back

Alexander Romance, Book 1

  ( chapters 1-12 )

Based on the oldest recension ( α ), as edited by W.Kroll (1926). Click on the E symbols to go to an English translation of each chapter.


[1] E   Οἱ σοφώτατοι Αἰγύπτιοι, θεῶν ἀπόγονοι, γῆς μέτρα καταλαβόμενοι, θαλάσσης κύματα ἡμερωσάμενοι, ποταμὸν Νεῖλον διαμετρησάμενοι, οὐρανοῦ ἀστροθεσίαν διαψηφισάμενοι, παραδεδώκασι τῇ οἰκουμένῃ ἐπικράτειαν † ἀλκὴν λόγου, εὕρεσιν μαγικῆς δυνάμεως. φασὶ γὰρ τὸν Νεκτανεβώ, τὸν τελευταῖον τῆς Αἰγύπτου βασιλέα, μεθ´ ὃν ἡ Αἴγυπτος ἐξέπεσε τῆς τοιαύτης τιμῆς, τῇ μαγικῇ δυνάμει πάντων περιγενέσθαι. τὰ γὰρ κοσμικὰ στοιχεῖα λόγῳ πάντα αὑτῷ ὑπετάσσετο· εἰ γὰρ αἰφνιδίως πολέμου νέφος ἐπεληλύθει, οὐκ ἔσκυλλε στρατόπεδον οὐδὲ ὅπλων πομπεύματα οὐδὲ σιδήρου ἀκονήματα οὐδὲ πολεμικὰ μηχανήματα, ἀλλ´ εἰσήρχετο εἰς τὰ βασίλεια καὶ ἐλάμβανε χαλκῆν λεκάνην καὶ γεμίσας αὐτὴν ὕδατος ὀμβρίου ἔπλαττεν ἐκ κηροῦ πλοιαρίδια μικρὰ καὶ ἀνθρωπάρια καὶ ἐνέβαλλεν αὐτὰ εἰς τὴν λεκάνην καὶ ἔλεγεν ἀοιδήν, κρατῶν ἐβεννίνην ῥάβδον, καὶ ἐπεκαλεῖτο τοὺς ἀγγέλους καὶ θεὸν Λιβύης Ἄμμωνα. καὶ οὕτω τῇ τοιαύτῃ λεκανομαντείᾳ τὰ ἐν τῇ λεκάνῃ πλοῖα . . . τῶν ἐπερχομένων πολεμίων ἀπολλυμένων † ἀνθρώπων περιεγένετο· τὸ δ´ αὐτὸ καὶ ἐπὶ τῶν διὰ γῆς ἐπερχομένων.

[2] E   Οὕτως οὖν διὰ τῆς πολυπειρίας τοῦ ἀνδρὸς τοῦ βασιλείου διαμένοντος μετὰ ἱκανὸν χρόνον ἐκ τῶν παρὰ Ῥωμαίοις καλουμένων ἐκπλωρατόρων, παρὰ δὲ τοῖς Ἑλλησι κατασκόπων παρὼν ποτέ τις οὕτως εἶπε τῷ βασιλεῖ· ‘Μέγιστε Νεκτανεβώ, παραπεμψάμενος πάντα τὸ ἐν εἰρήνῃ εἶναι ἐπίσκεψαι. ἐπίκειται γὰρ νέφος οὐκ ὀλίγον μυρίων ἐχθρῶν· εἰσὶ γὰρ Σκύθαι καὶ Ἄραβες καὶ Ὀξύδρακες 〈καὶ Ἴβηρες〉 καὶ Σῆρες καὶ Καύκωνες καὶ † Λάπατες καὶ Βοσπόριοι καὶ Ἄγροι καὶ † Ζαλβοὶ καὶ Χαλδαῖοι καὶ Μεσοποτάμιοι καὶ Ἀγριοφάγοι καὶ Εὐωνυμῖται καὶ ὅσα ἐστὶν ἔθνη ἐπὶ τῆς ἀνατολῆς μεγάλα, ἀναρίθμητον στρατὸν ἔχοντα μυρίων ἀνδρῶν σπευδόντων τὴν σὴν Αἴγυπτον καταλαβεῖν.’ Οὕτως εἰπόντος τοῦ στρατάρχου μειδιάσας ὁ Νεκτανεβὼ εἶπεν· ‘Σὺ μὲν καλῶς καὶ ἐπαγρύπνως ἣν πεπίστευσαι φρουρὰν φυλάσσεις, δειλῶς δὲ καὶ οὐ στρατιωτικῶς ἐφθέγξω. οὐ γὰρ δύναμις ἐν ὄχλῳ φαίνεται, ἀλλ´ ἐν τῇ προθυμίᾳ. καὶ γὰρ εἷς λόγος πολλοὺς ἐλαύνει, χειρὶ τῇ ἀγαθῇ πολυπλήθειαν καλύψας.’ Οὕτως εἰπὼν ἀπέπεμψεν αὐτόν.

