back

Alexander Romance, Book 1

  ( chapters 13-19 )

Based on the oldest recension ( α ), as edited by W.Kroll (1926). Click on the E symbols to go to an English translation of each chapter.


← Previous chapters (1-12)

[13] E   Πρὸς ταῦτα Φίλιππος εἶπεν· ‘Ἐβουλόμην μὲν αὐτὸν μὴ θρέψαι γύναι διὰ τὸ μὴ μοῦ γέννημα εἶναι· ἐπεὶ δὲ ἀφορῶ τὴν μὲν σπορὰν ἔχειν αὐτὸν θεοῦ, τὸν δὲ τοκετὸν κοσμικῶν στοιχείων σημείωσίν τινα, τραφήτω καὶ εἰς μνήμην παιδὸς τελευτήσαντος ἐκ τῆς προτέρας μου γυναικὸς καλείσθω Ἀλέξανδρος.’ Οὕτως εἰπόντος αὐτοῦ τὸ παιδίον ἔλαβε τὴν δέουσαν ἐπιμέλειαν· στεφανηφορία δὲ καθ´ ὅλην τὴν Πέλλην καὶ Θρᾴκην καὶ τὴν Μακεδονίαν ἐγένετο. † καὶ δὴ υἱὸς παῖς ἀναβιβάζεται [τῇ ἐπιμελείᾳ καὶ] τῇ ἡλικίᾳ, οὐχ ὅμοιον ἔχει τὸν χαρακτῆρα Φιλίππου οὐδὲ Ὀλυμπιάδος. τύπον γὰρ ἐσχήκει μορφῆς † γενόμενον λεοντοκόμου ἑτερόφθαλμον· τὸ μὲν γὰρ εἶχε λευκόν, τὸ δὲ μέλαν· τοὺς δὲ ὀδόντας ὀξεῖς ὥσπερ πασσαλίσκους, τὸ δὲ ὅρμημα λέοντος ἀγρίου. πρόδηλον εἶχε τὴν φύσιν ὁποῖος ἀποβήσεται. Ἐπεὶ δὲ τῆς παιδικῆς τάξεως 〈ἐξέβη〉, παιδαγωγὸς ἦν αὐτοῦ † Λακρητητις μέλανος, τροφεὺς Λευκονίδης, διδάσκαλος δὲ γραμμάτων Πελλαῖος Πολυνείκης, μουσικῆς δὲ Λήμνιος Ἄλκιππος, γεωμετρίας Πελοποννήσιος Μένιππος, ῥητορικοῦ δὲ λόγου Ἀθηναῖος Ἀριστομένης, φιλοσοφίας δὲ Μιλήσιος Ἀριστοτέλης, ὁπλοκτυπίας δὲ † Λαμψάκης ὁ σευρωτάς. Μετὰ τὴν τῶν χρόνων οὖν ἐπιγενομένην αὔξησιν εἰς τὰ μαθήματα παιδευόμενος ὁ παῖς μελετᾷ βασιλεύειν, τάχα ὑπὸ θεοῦ τινος διδασκόμενος. μετὰ γὰρ τὴν διδαχὴν πᾶσαν διέσχιζε κατὰ μέρος τοὺς συμμαθητὰς καὶ συνῆπτεν αὐτοῖς μάχην, αὐτὸς μόνος ἑστώς, τοῖς ἡττημένοις κολλώμενος καὶ συμμαχῶν, μέχρι νικήσωσι. καὶ δὴ κομίζουσί ποτε Φιλίππῳ δῶρον οἱ τῆς Καππαδοκίας ἄρχοντες ἐκ τῶν ἱπποφορβίων πῶλον ὑπερμεγέθη πολλοῖς περιπεφρουρημένον δεσμοῖς, ἀνθρωποφάγον αὐτὸν φήσαντες εἶναι. ὃν ὑποβλέψας Φίλιππος καλὸν τυγχάνοντα εἶπεν· ‘Ἀληθῶς ἐν τούτῳ 〈πληροῦται〉 ὁ παροιμιακὸς λόγος   ἐγγὺς ἀγαθοῦ παραπέφυκε κακόν   . ἀλλ´ ἐπειδὴ ἔφθητε ἐνηνοχέναι αὐτόν, λαβόντες ὑπὸ σιδήρεον κάγκελλον ἀχάλινον βάλλοντες συγκλείσατε, ἵνα τοὺς ὑποπίπτοντας τῷ νόμῳ, ληφθέντας ἐπὶ ληστείᾳ ἢ φόνῳ αὐτῷ παραβάλωμεν.’ Εἰπόντος τοῦ βασιλέως λόγου ταχύτερον ἐγένετο.

