back

Alexander Romance, Book 1

  ( chapters 33-41 )

Based on the oldest recension ( α ), as edited by W.Kroll (1926). Click on the E symbols to go to an English translation of each chapter.


← Previous chapters (20-32)

[33] E   Εὗρε δὲ † ἐπὶ πέντε ὑψηλοτάτας λοφίας, † ὅπερ εἰσὶν ἥλιος καὶ Ἡλίωνος στῦλοι καὶ τὸ ἡρῷον. ἐζήτει 〈δὲ〉 καὶ τὸ Σαραπεῖον κατὰ τὸν χρησμὸν τὸν δοθέντα αὐτῷ ὑπὸ τοῦ Ἄμμωνος [καὶ] τοῦ πάντων δυναμικωτάτου θεῶν·

  ὦ βασιλεῦ 〈σοι〉 Φοῖβος ὁ μηλόκερως ἀγορεύει·
  εἴ γε θέλεις αἰῶσιν ἀγηράτοισι νεάζειν,
  κτίζε πόλιν περίφημον 〈ὑπὲρ Πρωτηίδα νῆσον,〉
  ἧς προκάθητ´ 〈Αἰὼν〉 Πλουτώνιος 〈αὐτὸς〉 ἀνάσσων
  πενταλόφοις κορυφαῖσιν ἀτέρμονα κόσμον ἑλίσσων.