[3] E   Αὐτὸς δὲ εἰς τὰ βασίλεια ἀναστρέψας ἐκέλευσε πάντας ἐκ μέσου γενέσθαι. μονάσας δὲ καὶ τὴν λεκάνην θεὶς εἰς μέσον ἔπλησεν ὕδατος· βαλὼν δὲ ἐπάνω τὰ κήρινα πλοιαρίδια, ἀράμενος κατὰ χεῖρα τὴν ῥάβδον τῷ δυναμικῷ λόγῳ ἐχρήσατο. ἀτενίσας δὲ εἰς τὴν λεκάνην εἶδε τοὺς τῶν Αἰγυπτίων θεοὺς τὰ τῶν πολεμίων βαρβάρων πλοιάρια διακυβερνῶντας. διὸ καὶ στοχάσας τὸν τῶν Αἰγυπτίων βασιλέα ὑπὸ τῶν μακάρων ἤδη προδοσίαν ἐσχηκέναι ξυρησάμενος τὴν κεφαλὴν καὶ τὸν πώγωνα πρὸς τὸ ἀλλομορφῆσαι, ἐγκολπωσάμενος χρυσὸν ὅσον ἠδύνατο βαστάξαι, ἔφυγε τὴν Αἴγυπτον διὰ τοῦ Πηλουσίου. πολλὰ δὲ περινοστήσας ἔθνη εἰς Πέλλην τῆς Μακεδονίας παρεγένετο, 〈καὶ〉 ὀθόνην ἀμφιασάμενος οἷα προφήτης Αἰγύπτιος 〈καὶ〉 ἀστρολόγος [καὶ] ἐκαθέζετο δημοσίᾳ τῷ προσερχομένῳ σκέπτεσθαι. καὶ ταῦτα μὲν οὕτως. Ἐν δὲ τῇ Αἰγύπτῳ ἀφανοῦς γενομένου τοῦ Νεκτανεβῶ ἠξίωσαν οἱ Αἰγύπτιοι τὸν προπάτορα τῶν θεῶν Ἥφαιστον, τί ἄρα ὁ τῆς Αἰγύπτου βασιλεὺς ἐγένετο. ὁ δὲ ἔπεμψεν αὐτοῖς χρησμόν, πρὸς τὸν ἀόρατον τοῦ Σινωπίου παραστῆναι, ὃς χρησμοδοτεῖ αὐτοῖς οὕτως· ‘Αἴγυπτον ὁ φυγὼν κραταιὸς ἄλκιμος πρέσβυς βασιλεὺς δυνάστης ἥξει μετὰ χρόνον νέος, τὸ γηραλέον ἀποβαλὼν τύπων εἶδος, κόσμον κυκλεύσας, ἐπὶ τὸ Αἰγύπτου πεδίον, ἐχθρῶν ὑποταγὴν διδοὺς ἡμῖν.’ Οὕτως δοθέντος τοῦ χρησμοῦ τούτου μὴ νοήσαντες τὴν λύσιν εἰς τὴν τοῦ ἀνδριάντος τοῦ Νεκτανεβῶ βάσιν γράφουσι τοὺς στίχους εἰς μνήμην ποτέ που ἐκβησομένου τοῦ χρησμοῦ.