[14] E   Ὁ δὲ Ἀλέξανδρος ηὔξανε τῇ ἡλικίᾳ, καὶ γενόμενος δωδεκαέτης μετὰ τοῦ πατρὸς εἰς τὰς παρατάξεις ἐγίνετο 〈καὶ〉 καθώπλιζεν ἑαυτὸν καὶ συνώρμα τοῖς στρατεύμασι καὶ τοῖς ἵπποις ἐφήλλετο, ὡς ὁρῶντα τὸν Φίλιππον εἰπεῖν· ‘Τέκνον, φιλῶ σου τὸν τρόπον, στυγῶ δὲ τὸν χαρακτῆρα, ἐπεὶ ἀνόμοιος μὲν τυγχάνεις τὸν χαρακτῆρα, ὅμοιος δὲ τῇ φύσει.’ Ἀποδήμου δὲ ὄντος Φιλίππου μετακαλεῖται ἡ Ὀλυμπιὰς τὸν Νεκτανεβὼ καὶ φησὶν αὐτῷ· ‘Σκέψαι τί βούλεται περὶ ἐμοῦ Φίλιππος.’ Ὁ δὲ προενεγκάμενος πίνακα συνθεὶς τοὺς ἀστέρας ἐσκέπτετο· παρακαθεζόμενος δὲ ὁ Ἀλέξανδρος εἶπε· ‘Πάτερ, οὗτοι οὓς λέγεις ἀστέρας ἐν οὐρανῷ φαίνονται;’ Ὁ δὲ εἶπε· ‘Καὶ μάλα τέκνον.’ Ὁ δὲ εἶπε· ‘Καὶ δύναμαι αὐτοὺς ἰδεῖν;’ — ‘Δύνασαι’. Ὁ δέ· ‘Πότε;’ Ὁ δέ· ‘Ἑσπέρας’. Καὶ παραλαβὼν ὁ Νεκτανεβὼς τὸν Ἀλέξανδρον ἑσπέρας γενομένης— καὶ ὁ τηλικαῦτα διανύσας προφήτης διὰ τῆς ἑαυτοῦ μαγείας, † ἀστρολογίας δὲ οὐ μικρὸς καὶ προορῶν τὰ μέλλοντα ἔσεσθαι πῶς εἰς Ἀλεξάνδρου χεῖρας ἐμπεσὼν οὐ προέγνω τότε τὴν προκειμένην αὐτῷ συμφοράν; ἄγει γὰρ αὐτὸν ἔξω τῆς πόλεως ὁ Νεκτανεβὼς καὶ ἀναβλέπων εἰς τὸν οὐρανὸν ἐδείκνυε τῷ Ἀλεξάνδρῳ τοὺς ἀστέρας, διδάσκων τὴν ἑαυτοῦ μηχανίαν. ὁ δὲ Ἀλέξανδρος ἄρας αὐτὸν ἐπ´ ὤμοις κατεκένωσεν εἰς κρημνώδη τόπον καὶ ὀχυρόν. καταπίπτων δὲ λαμβάνει φοβερῶς κατὰ τοῦ ἐγκεφάλου καὶ λέγει· ‘Τέκνον Ἀλέξανδρε, τί σοι ἔδοξε τοῦτο ποιῆσαι;’ Ὁ δὲ εἶπε· ‘Σεαυτὸν μέμφου ἀστρολόγε.’ Ὁ δέ φησι· ‘Διὰ τί;’ Ὁ δὲ εἶπεν· ‘Ὅτι τὰ ἐπὶ γῆς μὴ ἐπιστάμενος τὰ τοῦ οὐρανοῦ ζητεῖς εἰδέναι.’ Ὁ δὲ εἶπε· ‘Τελευτῶ Ἀλέξανδρε· φοβερῶς εἴληφα τὸ πρᾶγμα. ἀλλ´ οὐκ ἔστιν οὐδένα θνητὸν νικῆσαι τὴν εἱμαρμένην. ὡς γὰρ ἐμοιρολόγησα ἐμαυτόν, ηὗρον εἱμαρμένον μοι ὑπὸ ἰδίου τέκνου ἀναιρεθῆναι· οὐκ ἐξέφυγον οὖν τὴν μοῖραν, ἀλλ´ ὑπὸ σοῦ ἀνῃρέθην.’ Εἶπε δὲ ὁ Ἀλέξανδρος· ‘Ἐγὼ οὖν σοῦ υἱὸς τυγχάνω;’ Ἔφη αὐτῷ· ‘Ναὶ τέκνον.’ Ὁ δὲ εἶπε· ‘Πῶς γέγονε τοῦτο;’ Ὁ δὲ Νεκτανεβὼς διηγήσατο αὐτῷ τὴν ἀπ´ Αἰγύπτου φυγὴν καὶ τὴν εἴσοδον τὴν πρὸς Ὀλυμπιάδα καὶ πῶς εἰσῆλθε πρὸς αὐτὴν ὡς θεὸς Ἄμμων καὶ συνεμίγη αὐτῇ. Λέγων 〈δὲ〉 ταῦτα ἐξέπνευσε. Μαθὼν οὖν Ἀλέξανδρος αὑτοῦ πατέρα τὸν τελευτήσαντα εἶναι ἐφοβήθη αὐτὸν ἀφεῖναι ἐν τῷ βόθρῳ, μὴ θηριόβρωτος γένηται· νὺξ γὰρ ἐπέφρα καὶ ἐρημία ἦν. στοργὴν δὲ λαβὼν πρὸς τὸν σπείραντα ἔφη πρὸς αὐτόν· ‘Οὐκ εὖ ἐποίησας πάτερ, ὡς αὐτὸς ἔφης, μὴ ἐγχειρισάμενος ἡμῖν ζῶν τὸ γεγονὸς παρὰ σοῦ, ἵνα καὶ ἡμεῖς ἐπεγνωκότες τὸν σπείραντα ἀμοιβαῖς † εἰς σὲ πράξωμεν 〈καὶ〉 χρησταῖς ἀποδόσεσι. καρτερήσας οὖν ἕως θανάτου προσεπόρισας σεαυτῷ τὸν ἄξιον μισθὸν ὑπὲρ ἑκάστης γοητείας ἧς ἔπραξας καὶ τῆς εἰς Φίλιππον καὶ Ὀλυμπιάδα ἀπατήσεως τῆς παρὰ σοῦ γεγενημένης. τοίνυν ἐγὼ μὲν ἀλγῶ πάτερ ἐπὶ τῷ γεγενημένῳ παρ´ ἐμοῦ, ἀναίτιος 〈δὲ〉 τυγχάνω· αἴτιος γὰρ σὺ σεαυτῷ κατέστης τῆς τελευτῆς. βαστάξας ἐπ´ ἐμοῖς ὤμοις σὸν σκῆνος ἀποκομίσω πρὸς τὴν ἐμαυτοῦ μητέρα, ἐξαγγέλλων αὐτῇ τὰ πεπραγμένα, καὶ συμβουλεύσω τὴν σὴν ταφὴν γενέσθαι.’ Ταῦτα εἰπὼν τίθεται αὐτὸν ἐπὶ τῶν ὤμων γενναίως καὶ φέρει εἴσω τῶν πυλῶν· εἰσελθὼν δὲ πρὸς τὴν μητέρα διηγήσατο αὐτῇ, ὅσα ἤκουσε παρ´ αὐτοῦ, καὶ ὅτι δεῖ αὐτὸν ταφῆς τυχεῖν. ἡ δὲ θαυμάσασα καὶ ἑαυτῆς καταγνοῦσα ὡς πλανηθεῖσα μαγείαις καὶ προδοθεῖσα ἀνοήτως ἔθαψε πρεπόντως τὸν Νεκτανεβὼ καὶ τάφον ποιησαμένη ἐκεῖ ἔθετο.

