἐπισκεψάμενος Ἡρωίδης ὁ ἡμιόλιος ἀπόταξῃ ἑτέρων, ἐάν τε ἀπό τινος κτήματος ἢ χώρας, ἐὰν τ' ἀφ' ἑτέρου ε[ὐ]δοκιμάζηι, καὶ τῶν γενημάτων πάντων φέρειν [τὴν] δεκάτην. [κ]αθόλου τε γινώσκεθ' ὅτι, συντη[ροῦν]τες [τὴν] πρὸς ἡμᾶς εὔνοιαν, πολλαπλασίων τεύξεσθε φιλανθρώπων.

[β]ασιλ[ε]ὺς Εὐμένης Τοριαιτῶν τῆι βουλῆι κα[ὶ] τῶι [δήμωι χα]ίρειν· Βρέννος καὶ Ορέστης, οὓς ἀπεστ[εί]λα[τε πρεσβευτὰς (?) πρὸς ἡμᾶσ] . . .

[SEG_54.1568]   E
Δ   δηρὸν ἐμῶγ κοκυῶν ἐριθηλέα δώματ' ἐόντα
Ι    ἲς ἄμαχος Μοιρῶν ἐξόλεσεν τριάδος·
Α   αὐτὰρ ἐγώ, τυννὸς κομιδῆι βιότοιό τε πατρῶν
Σ   Σώφυτος εὖνις ἐὼν οἰκτρὰ Ναρατιάδης,
Ω   ὡς ἀρετὴν Hεκάτου Μουσέων τ' ἤσχηκα σὺν ἐσθλῆι
Φ   φυρτὴν σηφροσύνηι, θῆμος ἐπεφρασάμην
Υ   ὑψώσαιμι κε πῶς μέγαρον πατρώϊον αὖθις·
Τ   τεκνοφόρον δὲ λαβὼν ἄλλοθεν ἀργύριον,
Ο   οἴκοθεν ἐξέμολον μεμαὼς οὐ πρόσθ' ἐπανελθεῖν
Υ   ὕψιστον κτᾶσθαι πρίμ μ' ἀγαθῶν ἄφενος·
Τ   τοὔνεκ' ἐπ' ἐμπορίηισιν ἰὼν εἰς ἄστεα πολλὰ
Ο   ὄλβον ἀλωβήτως εὐρὺν ἔληϊσάμην.
Υ   ὑμνητὸς δὲ πέλων πάτρην ἐτέεσσιν ἐσῖγμαι
Ν   νηρίθμοις τερπνός τ' εὐμενέταις ἐφάνην·
Α   ἀμφοτέρους δ' οἶκόν τε σεσηπότα πάτριον εἶθαρ
Ρ   ῥέξας ἐκ καινῆς κρέσσονα συντέλεσα
Α   αἶάν τ' -ὲς τύμβου πεπτωκότος ἄλλον ἔτευξα,
Τ   τὴν καὶ ζῶν στήλην ἐν ὁδῶι ἐπέθηκα λάλον.
Ο   ὀὕτως οὖν ζηλωτὰ τάδ' ἔργματα συντελέσαντος
Υ   ὐἱέες ὐἱωνοί τ' οἶκον ἔχοιεν ἐμοῦ.


[SEG_54.1569]   E
τόνδε σοι βωμὸν θυώδη, πρέσβα κυδίστη θεῶν
Ἑστία, Διος κατ' ἄλσος καλλίδενδρον ἔκτισεν
καὶ κλυταῖς ἤσκησε λοιβαῖς ἐμπύροις Ἡλιόδοτος,
ὄφρα τὸμ πάντων μέγιστον Εὐθύδημον βασιλέων
τοῦ τε παῖδα καλλίνικον ἐκπρεπῆ Δημήτριον
πρευμενὴς σώιζῃς ἀκηδεῖς σὺν Τύχαι θεόφρονι.