[4] E   Ἐν δὲ τῇ Μακεδονίᾳ φανερὸς γίνεται πᾶσιν ὁ Νεκτανεβὼς ἄκρως σκεπτόμενος ἐπὶ τοσοῦτον, ὡς καὶ τὴν Ὀλυμπιάδα θελῆσαι σκέψασθαι ὑπ´ αὐτοῦ καὶ μετακαλέσασθαι αὐτὸν ἀποδήμου τοῦ Φιλίππου πρὸς πόλεμον τυγχάνοντος. ὃς παραγενάμενος εἰς τὰ βασίλεια, ἰδὼν αὐτῆς τὴν εὐμορφίαν τῆς σελήνης διαφορωτέραν, ἄλλως καταφερὴς εἰς τὰς γυναῖκας τυχών, ἀπὸ τῆς ἐρωτικῆς ἐπιθυμίας τὸν νοῦν ἀκονήσας, προτείνας τὴν χεῖρα ἠσπάσατο καὶ λέγει· ‘Χαίροις Μακεδόνων βασίλεια’, μὴ καταξιώσας αὐτὴν δέσποιναν εἰπεῖν, τὸν βασιλικὸν ἔχων λογισμόν. Ὀλυμπιὰς εἶπεν· ‘Χαίροις ἀγαθώτατε μαθηματικέ, καὶ παραβὰς καθέζου.’ Ὡς δὲ ἐκάθισεν, Ὀλυμπιὰς εἶπεν· ‘Σὺ τυγχάνεις Αἰγύπτιος ἀληθινός;’ Νεκτανεβὼς εἶπεν· ‘Ὡς οἱ δοκιμάσαντες λέγουσιν.’ Ἡ δὲ εἶπεν· ‘Ποίᾳ σκέψει χρώμενος τὸ ἀληθὲς ἀπαγγέλλεις;’ Ὁ δὲ εἶπεν· ‘Καλῶς ἀπεφήνω ὦ βασίλισσα· πολυσχιδὴς γάρ ἐστι τῆς σκέψεως ἡ κρίσις· εἰσὶ γὰρ ὀνειροκρίται σημειολύται ὀρνεοσκόποι μάντεις ἀμουμάντεις γενεθλιαλόγοι μάγοι ἀστρολόγοι. ἐγὼ οὖν πάντων τούτων ἐφαπτόμενος, κατ´ ἐξοχὴν προφήτης ὢν Αἰγύπτιος, καὶ μάγος εἰμὶ καὶ ἀστρολόγος.’ Καὶ ταῦτα λέγων δριμύτατον αὐτῇ ἔβλεψεν, ἥτις σημειωσαμένη τὸ βλέμμα εἶπε· ‘Τί λογιζόμενος, προφῆτα κατ´ ἐξοχήν, περιέργως οὕτως μοι ἀπέβλεψας;’ Νεκτανεβὼς εἶπεν· ‘Ὑπομνησθεὶς χρησμοῦ βασίλισσα· ἤκουσα γὰρ ὑπὸ τῶν ἰδίων θεῶν ποτε, ὅτι βασιλίδι σε δεῖ σκέψασθαι καὶ ἅπερ λέγεις ἀληθῆ εὑρεθῆναι.’ Ἅμα δὲ τῷ ταῦτα εἰπεῖν προενεγκάμενος πίνακα πολυτίμητον βασιλικόν, ὃν ἑρμηνεῦσαι λόγος οὐ δύναται, ἐξ ἐλέφαντος καὶ ἐβένου καὶ χρυσοῦ καὶ ἀργύρου, τριχάρακτον ζώναις, ἐπὶ μὲν τοῦ πρώτου κύκλου δεκανοὺς ἔχοντα τοὺς λϛʹ, ἐπὶ δὲ τοῦ δευτέρου ζῴδια τὰ ιβʹ, ἐπὶ δὲ τοῦ μέσου ἥλιον καὶ σελήνην, ἔθηκεν ἐπὶ δίφρου· εἶτα γλωσσόκομον ἀνοίξας ἐλεφάντινον ὡσαύτως, μικρόν, ἐκκενώσας τοὺς ἑπτὰ ἀστέρας καὶ τὸν ὡροσκόπον ἐξ ὀκτὼ λιθοτέχνων † μετάλλων συνέθηκε τὸν τηλικοῦτον οὐρανόν ἐν ὀλίγῳ κύκλῳ περιφωτίσας, προθεὶς τὸν ἥλιον κρυστάλλου λίθου, τὴν σελήνην ἀδάμαντος λίθου, τὸν Ἄρεα αἱματίτου λίθου, τὸν Ἑρμῆν σμαράγδου λίθου, τὸν Δία αἰθερίτου λίθου, τὴν Ἀφροδίτην σαπφείρου λίθου, τὸν Κρόνον ὀφίτου λίθου, τὸν ὡροσκόπον λυγδίνου λίθου. καὶ εἶπεν· ‘Λέξον μοι βασίλισσα ἐνιαυτόν, μῆνα καὶ τὴν ἡμέραν καὶ τὴν ὥραν τῆς ἑαυτῆς γεννήσεως.’ Τῆς δὲ εἰρηκυίας ὁ Νεκτανεβὼς ψηφίζει τὴν ἑαυτοῦ καὶ τὴν αὐτῆς γέννησιν, εἰ συναστρεῖ. ἰδὼν δὲ εὖ κειμένην τὴν ἀστροθεσίαν φησί· ‘Τί θέλεις ἀκοῦσαι βασίλισσα;’ Ἡ δὲ εἶπε· ‘Τὰ περὶ τὸν Φίλιππον μαθεῖν θέλω· φημίζεται γάρ μοι μετὰ τὸν πόλεμον ἀποβαλεῖν με καὶ γαμεῖν ἄλλην.’ Ὁ Νεκτανεβὼς εἶπε· ‘Ψευδὴς ἡ φήμη γέγονε βασίλισσα τοῦ νῦν χωρισμοῦ· μετὰ καιρὸν γὰρ ὄντως τοῦτο γίνεται. πλὴν δύναμαί σοι ὡς Αἰγύπτιος προφήτης 〈καὶ〉 μάγος εἰς πολλὰ βοηθὸς γενέσθαι, ὅταν μου 〈ἐπὶ〉 πράγει τοιούτῳ χρεία γίνηται. τὸ γὰρ νῦν εἵμαρταί σοι, καθ´ ἣν τέθεικές μοι σαυτῆς γένεσιν, θεῷ ἐπιγείῳ συνελθεῖν καὶ ἐξ αὐτοῦ σύλληψιν ἔχειν καὶ παιδοποιηθῆναί σοι ἔκδικον γενόμενον τέκνον τῶν ὑπὸ Φιλίππου γενομένων ἁμαρτημάτων.’ Ἡ δὲ εἶπε· ‘Καὶ τίς ἐστιν, ὃν λέγεις θεόν μοι συνευνάζεσθαι;’ Ὁ δὲ εἶπεν· ‘Ὁ τῆς Λιβύης κεραὸς πλουτηφόρος Ἄμμων.’ Ἡ δὲ εἶπε· ‘Ποῖός ἐστιν οὗτος τὴν ἡλικίαν, νέος 〈ἢ〉 μεσῆλιξ; τὸν δὲ χαρακτῆρα ποῖός ἐστιν;’ Ὁ δὲ εἶπε· ‘Τὴν μὲν ἡλικίαν μεσῆλιξ, πολιὸς τὴν χαίτην, κέρατα κριοῦ ἐπὶ τῶν κροτάφων ἔχων. [ὥστε ἑτοίμασον σαυτὴν ὡς γυνὴ καὶ βασιλίσσα πρὸς τοὺς γάμους,] καὶ θεωρήσεις ὄνειρον καὶ θεόν σοι συγγινόμενον.’ Ὀλυμπιὰς εἶπε· ‘Πότε;’ Ὁ δὲ εἶπεν· ‘οὐ μακράν· σήμερον. διὸ καὶ προτρέπομαί σε περὶ σαυτὴν γενέσθαι καθὼς βασιλίδα γυναῖκα· περιπλακήσεται γάρ σοι ταύτῃ τῇ νυκτὶ δι´ ὀνείρων.’ Ἡ δὲ εἶπε· ‘Τοῦτο ἐὰν ἴδω, οὐχ ὡς προφήτην ἢ μάγον, ἀλλ´ ὡς θεόν σε προσκυνήσω.’