[15] E   Ἐπανελθὼν δὲ ὁ Φίλιππος εἰς τὰ ἴδια βασίλεια ἔπεμψεν εἰς Δελφοὺς χρησμὸν ληψόμενος, τίς ἄρα μετ´ αὐτὸν βασιλεύσει καὶ δόρατι πάντας ὑποτάξει. ἔφη δὲ ὁ χρησμός· ‘Ὅστις τὸν Βουκέφαλον ἵππον διὰ μέσης 〈τῆς〉 Πέλλης ἁλλόμενος ὁδεύσει.’ Ἐκλήθη δὲ 〈ὁ〉 ἵππος Βουκέφαλος, ἐπειδὴ ἐν τῷ μηρῷ αὐτοῦ ἔγκαυμα βοὸς κεφαλὴν ἐξέφηνεν. ὁ δὲ Φίλιππος ἀκούσας τὸν χρησμὸν καθορᾶν προσεδόκα νέον Ἡρακλέα.

[16] E   Ἀλέξανδρος δὲ Ἀριστοτέλει τῷ Μιλησίῳ σοφιστῇ μόνῳ ἐκέχρητο. καὶ πολλῶν ὄντων παίδων τῷ Ἀριστοτέλει ἐπὶ μαθήμασιν, ὄντων δὲ καὶ βασιλέων υἱῶν, εἶπε πρὸς ἕνα ὁ Ἀριστοτέλης· ‘Ἐὰν κληρονομήσῃς 〈τὸ〉 τοῦ πατρὸς βασίλειον, τί μοι παρέξεις τῷ καθηγητῇ σου;’ Ὁ δὲ εἶπεν· ‘Ἔσῃ παρ´ ἐμοὶ συνδίαιτος κοσμοκράτωρ, καὶ ἔνδοξον [ἄνδρα] παρὰ πᾶσίν σε ποιήσω.’ Ἑτέρου δὲ ἐπύθετο· ‘Εἰ δὲ σὺ τέκνον παραλάβῃς τὸ βασίλειον τοῦ πατρός σου, πῶς μοι χρήσῃ;’ Ὁ δὲ εἶπε· ‘Διοικητήν σε ποιήσω καὶ τῶν ὑπ´ ἐμοῦ κρινομένων σύμβουλον.’ Ἄλλου δὲ καὶ ἄλλου ἐπύθετο καὶ τὰς ὑποσχέσεις λαμβάνει· εἶπε δὲ καὶ Ἀλεξάνδρῳ· ‘Καὶ σὺ τέκνον, εἰ παραλάβῃς τὸ βασίλειον παρὰ τοῦ πατρός σου, πῶς μοι χρήσῃ τῷ καθηγητῇ σου;’ Ὁ δὲ εἶπε· ‘Περὶ μελλόντων μου πραγμάτων πυνθάνῃ, τῆς αὔριον ἐνέχυρον μὴ ἔχων; τότε δώσω, ἐάν μοι δόξῃ, τοῦ καιροῦ καὶ τῆς ὥρας τὴν ὑπόσχεσιν τοῦ παρασχεῖν ἐπιτρεχόντων.’ Καὶ εἶπεν ὁ Ἀριστοτέλης· ‘Χαίροις κοσμοκράτωρ· σὺ γὰρ εἶ βασιλεὺς μέγιστος.’ Ὑπὸ πάντων μὲν οὖν ὁ Ἀλέξανδρος ἐφιλεῖτο ὡς φρενήρης καὶ πολεμιστής, ὑπὸ δὲ τοῦ Φιλίππου ἐν ἀμφιβολίᾳ ἦν· ἔχαιρε γὰρ ὁρῶν αὐτὸν τοιοῦτον ἀρειμάνιον, ἐλυπεῖτο δὲ μὴ ὅμοιον αὐτὸν ὁρῶν τοῦ ἰδίου χαρακτῆρος.