ἐζήτει οὖν τὸν θεὸν τὸν πάντα δερκόμενον. καὶ δὴ ποιήσας μέγιστον βωμὸν ἀντικρὺς τοῦ ἱεροῦ, ὃς νῦν καλεῖται βωμὸς Ἀλεξάνδρου, πολυτελῆ θυσίαν ἐπετέλεσε καὶ ἐπευξάμενος εἶπεν· ‘Ὅστις ποτ´ οὖν τυγχάνεις θεὸς προνοούμενος ταύτης τῆς γῆς καὶ τὸν ἀτέρμονα κόσμον ἐπιδέρκῃ, παράδεξαι τὴν θυσίαν καὶ βοηθός μοι γενοῦ εἰς τοὺς πολέμους.’ 〈Ταῦτα〉 εἰπὼν ἐπέθηκε τὰ ἱερὰ ἐπὶ τοῦ βωμοῦ· αἰφνιδίως δὲ μέγας ἀετὸς καταπτὰς ἥρπασε τὰ σπλάγχνα τοῦ θύματος καὶ φερόμενος δι´ ἀέρος ἐπί τινος ἑτέρου βωμοῦ ἀφῆκεν· ἀκολουθήσαντες 〈δὲ〉 οἱ κατάσκοποι ἐσήμαναν τῷ βασιλεῖ Ἀλεξάνδρῳ τὸν τόπον· ὁ δὲ τάχιον ἐκεῖ παραγενόμενος εἶδε τὰ σπλάγχνα ἐπὶ τοῦ βωμοῦ κείμενα καὶ ναὸν ὑπὸ ἀρχαιότητος καθιδρυμένον, ξόανον δὲ ἔνδον καθεζόμενον, ὃ θνητὴ φύσις οὐχ εὗρεν ἀπαγγεῖλαι· παρειστήκει δὲ τῷ ἀφράστῳ ξοάνῳ κόρης ἄγαλμα μέγιστον. καὶ ἐπυνθάνετο τῶν ἐκεῖ κατοικούντων, τίς ὁ θεὸς τυγχάνει· οἱ δὲ ἔφασκον μὴ εἰδέναι μέν, παρειληφέναι δὲ παρὰ τῶν προπατόρων Διὸς καὶ Ἥρας ἱερὸν εἶναι. ἐν ᾧ καὶ τοὺς ὀβελίσκους ἐθεάσατο τοὺς μέχρι νῦν κειμένους ἐν τῷ Σαραπείῳ ἔξω τοῦ περιβόλου τοῦ νῦν γενομένου, οἳ ἦσαν κεχαραγμένοι γράμμασιν ἱερατικοῖς. ὁ δὲ Ἀλέξανδρος ἐπύθετο, τίνος εἰσὶν οἱ ὀβελίσκοι· οἱ δὲ ἔλεγον· ‘Βασιλέως κοσμοκράτορος Σεσογχώσεως.’ Κεῖται δὲ ἡ ἐπιγραφὴ αὕτη ἱερατικοῖς γράμμασι· ‘Βασιλεὺς Αἰγύπτου Σεσόγχωσις κοσμοκράτωρ τῷ προφανεῖ τοῦ κόσμου θεῷ Σαράπι ἀνέθηκεν.’ Εἶπεν οὖν ὁ Ἀλέξανδρος ἀποβλέψας εἰς τὸν θεόν· ‘Μέγιστε ὦ Σάραπι, εἰ σὺ τυγχάνεις τοῦ κόσμου θεός, δήλωσόν μοι.’ Ὤφθη δὲ αὐτῷ διὰ τῶν ὕπνων ὁ μέγιστος θεὸς καὶ εἶπεν· ‘Ἀλέξανδρε ἐξελάθου, τί εἶπες ποιῶν τὴν θυσίαν; οὐ σὺ εἶπες· "ὅστις ποτ´ οὖν τυγχάνεις προνοούμενος ταύτης τῆς γῆς καὶ τὸν ἀτέρμονα κόσμον ἐπιδέρκῃ, παράδεξαι τὴν θυσίαν καὶ βοηθός μοι γενοῦ εἰς τοὺς πολέμους." καὶ αἰφνιδίως ἀετὸς καταπτὰς ἁρπάσας τὰ σπλάγχνα ἔθηκεν ἐπὶ τοῦ βωμοῦ; οὐκ ἦν σε ἐπιγνῶναι, ὅτι ἐγώ εἰμι ὁ πάντων προνοούμενος θεός;’ Τοῦ δὲ κατὰ τοὺς ὀνείρους παρακαλοῦντος τὸν θεὸν καὶ λέγοντος· ‘Εἰ διαμενεῖ ἡ πόλις αὕτη 〈ἡ〉 ἐπὶ τῷ ὀνόματί μου κτιζομένη Ἀλεξάνδρεια εἴτε μεταβληθήσεταί μου τὸ ὄνομα εἰς ἑτέρου βασιλέως ὀνομασίαν, μήνυσόν μοι.’ Ὁρᾷ δὲ τὸν θεὸν κρατοῦντα αὐτὸν τῆς χειρὸς καὶ φέροντα παρά τι ὄρος μέγιστον καὶ λέγοντα· ‘Ἀλέξανδρε δύνασαι μεταθεῖναι τοῦτο τὸ ὄρος εἰς ἕτερον μέρος;’ Ὑπενόησε λέγειν· ‘Οὐ δύναμαι κύριε.’ Καὶ ὁ θεὸς εἶπεν· ‘Οὕτως οὐδὲ τὸ σὸν ὄνομα δύναται εἰς ἑτέρου βασιλέως ὀνομασίαν μεταβληθῆναι. ἀλλὰ καὶ αὐξηθήσεται ἀγαθοῖς Ἀλεξάνδρεια, αὔξουσα τὰς προγενεστέρας ἑαυτῆς πόλεις.’ Ὁ δὲ Ἀλέξανδρος εἶπε· ‘Κύριε ἔτι τοῦτό μοι δήλωσον, πότε καὶ πῶς μέλλω μεταλλάσσειν.’ Τὸν δὲ θεὸν λέγειν·