[5] E   Οὕτως αὐτῶν ὁμιλησάντων ἐξέρχεται Νεκτανεβὼς ἐκ τῶν βασιλείων. ἀναβολὴν δὲ μηδεμίαν ποιησάμενος ἐπὶ τὴν ἔρημον δραμὼν τίλλει βοτάνας τὰς πρὸς ὀνειροπομπίαν ἁρμοζούσας, δι´ ὧν μαγεύσας τὸν Ὀλυμπιάδος ὕπνον ὄνειρον ἀναγεννᾷ ἧς ἤθελε πράξεως, ὥστε ἀληθῶς κατ´ ὄναρ ἰδεῖν τὴν Ὀλυμπιάδα περιπλακέντα αὐτῇ τὸν Ἄμμωνα καὶ συνερχόμενον. ἀνιστάμενος δὲ λέγει· ‘Γύναι, κατὰ γαστρὸς ἔχεις σὸν ἔκδικον γινόμενον.’

[6] E   Ἀναστᾶσα οὖν τῶν ὕπνων ἡ Ὀλυμπιὰς καί τὸ σύμφωνον τοῦ λόγου θαυμάσασα μετεπέμψατο τὸν μαθηματικὸν καί φησιν· ‘Εἶδον ὃν εἶπές μοι θεόν, καὶ συνῆλθέν μοι καθὼς μάκαρ ἰδίως· ὥστε με καὶ βούλεσθαι γρηγοροῦσαν αὐτῷ κοινωνεῖν καθ´ ἡμέραν. σοὶ οὖν μελήσει καὶ τοῦτο. πῶς δέ σε τοῦτο λανθάνει θαυμάζω.’ Ὁ δὲ εἶπεν· ‘Οὐδέν με λανθάνει· ἐπειδὴ δὲ ὁμολογεῖς γρηγοροῦσα θέλειν αὐτῷ συνέρχεσθαι, δεῖ τινὰ πρὸς τοῦτο γενέσθαι σκέψιν. ἄλλο ὄνειρος, ἄλλο αὐτοψία. λογίζομαι οὖν χωρημάτιον λαβεῖν ὑπὸ σοῦ πλησίον τοῦ κοιτῶνος σοῦ, ὅπως ἐρχομένου τοῦ θεοῦ πρὸς σὲ φόβῳ τινὶ μὴ περισχεθῇς ὑπουργοῦντός μου ταῖς ἐμαυτοῦ ἐπαοιδαῖς. ὁ γὰρ θεὸς οὗτος ἐρχόμενος πρὸς σὲ γίνεται πρῶτον δράκων ἐπὶ γῆς ἕρπων συρισμὸν πέμπων, εἶτα ἀλλάσσεται εἰς κεραὸν Ἄμμωνα, εἶτα εἰς ἄλκιμον Ἡρακλέα, εἶτα εἰς θυρσοκόμον Διόνυσον· εἶτα συνελθὼν ἀνθρωποειδὴς θεὸς ἐμφανίζεται τοὺς ἐμοὺς τύπους ἔχων.’ Ὀλυμπιὰς εἶπε· ‘Καλῶς λέγεις προφῆτα· λάβε τὸν κοιτῶνα. ἐπὰν δὲ γρηγοροῦσα τοῦτον ἴδω, μάθω δὲ τὴν θεοῦ σπορὰν κατεσχηκυῖαν ἐμαυτήν, τιμήσω σε καθὼς βασιλίς, καυχήσομαι δέ σε ὡς καὶ πατέρα τοῦ παιδὸς τυγχάνοντα.’ Ὁ δὲ εἶπεν· ‘Προεῖπόν σοι τὸν τοῦ δράκοντος συρισμόν, μὴ πτυρῇς τὸ κῆτος, μᾶλλον δὲ προσηνὴς αὐτῷ καὶ ἄδειλος ἔσῃ.’

[7] E   Γενομένων οὖν πάντων τῶν προειρημένων οὐκ ἐδειλίασεν ἡ βασίλισσα, ἀλλ´ εὐθαρσῶς ἤνεγκε τὰς τῶν θεῶν μεταμορφώσεις. ὁ δὲ πάλιν ἀνιστάμενος ἀπ´ αὐτῆς, τύψας αὐτῆς τὴν γαστέρα εἶπε· ‘Σπέρματα ἀνίκητα καὶ ἀνυπότακτα διαμείνατε.’ Καὶ ταῦτα εἰπὼν ἐξέρχεται πρὸς τὴν ἰδίαν ὑπομονήν. γίνεται οὖν τὸ τοιοῦτον σύνηθες λοιπόν, ἡδέως αὐτῆς ἐχούσης ὡς ὑπὸ δράκοντος, Ἄμμωνος, Ἡρακλέους, Διονύσου πανθέου περιλαμβανομένης. Ὡς δὲ ἡ γαστὴρ ὠγκοῦτο, καλέσασα τὸν Νεκτανεβὼ εἶπε· ‘Προφῆτα τί μέλλω ποιεῖν, ἐὰν παραγενάμενος ὁ Φίλιππος ἔγκυόν με εὕρῃ;’ Ὁ δὲ εἶπεν· ‘Μηδὲν πτοηθῇς βασίλισσα· ἐν τούτῳ βοηθὸς ἔσται ὁ τρίμορφος θεὸς Ἄμμων, ὄνειρον αὐτῷ δείξας, ὥστε ἀνέγκλητόν σε ὑπ´ αὐτοῦ μεῖναι.’ Οὕτω μὲν ἡ Ὀλυμπιὰς ἐπλανᾶτο, ἀνθρωπίνῳ μοιχῷ ὡς θεῷ συνερχομένη, πλὴν Αἰγυπτίῳ βασιλεῖ.