[17] E   Γενομένου δὲ τοῦ Ἀλεξάνδρου ἐτῶν ιδʹ ἐν μιᾷ τῶν ἡμερῶν ἐκ τύχης διερχόμενος τὸν τόπον, ὅπου ἐνέκειτο ὁ Βουκέφαλος, ἤκουσε χρεμετισμοῦ φοβερωτάτου· καὶ ἐπιστραφεὶς πρὸς τοὺς φίλους φησίν· ‘Ἄνδρες, οὗτος χρεμετισμὸς ἵππου ἢ λέοντος βρύχημα;’ Παρεπόμενος δὲ τούτῳ Πτολεμαῖος 〈ὁ〉 ὕστερον σωτὴρ ἐπικληθείς φησιν· ‘Οὗτός ἐστιν ὁ Βουκέφαλος, ὃν ὁ πατήρ σου ἐνέκλεισεν διὰ τὸ ἀνθρωποφάγον αὐτὸν εἶναι.’ Ἐπακούσας δὲ ὁ ἵππος τῆς τοῦ Ἀλεξάνδρου λαλιᾶς ἐχρεμέτισεν ἐκ δευτέρου οὐχ ὡς πάντοτε φοβερὸν καὶ γοερόν, ἀλλὰ μειλίχιον, τάχα ὑπὸ θεοῦ ἐπιτασσόμενος· καὶ θεασάμενος αὐτὸς ὁ Βουκέφαλος τὸν Ἀλέξανδρον προέτεινε τοὺς πόδας ἔμπροσθεν καὶ τὰ πάντα ἐκίνησεν, ὡς τῷ ἰδίῳ δεσπότῃ λιτανείας ὑποφαίνων. ὁ δὲ Ἀλέξανδρος θεασάμενος αὐτοῦ τὴν καινὴν πρόσοψιν 〈καὶ〉 λείψανα πολλῶν ἀνθρώπων βιοθανατησάντων ἠλέησεν ὡς ἄνθρωπος 〈καὶ〉 παραγκωνισάμενος τοὺς φυλάσσοντας ἠνέῳξε τὸ κάγκελλον τῇ ἑαυτοῦ † τάξει πεποιθώς· καὶ δραξάμενος τῆς τοῦ ἵππου χαίτης ὑποτεταγμένου αὐτῷ † γεννήσει δ´ ἂν ἀχαλίνωτον. δραμὼν δέ τις εὐθέως ἀπαγγέλλει τῷ Φιλίππῳ τὸ γεγονός· ὁ δὲ ὑπομνησθεὶς τοῦ χρησμοῦ ὑπήντησε τῷ υἱῷ καὶ ἠσπάσατο εἰπών· ‘Ἀλέξανδρε κοσμοκράτωρ, χαίροις μοι.’