  ‘Ἄλυπόν ἐστι καὶ καλὸν καὶ τίμιον
  θνητὸν γεγονότα μὴ προειδέναι, πότε
  ἔστιν τὸ τέρμα τῆς τελευτῆς τοῦ βίου.
  βροτοὶ γὰρ ὄντες οὐ νοοῦσιν ἐν φρεσίν
  ἀθάνατον εἶναι τὸν βίον τὸν ποικίλον,
  ὅταν ἔχωσιν ἄγνοιαν τῶν συμφορῶν.
  τὸ δ´ αὐτὸ καὶ σὺ τοῦτο κάλλιστον δόκει,
  τὸ μέλλον εἴ σοι μὴ προειδέναι φίλον.
  ἐπεὶ δ´ ἐρωτᾷς αὐτὸς ἐκμαθεῖν θέλων,
  ἔνεστι· πεύσῃ συντόμως οὕτω τόδε.
  σὺ μὲν ταγαῖσι ταῖς ἐμαῖς νέος γεγώς
  τὰ φῦλα πάντα καθυποτάξεις βαρβάρων . . .
  † ἥξεις δὲ πόλιν ποθητὴν κόσμου κόσμον ἔνθεον.
  καιρῶν δὲ πλείστων καὶ χρόνων προβαινόντων
  καὐτὴ προβήσετ´ ἐν ἀγαθοῖς, κοσμουμένη
  ναοῖσι πολλοῖς καὶ τεμένεσι ποικίλοις
  κάλλει τε μεγέθει τῶν ὄχλων εὐπληθείᾳ.
  καὶ πᾶς ἐς αὐτὴν εἰσελεύσεται μένειν
  τῆς πρὶν τεκούσης ἐκλελησμένος γύης.
  ἐγὼ δὲ ταύτης προστάτης γενήσομαι
  ἔθε . . . προκαθίσας † ἀοράτοις
  τὴν γῆν † ἑδράσας καὶ τάξας πόλον μένειν,
  βυθοὺς ἁπλώσας καὶ τὸ πῦρ ἐκφοιβάσας,
  νότον δὲ θαμβῶν μὴ πνέειν δυσήμερον,
  ὅπως τὰ χαλεπὰ τῶν πονηρῶν δαιμόνων
  μηδὲν δυνηθῇ διαταράξαι τὴν πόλιν.
  σεισμὸς γὰρ ἔσται πρὸς ὀλίγον λιμός θ´ ἅμα
  λοιμός θ´ ὁμοίως, πόλεμος οὐ βαρὺς φόνῳ,
  ἀλλ´ ὡς ὄνειρον διαδραμοῦνται τὴν πόλιν.
  πολλοὶ δὲ διὰ βίου σε πάντῃ πάντοτε
  καθὼς θεὸν γεγονότα προσκυνήσουσιν.
  σὺ δ´ ἀποθεωθεὶς προσκυνηθήσῃ θανών
  καὶ δῶρα λήψῃ βασιλέων. σὺ πάντοτε
  οἰκήσεις αὐτὴν καὶ θανὼν καὶ μὴ θανών·
  τάφον γὰρ ἕξεις αὐτὸς ἣν κτίζεις πόλιν.
  † πείσω δὲ Ἀλέξανδρε τίς πέφυκ´ ἐγώ·
  δὶς ἑκατὸν ἤδη καὶ μίαν ψῆφον σύνθες,
  εἶθ´ ἑκατὸν ἄλλας καὶ μίαν, † τετράκις εἴκοσι καὶ δέκα,
  λαβὼν δὲ πρῶτον γράμμα ποίησον ἔσχατον·
  καὶ τότε νοήσεις, τίς πέφυκ´ ἐγὼ θεός.’

Ὁ μὲν οὖν θεὸς χρηματίσας εἰς ἑαυτὸν ἀνεχώρησεν· ὁ δὲ Ἀλέξανδρος διεγερθεὶς τῶν ὕπνων καὶ ἀναποδίσας τὸν χρησμὸν ἐπέγνω τὸν τῶν ὅλων θεὸν μέγαν Σάραπιν. βωμὸν δὲ μέγαν ἱδρυσάμενος ἱερά τε ἄξια τῷ θεῷ ἐκέλευσε κομίζεσθαι καὶ ἀποσφάξαντας ἐπιβάλλειν εἰς τὸν βωμόν· λιβάνου δὲ πλῆθος καὶ ἀρωμάτων παντοίων σωρηδὸν ἐπιβάλλων ἐκέλευσεν εὐωχεῖσθαι πάντας. Κελεύει δὲ καὶ Παρμενίωνι ἀρχιτέκτονι ξόανον κατασκευάσαι δωμησάμενον τέμενος ἐμφερὲς τοῖς Ὁμηρικοῖς στίχοις, ὡς εἶπεν ἐκεῖνος ὡδί που 〈ὁ〉 ἀοίδιμος Ὅμηρος.

  ἦ καὶ κυανέῃσιν ἐπ´ ὄφρυσι νεῦσε Κρονίων·
  ἀμβρόσιαι δ´ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος
  κρατὸς ἀπ´ ἀθανάτοιο, μέγαν δ´ ἐλέλιξεν Ὄλυμπον.