[8] E   Καὶ δὴ λαβὼν ἱέρακα πελάγιον καὶ τοῦτον μαγεύσας ὀνειροπομπίαν ποιεῖ τῷ Φιλίππῳ. εἶδε γὰρ θεὸν εὔμορφον πολιὸν κεραὸν τρόπον Ἄμμωνος συγκοιμώμενον τῇ Ὀλυμπιάδι 〈καὶ〉 ἀνιστάμενον τῆς κοίτης λέγειν αὐτῇ· ‘Κατὰ γαστρὸς ἔχεις ἐξ ἐμοῦ παῖδα, καὶ σοῦ καὶ τοῦ πατρὸς Φιλίππου γενόμενον ἔκδικον.’ Ὑπενόησε δὲ καὶ τὴν φύσιν αὐτῆς Νειλώᾳ βίβλῳ καταρράπτειν αὐτὸν καὶ σφραγίζειν δακτυλίῳ χρυσῷ ἐν λίθῳ γλυφὴν ἔχοντι κεφαλὴν λέοντος, ἡλίου κράτος καὶ δοράτιον· ἔδοξε δὲ καὶ ἱέρακα ταῖς πτέρυξι διυπνίζειν αὐτόν. Ταῦτα ἰδὼν ἀνίσταται καὶ μεταπεμψάμενος ὀνειροπόλον διηγεῖται τὸν χρησμόν. ὁ δέ φησι· ‘Βασιλεῦ καθὼς ἐθεάσω γέγονεν ἔγκυος Ὀλυμπιάς, πλὴν ὑπὸ θεοῦ. τὸ γὰρ σφραγίζειν τινὰ τὴν φύσιν αὐτῆς πίστεως γέμει· οὐδεὶς γὰρ κενὸν ἀγγεῖον σφραγίζει, ἀλλὰ μεστόν. ἐπειδὴ δὲ βίβλῳ καταρραφεῖσα ἦν ἡ φύσις, Αἰγυπτία ἐστὶν ἡ σπορά· οὐδαμοῦ γὰρ βίβλος γεννᾶται εἰ μὴ ἐν Αἰγύπτῳ· πλὴν οὐ ταπεινή, ἀλλὰ λαμπρὰ ἡ τύχη καὶ ἔνδοξος καὶ ἐπίσημος διὰ τὸν χρυσοῦν δακτύλιον. τί γὰρ χρυσοῦ ἐνδοξότερον, δι´ οὗ καὶ θεοὶ προσκυνοῦνται; ὁ δὲ ἥλιος ὁ τῆς γλυφῆς, κεφαλὴ λέοντος καὶ δοράτιον λόγον ἔχει τοιοῦτον· ὁ γὰρ γεννώμενος μέχρι τῆς ἀνατολῆς φθάσει ὥσπερ λέων, δορυαλώτους τὰς πόλεις ποιούμενος. τὸ δὲ τὸν θεὸν κριοκέρατον πολιὸν εἶναι, ὁ τῆς Λιβύης Ἄμμων θεός ἐστιν ὁ τούτου σπορεύς.’ Οὕτω κρίναντος τοῦ ὀνειροπόλου συμπαθὴς ἐγένετο Φίλιππος διὰ τὸ ὅλως συνειληφέναι τὴν Ὀλυμπιάδα, κἂν ἐκ θεοῦ.

[9] E   Νικήσας οὖν τὸν πόλεμον εἰς τὴν Μακεδονίαν ἐποιήσατο τὴν ἐπάνοδον. ὡς δὲ ἦλθεν εἰς τὰ βασίλεια, ἐνυπόπτως ἡ Ὀλυμπιὰς ἠσπάσατο αὐτόν. ᾗ καὶ ἀποβλέψας ὁ Φίλιππος εἶπε· ‘Τίνι παρεδόθης Ὀλυμπιάς; . . . ὅτι ἁμαρτήσασα οὐχ ἥμαρτες· θεὸς γάρ σε εἰς τοῦτο ἐβιάσατο, ἵνα ἐκ θεοῦ γεννήσασα παῖδα Φιλίππου πατρὸς ἀναγορεύσῃς αὐτόν· πάντα γὰρ τὰ περὶ σοῦ δι´ ὀνείρων ἐθεασάμην. διὸ ἀνέγκλητος εἶ· πάντα γὰρ δυνάμενοι οἱ βασιλεῖς πρὸς τοὺς θεοὺς οὐδὲν δυνάμεθα.’ Οὕτως ἐπειπὼν εὔθυμον τὴν Ὀλυμπιάδα ἀπεκατέστησεν.