[18] E   Ὁ οὖν Φίλιππος ἱλαρὸς ἐπὶ τῇ τοῦ τέκνου ἐλπίδι γεγηθότως διετέλει· ὁ δὲ Ἀλέξανδρος πεντεκαιδεκαέτης γεγονὼς ἐν μιᾷ τῶν ἡμερῶν εὐκαιροῦντα τὸν πατέρα εὑρὼν καταφιλήσας φησί· ‘Πάτερ δέομαί σου, ἐπίτρεψόν μοι εἰς Πίσας πλεῦσαι.’ ὁ δὲ εἶπεν ‘ . . . οὐχὶ πάτερ, ἀλλ´ αὐτὸς ἀγωνίσασθαι.’ — ‘Καὶ ποῖον’, φησίν, ‘ἄσκημα ἀσκήσας τοῦτο ἐπιθυμεῖς; οἶδα γὰρ ὅτι ὡς βασιλέως υἱὸς οὐδὲν πλέον πολεμικῶν ἀσκημάτων ἀγωνίζῃ· οὔτε γὰρ πάλην οὔτε παγκράτιον οὔτε ἕτερόν τι τῶν γυμναστικῶν ἐγυμνάσω.’ Ὁ δὲ Ἀλέξανδρος ἔφη· ‘Ἁρματηλατῆσαι βούλομαι πάτερ.’ Ὁ δὲ εἶπε· ‘Τέκνον, προνοηθήσονται ἵπποι ἐκ τῶν ἐμῶν ἱπποστασιῶν, καὶ οὗτοι συμπαρακολουθήσουσιν εὐθέως· σὺ δὲ ἐπιμελῶς ἑαυτὸν ἐπίσχες, ὡς ὁ ἀγὼν ἐνδοξότατος.’ Ὁ δὲ εἶπε· ‘Σύ μοι μόνον ἐπίτρεψον· ἐγὼ γὰρ ἔχω ἐμαυτῷ ἵππους, οὓς ἐκ νέας ἡλικίας ἔθρεψα.’ Καταφιλήσας τοῦτον ὁ Φίλιππος καὶ θαυμάσας τὴν προθυμίαν αὐτοῦ φησι· ‘Τέκνον, εἰ βούλει πορεύου.’ Ἀπελθὼν οὖν ἐπὶ 〈τὸν〉 λιμένα ἐκέλευσε νῆα καινὴν καθελκυσθῆναι καὶ τοὺς ἵππους ἅμα τοῖς ἅρμασιν ἐμβληθῆναι [εἶπεν]· ἐπενέβη δὲ καὶ αὐτὸς ἅμα τῷ φίλῳ Ἡφαιστίωνι καὶ εὐπλοήσας παρεγένετο εἰς Πίσας. ἐκβὰς δὲ καὶ λαβὼν ξένια ἐκέλευσε τοῖς θεράπουσι γενέσθαι περὶ τὴν τῶν ἵππων ἐπιμέλειαν, καὶ αὐτὸς ἅμα τῷ Ἡφαιστίωνι ἐπὶ περίπατον ἐξῄει. τούτοις συνήντησε Νικόλαος ὀνόματι, ἀνδροφυὴς τῇ ἡλικίᾳ, βασιλεὺς [ἀβέβαιος] Ἀκαρνάνων, πλούτῳ καὶ τύχῃ, δυσὶ θεοῖς ἀστάτοις, φρυαττόμενος καὶ τῇ τοῦ σώματος δυνάμει πεποιθώς. 〈καὶ〉 προσελθὼν ἠσπάσατο τὸν Ἀλέξανδρον, ἅμα δὲ ἐπὶ τί πάρεστι θέλων μαθεῖν [καὶ] εἶπε· ‘Χαίροις μειράκιον.’ Ὁ δὲ εἶπε· ‘Χαίροις καὶ σύ, ὅστις ποτὲ τυγχάνεις.’ Ὁ δέ φησι· ‘Τίνα που ἐμὲ προσαγορεύεις; ἐγώ εἰμι Νικόλαος τοὔνομα βασιλεὺς Ἀκαρνάνων.’ Ὁ δὲ Ἀλέξανδρος εἶπε· ‘Μὴ οὕτως γαυριῶ Νικόλαε βασιλεῦ, ὡς ἱκανὸν ἔχων περὶ τῆς αὔριον ἐνέχυρον ζωῆς· ἡ τύχη οὐχ ἕστηκεν ἐφ´ ἑνὸς τόπου, ῥοπὴ δὲ μεταβάλλει καὶ τοὺς ἀλαζόνας αὐχενίζει.’ Ὁ δέ φησι· ‘Λέγεις μὲν ὀρθῶς· ἐπὶ τί δὲ παρεγένου ἐνταῦθα; ἔμαθον γὰρ ὅτι Φιλίππου Μακεδόνος παῖς τυγχάνεις.’ Ὁ δὲ εἶπε· ‘Πάρειμι ἀγωνισόμενος οὐ τὸν ἱππαστήν (καὶ γὰρ ἔτι μικρός εἰμι τῇ ἡλικίᾳ) οὐδὲ 〈τὸν〉 συνωρίδος οὐδὲ ἕτερόν τινα τοιοῦτον.’ Ὁ δὲ εἶπε· ‘Τί οὖν βούλει;’ Ὁ δέ· ‘Ἁρματηλατῆσαι θέλω.’ Διαζέσας 〈δὲ〉 τῇ χολῇ ὁ Νικόλαος καὶ τῆς αὐτοῦ καταφρονήσας ἡλικίας, οὐ μαθὼν τὸ τῆς ψυχῆς ἔγκυμον ἐνέπτυσεν αὐτῷ καὶ λέγει· ‘Μή σοι καλὸν γένοιτο.’ Ὁ δὲ δεδιδαγμένος τῆς φύσεως ἐγκρατεύεσθαι, ἀπομαξάμενος τὸν ἐν ὕβρει πτύελον καὶ μειδιάσας θανάσιμόν φησι· ‘Νικόλαε, ὄμνυμι ἁγνὴν τοῦ ἐμοῦ πατρὸς σπορὰν καὶ μητρὸς γαστέρα ἱεράν, ὡς καὶ ἐνθάδε ἅρματί σε νικήσω καὶ ἐν τῇ πατρίδι Ἀκαρνάνων δόρατί σε λήψομαι.’ Ταῦτα εἰπόντες ἀπέστησαν ἀπ´ ἀλλήλων διαδακνόμενοι.