ὁ μὲν οὖν Παρμενίσκος κατεσκεύασε τὸ καλούμενον Παρμενίσκου Σαραπεῖον. καὶ τὰ μὲν τῆς κατασκευῆς τῆς πόλεως οὕτως ἔχει.

[34] E   Ὁ δὲ Ἀλέξανδρος παραλαβὼν τὰ στρατεύματα ἐπείγετο εἰς τὴν Αἴγυπτον, πέμψας τὰ λίβερνα περιμένειν αὐτὸν εἰς Τρίπολιν. ἔκαμνε δὲ τὸ στράτευμα τῆς ὁδοιπορίας δυσχεροῦς οὔσης. ὑπαντῶντες 〈δὲ〉 τῷ Ἀλεξάνδρῳ κατὰ πᾶσαν πόλιν οἱ προφῆται τοὺς ἰδίους θεοὺς κομίζοντες ἀνηγόρευον αὐτὸν νέον Σεσόγχωσιν κοσμοκράτορα. ἐπειδὴ δὲ εἰς τὴν Μέμφιν παρεγένετο, ἐνεθρόνιζον αὐτὸν εἰς τὸ τοῦ Ἡφαίστου ἱερὸν θρονιστήριον καὶ ἐστόλιζον ὡς Αἰγύπτιον βασιλέα. Ὁρᾷ δὲ ὁ Ἀλέξανδρος ἀνδριάντα μέλανος λίθου καὶ ἐπιγραφὴν εἰς τὴν βάσιν· ‘Ὁ φυγὼν βασιλεὺς πάλιν ἥξει εἰς Αἴγυπτον, οὐ γηράσκων ἀλλὰ νεάζων, καὶ τοὺς ἡμῶν ἐχθροὺς Πέρσας ἡμῖν ὑποτάξει.’ Ἐπυνθάνετο δέ, τίνος ὁ ἀνδριάς; οἱ δὲ εἶπον· ‘Οὗτός ἐστιν ὁ ὕστατος ἡμῶν γενόμενος βασιλεὺς Νεκτανεβώ, ὅστις ἐρχομένων τῶν Περσῶν τὴν Αἴγυπτον πολεμῆσαι εἶδε διὰ τῆς μαγικῆς δυνάμεως τοὺς θεοῦς τῶν Αἰγυπτίων στρατοπεδάρχας τῶν πολεμίων τυγχάνοντας εἰς τὴν Αἴγυπτον [ὃς] καὶ μαθὼν τὴν ὑπ´ αὐτῶν γενομένην προδοσίαν ἔφυγεν. ζητούντων δὲ ἡμῶν αὐτὸν 〈καὶ〉 ἀξιούντων τοὺς ἰδίους θεούς, ποῦ ἔφυγεν ὁ βασιλεύς, ἐχρημάτισεν ἡμῖν ὁ ἐν τῷ ἀδύτῳ τοῦ Σινωπείου θεὸς οὕτως· ’Ὁ φυγὼν βασιλεὺς πάλιν ἥξει ἐν Αἰγύπτῳ, οὐ γηράσκων ἀλλὰ νεάζων, καὶ τοὺς ἡμῶν ἐχθροὺς Πέρσας ἡμῖν ὑποτάξει.‘ Ταῦτα ἀκούσας ὁ Ἀλέξανδρος ἀνάλλεται ἐπὶ τοῦ ἀνδριάντος καὶ περιπλέκεται εἰπών· ’Οὗτος ἐμὸς πατήρ ἐστιν· τούτου ἐγὼ υἱὸς τυγχάνω. οὐκ ἐψεύσατο ὑμᾶς ὁ τοῦ θεοῦ χρησμός. καίτοι θαυμάζω, πῶς ὅλως κατελήφθητε ὑπὸ βαρβάρων τείχη ἔχοντες ἀχειροποίητα, μὴ δυνάμενα καταβληθῆναι ὑπὸ πολεμίων. ποταμοὶ γάρ εἰσι κυκλόθεν οἱ φυλάσσοντες ὑμῶν τὴν πόλιν καὶ τρίβοι σκολιοὶ δύσκαμποι, ὡς μὴ δύνασθαι πλῆθος στρατιᾶς ἐπιβῆναι· καὶ γὰρ ἐγὼ πρὸς ὑμᾶς μετ´ ὀλίγων ἐρχόμενος ἔκαμνον διὰ τὴν δυσέκβατον ὁδόν. ἀλλὰ τοῦτο τῆς τῶν θεῶν προνοίας καὶ δικαιότητος ἦν, ἵνα ὑμεῖς οἱ ἔχοντες [τὴν] γῆν εὔφορον καὶ ποταμὸν γόνιμον ὑποτεταγμένοι ἦτε τῇ τῶν ταῦτα μὴ ἐχόντων ἐξουσίᾳ. εἰ γὰρ μετὰ τούτων ὧν ἔχετε δωρεῶν καὶ ἐβασιλεύετε, ἔθνησκον ἂν οἱ βάρβαροι ταῦτα μὴ κεκτημένοι· ὅθεν οἱ μὲν μὴ ἔχοντες ταῦτα δύναμιν ἔχουσι πολεμικήν, οἱ δὲ ἔχοντες τέχνην γεωργικὴν δουλεύετε τοῖς μὴ ἔχουσι, καὶ οἱ μὴ ἔχοντες παρὰ τῶν ἐχόντων λαμβάνουσιν.‘ Οὕτως εἰπὼν ὁ Ἀλέξανδρος ᾔτησε παρ´ αὐτῶν φόρους, οὓς ἡτοιμάκασι Δαρείῳ, λέγων· ’Οὐχ ἵνα εἰς τὸ ἴδιον ταμιεῖον ἀπενέγκωμαι, ἀλλ´ ἵνα δαπανήσω εἰς τὴν ὑμῶν πόλιν Ἀλεξάνδρειαν τὴν πρὸς Αἰγύπτῳ μητρόπολιν οὖσαν τῆς οἰκουμένης.‘ Οὕτως αὐτοῦ εἰπόντος ἀσμένως δέδωκαν τὰ χρήματα καὶ μετὰ τιμῆς ἐξέπεμψαν αὐτὸν διὰ τοῦ Πηλουσίου.