[10] E   Ἐν τοσούτῳ δὲ ἐν τοῖς βασιλείοις κρύφα διάγων ὁ Νεκτανεβὼς ἤκουσε Φιλίππου λέγοντος τῇ Ὀλυμπιάδι· ‘Ἐπλάνησάς με γύναι· οὐ γὰρ ἐκ θεοῦ σύλληψιν ἔχεις, ἀλλ´ ὑπὸ ἀνθρωπίνης φύσεως.’ Ποτὲ δὲ εὐωχουμένων αὐτῶν ἀλλάξας ἑαυτὸν διὰ τῆς μαγείας εἰς δράκοντα πολὺ μείζονα τοῦ πρώτου ἦλθε διὰ μέσου τοῦ τρικλίνου καὶ ἐσύριζεν ἐξακουστὸν καὶ φοβερὸν σύρισμα, ὥστε φόβον τινὰ καὶ ταραχὴν τοῖς κατακειμένοις ἐμβάλλεσθαι. ἡ δὲ τὸν ἴδιον ἐραστὴν ἰδοῦσα Ὀλυμπιὰς ἀνακαθίσασα τῆς κλίνης προέτεινε τὴν δεξιάν· ὁ δὲ ἐξεγείρας ἑαυτὸν ἐπέθηκεν ἑαυτοῦ τὸ γένειον εἰς τὴν χεῖρα, τὸ δὲ ὅλον σῶμα πρὸς τὸν κόλπον . . . προβαλὼν τὴν δίχηλον γλῶτταν κατεφίλησεν αὐτήν, τεκμήριον στοργῆς καὶ φιλίας πρὸς τοὺς θεωμένους καὶ αὐτὸν τὸν Φίλιππον ἐπιδεικνύμενος· καὶ ταῦτα πράξας πρὸς ἔνδειξιν ἀφανὴς ἐγένετο. τοῦτο ὁ Φίλιππος θεασάμενός φησι· ‘Τοῦτον τὸν δράκοντα εἶδον, ὅτε τὸν πόλεμον πρὸς τοὺς ἀντιδίκους συνέκρουον, συρμῷ τὸ πλῆθος αὐτῶν ἀναποδίζειν ποιοῦντα.’ Ἐμακάριζε μὲν οὖν ἐπὶ τούτῳ λοιπὸν ἑαυτὸν ὁ Φίλιππος, θεοῦ σπορᾶς μέλλων καλεῖσθαι πατήρ.

[11] E   Μετ´ ὀλίγας δὲ παντελῶς ἡμέρας ἔν τινι συμφύτῳ τόπῳ τῶν βασιλείων καθεζομένου τοῦ Φιλίππου, παντοίων ὄρνεων παρ´ αὐτοῦ τρεφομένων καὶ ἐν τῷ χωρίῳ νεμομένων, πρὸς τὴν ἡσυχίαν ἐν φιλολόγοις βιβλίοις γενομένου αὐτοῦ ὄρνις ἥμερος νεοττὸς εἰς τοὺς κόλπους αὐτοῦ ἁλλομένη ἔτεκεν ὠόν, ὃ κατακυλισθὲν ἐπὶ τῆς γῆς ἐρράγη. ἀφ´ οὗ ἐξεπήδησε μικρὸν δρακόντιον· κυκλεῦσαν δὲ τὸ ὠόν, ὅθεν ἐξῆλθε, καὶ εἰσελθεῖν βουλόμενον, πρὶν βαλεῖν ἔσω τὴν κεφαλὴν ἐτελεύτησεν. τούτου γεναμένου ταραχθεὶς οὐ μετρίως ὁ Φίλιππος μετεπέμψατο τὸν κατὰ ἐκεῖνον τὸν καιρὸν ἐπίσημον σημειολύτην Ἀντιφῶντα καὶ ὑφηγεῖται αὐτῷ τὸ γενόμενον. ὁ δὲ πρὸς τοῦτο εἶπεν· ‘Υἱός σοι ἔσται, ὃς βασιλεύσει καὶ περιελεύσεται τὸν ὅλον κόσμον, τῇ ἰδίᾳ δυνάμει πάντας ὑποτάσσων· οὗτος δὲ εἰς τὰ ἴδια συστρέφων ὀλιγοχρόνιος τελευτήσει. ὁ γὰρ δράκων βασιλικόν ἐστι ζῷον, τὸ δὲ ὠὸν παραπλήσιον κόσμῳ, ὅθεν ὁ δράκων ἐξῄει. κυκλεύσας δὲ τὸ ὠὸν καὶ συστρέψαι βουλόμενος, πρὶν βάλῃ τὴν κεφαλὴν εἰς τὴν γεγεννηκυῖαν αὐτὸν πατρίδα, ἔξωθεν τετελεύτηκεν.’ οὗτος μὲν οὖν ἐπιλύσας τὸ σημεῖον δωνατισθεὶς ἐξῄει.