[19] E   Μετὰ δὲ ὀλίγας ἡμέρας ἐνέστη ἡ τοῦ ἀγῶνος προθεσμία, καὶ εἰσῆλθον ἁρματηλάται ἐννέα, ἐξ ὧν τέσσαρες υἱοὶ βασιλέων, αὐτὸς ὁ Νικόλαος καὶ Ξανθίας Βοιώτιος καὶ Κίμων Κορίνθιος καὶ αὐτὸς Ἀλέξανδρος· οἱ δὲ ἄλλοι στρατηγῶν καὶ σατραπῶν υἱοί. ἐτέθη ὑδρία καὶ ἐκληρώθη· ἔλαχεν αʹ Νικόλαος, βʹ Ξανθίας, γʹ Κίμων, δʹ Κλειτόμαχος Ἀχαιός, εʹ Ἀρίστιππος Ὀλύνθιος, ϛʹ Πίερος Φωκαεύς, ζʹ Λάκων Λίνδιος, ηʹ Ἀλέξανδρος Μακεδών, θʹ Νικόμαχος Λοκρός. ἔστησαν ἐπὶ τὴν ἱππαφεσίαν ἐποχούμενοι τοῖς ἅρμασιν· ὠλόλυξεν ἡ σάλπιγξ τὸ ἐναγώνιον μέλος, ἀφέθη ἡ ἀφετηρία, προεπήδησαν πάντες ὀξεῖ ὁρμήματι . . . πρῶτον καμπτῆρα καὶ δεύτερον καὶ τρίτον τε καὶ τέταρτον . . . ὑστερήσαντες ἀτονησάντων τῶν ἵππων λιποψυχησάντων· τέταρτος ἦν Ἀλέξανδρος ἐλαύνων, ὄπισθεν 〈δὲ〉 αὐτοῦ Νικόλαος οὐχ οὕτως ἔχων τὸ νικῆσαι ὡς τὸ ἀνελεῖν τὸν Ἀλέξανδρον· ἦν γὰρ ὁ πατὴρ Νικολάου ἐν τῷ πολέμῳ ὑπὸ Φιλίππου ἀναιρεθείς. τοῦτο οὖν γνοὺς ὁ φρενήρης Ἀλέξανδρος, πεσόντων τῶν ἐλαυνόντων πρώτων συγχωρεῖ τῷ Νικολάῳ παρελθεῖν· ὁ δὲ Νικόλαος οἰηθεὶς νενικηκέναι τὸν Ἀλέξανδρον διαβαίνει ἐλπίδας ἔχων στεφανωθῆναι ὡς νικητής· μετὰ δὲ δύο καὶ τρία στάδια κονδυλίζει ὁ 〈δεξιὸς〉 ἵππος Νικολάου καὶ καταπίπτει ὅλον τὸ ἅρμα σὺν αὐτῷ τῷ ἡνιόχῳ· ὁ δὲ ἐπιβὰς τῇ ὁρμῇ τῶν ἵππων ὁ Ἀλέξανδρος παραυτὰ ἀνῄρηκε τὸν Νικόλαον. καὶ ἀναβαίνει ἐστεμμένος τὸν κότινον παρὰ τὸν Ὀλύμπιον Δία. ὁ δὲ νεωκόρος φησὶν αὐτῷ· ‘Ἀλέξανδρε, ὡς Νικόλαον ἐνίκησας, οὕτω καὶ πολλοὺς πολεμίους νικήσεις.’

Following chapters (20-32) →


Attalus' home page   |   28.02.15   |   Any comments?