[SEG_57.1109]   E   col.1 βασιλεὺς Εὐμένης Ταβηνῶν τῆι πόλει καὶ τοῖς ἄρχουσι χαίρειν· περὶ Κοτείους, τῶν φίλων πολίτου δὲ ὑμετέρου, γράφειμ μὲν ὀἷαν ἀποδέδεικται ἐύνοιάν τε καὶ προθυμίαν ἐμ πάσαις ταῖς χρείαις, ἄοκνον καὶ ἐκτενῆ παρασκευάζων ἑαυτόν, καὶ ὡς περὶ τῆς πατρίδος ἀεὶ τοὺς ἁρμόσζοντας λόγους μετὰ σπουδῆς ποιεῖται ὀὐκ ἀναγκαῖον ἡγούμεν· καὶ γὰρ ὑφ' ἑτέρων ἐξ ἄλλων πόλεων τὰ παραπλήσια πρασσόμενα, τινῶμ μὲν μᾶλλον τινῶν δὲ ἧσσον, διὰ τὸ περὶ πολλοὺς εἶναι σύμμετρον καὶ κοινὸν ἔχειν τὸν ἔπαινον, τὸ δὲ τῶν ἄλλων διαφέρον ὃ πεποίηκεν ὀἷον (?) ἐὐμενείας τε καὶ ἐὐτυχίας ἀποδεδειγμένος, τούτου μνημονεῦσαι δίκαιον ἐνόμιζον. τρίτογ γὰρ ἔτος ἡνίκα ἀπὸ τῆς πρὸς τοὺς Γαλάτας . . . col.2 . . . τ' ἔβαινον ἀπ' HΜ . . . μίας ἡμέρας προσελήλυθε (?) ὅτι Ἀπάμειαν ἔχων μεθ' ἀὐτοῦ καὶ τῶν ὀἰκείων νεανίσκους καὶ τῶν Γαλάτων προσδοκίμων μετὰ δύο ἡμέρας πρὸς τὴμ πόλιν ὄντωμ, πολλούς τε ποιησάμενος καὶ ἁρμόσζοντας περιέχοντι λόγους, ὀὐκ [ἐν] τούτωι μόνον [ἀλλ'] ἐν τοῖς ἔργοις ἀπεδείκνυτο τὴν ἀὑτοῦ εὔνοιαν . . . τωι· ἕτεροι πτοηθέντες [ἐξ]εχώρουν ἐκ τῆς πολέως [τε?] καὶ ὅλος ὁ βίος . . . παρ' ἡμῖν ὑπῆρχεν, ὀὗτος (?) ἑτοιμότερον ἑαυτὸν ἐἰς τὸν κίνδυνον ἔδωκεν . . . ἐγὼ παρακαλέσαι . . . τὴμ περίστασιν . . . col.3 { only a few letters readable in the first half of the column } . . . δὲ πάλιμ π[εποιημέν]ωι ἐμ πάσαις ταῖς χρείαις γέγονεν ἄξιος ἐπ[αίνου] . . . εὔλογον τὸ ἔργον πεποιημένον ἐν τῶι τηλικούτωι κινδύνωι . . . ἀπόδειξιν . . .

[SEG_57.1838]   E   Δορυμένης Διοφάνει χαίρειν· τῆς παρὰ Ἡλιοδώρου τοῦ ἐπὶ τῶν πραγμάτων ἀποδοθείσης ἡμῖν ἐπιστολῆς κατακεχώρισται τὸ ἀντίγραφον. εὖ οὖν ποιήσεις φροντίζων ἵνα ἕκαστα συντελῆται ἀκολούθως τοῖς ἐπεσταλμένοις.   (ἔτους) δλρ' Γορπιαίου κβ'.