[12] E   Τοῦ δὲ [τοκετοῦ] χρόνου τῆς κυήσεως πληρωθέντος καθίσασα ἡ Ὀλυμπιὰς εἰς τὸν σωτήριον κυηφόρον δίφρον ὠδίνων ἤρξατο. παραστὰς δὲ αὐτῇ ὁ Νεκτανεβὼς καταμετρήσας τοὺς οὐρανίους τῶν ἀστέρων δρόμους πρὸς τὴν τοῦ ζωδιακοῦ κύκλου κίνησιν εἶπεν· ‘Ἀνάστηθι μικρὸν ἐκ τοῦ δίφρου [τὴν ὥραν] περίπατον λαμβάνουσα· ὡροσκοπεῖ γὰρ σκορπίος, καὶ ὁ παμφαὴς Ἥλιος τετράζυγον πλῆθος ἰδὼν αἰθερίων ζῴων κατόπιν ἰόντων τὸν γεννώμενον ταύτῃ τῇ ὥρᾳ πάντως ἀπ´ οὐρανοῦ καταστρέφει. Περικρατὴς σεαυτῆς 〈ἔσο〉 ἡ σεβασμία καὶ 〈κατὰ〉 τοῦτον τὸν ἀστέρα· ὡροσκοπεῖ γὰρ Καρκίνος, καὶ Κρόνος ἀπὸ τῶν ἰδίων τέκνων ἐπιβουλευθεὶς διδύμων σπορὰν ἄχρις στάχυος ἐκτεμὼν ἐπὶ ποντομέδοντα Ποσειδῶνα καὶ νερτέριον Πλούτωνα † μιμνησκόμενος οὐράνιον Διὸς † ἀμφοῖ τὸν θρόνον. ταύτῃ τῇ ὥρᾳ γεννήσεις † ἃ μέλι αὖον· † Ἵκω τὸ βραχὺ καὶ ταύτης τῆς ὥρας· ἡ γὰρ κερασφόρος Μήνη ταύρων ζυγῷ προλιποῦσα τὸν ὕψιστον ἐπὶ γῆς κατέβη, βουκόλον Ἐνδυμίωνα καλὸν περιπτύξουσα παῖδα. διὸ καὶ † τὰ χρήσιμα πυρὶ φλεγεὶς τελευτᾷ. Οὐδ´ οὕτως ἐστὶν ὁ † καὶ θερίης ἱλαρὸς τόκος· ἡ γὰρ φιλοθάλαμος Ἀφροδίτη, Ἔρωτος τοξότου μήτηρ, ἀπολέσει συοπλῆγα Ἄδωνιν. ταύτῃ τῇ ὥρᾳ ὁ γεννώμενος Βυβλιάδων γυναικῶν σέλας λαβὼν διεγείρει κοπετὸν περὶ αὑτοῦ καὶ † τὸν τοῦ λέοντος Ἄρεως θυμόν· οὗτος γὰρ φίλιππος καὶ πολέμιος, νῦν δὲ ἄοπλος γυμνὸς ὑφ´ Ἡλίου ἐπὶ λέκτρων μοιχιδίων ἐδειγματίσθη· ὅθεν καταφρονηθήσεται ὁ γεννώμενος ταύτη τῇ ὥρᾳ. Ἐπίμεινον ἔτι τοῦτον τὸν Ἑρμοῦ ἀστέρα, βασίλεια, τὸν αἰγοκέρωτα παρὰ τὸν Δυσώνυμον· οὕτως γεννήσεις πολυγράμματον ἐριστὴν ἑτεροφρονοῦντα τὸν ἴδιον παῖδα· ταύτῃ τῇ ὥρᾳ τέρας γεννᾷς. Κάθισον εὐκόπως νυνὶ δή, βασίλεια, πρὸς τὸν τῆς εὐεργεσίας δοτῆρα δίφρον καὶ δίδου περισσοτέρας καὶ εὐτονωτέρας τὰς γεννητρίους ὠδῖνας. ὁ γὰρ φιλοπάρθενος Ζεὺς μηροτραφῆ τὸν εὔιον Διόνυσον ἀναδείξας, εὔδιος μεσουρανήσας, κριὸς Ἄμμων γενόμενος ἐπὶ τοῦ Ὑδροχόου 〈καὶ〉 Ἰχθύων, Αἰγύπτιον ἄνθρωπον κοσμοκράτορα βασιλέα ἀποκαθιστᾷ. ταύτῃ τῇ ὥρᾳ γέννησον.’ Ἅμα δὲ τῷ τοῦτο εἰπεῖν πεσόντος ἐπὶ γῆς τοῦ βρέφους ἀστραπὴ γέγονεν, βροντὴ ἐξήχησε, σεισμὸς ἐγένετο, ὥστε τὸν πάντα κόσμον συγκινηθῆναι.

Following chapters (13-19) →


Attalus' home page   |   28.02.15   |   Any comments?