Ἡλιόδωρος Δορυμένει τῶι ἀδελφῶι χαίρειν· τοῦ ἀποδοθέντος ἡμῖν προστάγματος παρὰ τοῦ βασιλέως περὶ τῶν κατὰ Ὀλυμπιόδωρον ὑποτέτακται τὸ ἀντίγραφον. εὖ οὖν ποιήσεις κατακολουθήσας τοῖς ἐπεσταλμένοις. (ἔτουσ) δλρ' Γορπιαίου κ{γ}'.

βασιλεὺς Σέλευκος Ἡλιοδώρωι τῶι ἀδελφῶι χαίρειν· πλείστην πρόνοιαν ποιούμενοι περὶ τῆς τῶν ὑποτεταγμένων ἀσφαλείας καὶ μέγιστον ἀγαθὸ[ν] εἶναι νομίζοντες τοῖς πράγμασιν, ὅταν οἱ κατὰ τὴν βασιλείαν ἀδεῶς τοὺς ἑαυτῶν βίους διοικῶσιν, καὶ συνθεωροῦντες, ὡς οὐθὲν δύναται μεταλαμβάνειν τῆς καθηκούσης εὐδαιμονίας ἄνευ τῆς τῶν θεῶν εὐμ<ε>νείας, ἵνα μὲν τὰ καθιδρυμένα κατὰ τὰς ἄλλας σατραπείας ἱερὰ τὰς πατρίο[υς] κομίζηται τιμὰς μετὰ τῆς ἁρμαζούσης θεραπ[είας, ἐ]ξ ἀρχῆς τυγχάνομεν τεταγμένοι, τῶν δὲ κ[ατὰ Κο]ίλ<η>ν Συρίαν καὶ Φοινίκην πραγμάτων οὐκ ἐ[χόντων τὸν τα]σσόμενον πρὸς τῆι τούτων ἐπιμελ[είαι], κατε[νοήσα]μεν ὅτι σωφρόνως προστήσεται τῆς ἐυκοσμίας α[ὐ]των Ὀλυμπιόδωρος, τὴν πίστιν ἡμῖν τῆς ὑπὲρ αὑτοῦ διαλήψεως ἐκ τῶν προγεγονότων χρόνων παρεισχημένος, [τρ]αφεὶς γὰρ μεθ' ἡμῶν καὶ τὴν ἀρίστην ἐν ἅπασιν ἀπενηνεγμένος διάθεσιν, κατὰ λόγον μὲν ἐπὶ τοῦ κοιτῶνος κατεστάθη τῆς τηλικαύτης πίστεως φανεὶς ἄξιος, δικαίως δὲ τῶν πρώτων φίλων ἀπεδείχθη, τῆς πρὸς ἡμᾶς φιλοστοργίας τὰς ἐκτενεστάτας [ἀπ]οδείξεις ποιησάμενος ἐν δὲ τῆι τοιαύτηι γενόμενος [τάξε]ι, καὶ παρηκολουθηκὼς ὡς διακείμεθα πρὸς τὸ συν[αύξειν τὰς] τῶν θεῶν τιμὰς ἀκολ[ούθως] τῆι τῶν προγόνων [αἱρέσει καὶ τὴ]ν φρον[τίδα τῶν ἱερῶν, ἧι] διαπεισθέντες ἐ[κ τῶν προγεγονότων χρόνων], . . . αὐτοῦ πρὸς τῆς . . .

. . . εὖ οὖν ποιή[σεις προνοούμενος ἵνα ἐπιγραφῆι ἐν τ]οῖς συναλλάγμα[σιν τοῖς ἐπεσταλμένοις ἀκολού]θως, καὶ το ἀντίγρα[φον τῆς ἐπιστολῆς (τῆς) ἡμετέρας ἀνα]γραφὲν εἰς στήλας [λιθίνας, ἀνατεθῆι ἐν τοῖς ἐπιφανεσ]τάτοις τῶν ἐν τοῖς [τόποις ἱερῶν] . . .


Attalus' home page   |   09.01.19   |   Any comments?