[35] E   Ὁ δὲ 〈τὸ〉 στρατόπεδον ἀναλαβὼν καὶ ἀναζεύξας τὴν ἐπὶ Συρίαν ὁδὸν ἐποιεῖτο· ὑπηκόους δὲ ἔσχε τὰς ἔγγιστα πόλεις. κἀκεῖθεν στρατολογήσας χιλίους καταφράκτους εἰς Τύρον παρεγένετο. καὶ ἀντιτάσσονται αὐτῷ Τύριοι μὴ ἐῶντες αὐτὸν διὰ τῆς πόλεως εἰσελθεῖν κατά τινα χρησμὸν ἀρχαῖον δοθέντα αὐτοῖς τοιοῦτον· ’ἐάν, φησι, διέλθῃ ὑμᾶς βασιλεύς, ἐπὶ ἐδάφους ὑμῶν ἔρχεται ἡ πόλις.‘ ὅθεν ἀντέστησαν τοῦ μὴ εἰσελθεῖν τὸν Ἀλέξανδρον· καὶ ἀντιτάσσονται αὐτῷ Τύριοι περιτειχίσαντες ὅλην τὴν πόλιν, 〈καὶ〉 κραταιᾶς μάχης γινομένης πολλοὺς ἀναιροῦσι τῶν Μακεδόνων οἱ Τύριοι καὶ θλίβεται τὸ στράτευμα Ἀλεξάνδρου. ὑπέστρεψε δὲ ὁ Ἀλέξανδρος καὶ ἀνακτησάμενος αὑτὸν ἐζήτει Τύρον ἐκπορθῆσαι. καὶ ὁρᾷ τινὰ κατὰ τοὺς ὕπνους λέγοντα αὐτῷ· ’Μὴ γένῃ σεαυτοῦ ἄγγελος εἰς Τύρον.‘ Τοῦτο ἰδὼν ἀνίσταται τῶν ὕπνων καὶ πέμπει πρέσβεις μετ´ ἐπιστολῆς περιεχούσης οὕτως· [Ἐπιστολὴ Ἀλεξάνδρου Τυρίοις.] ’Βασιλεὺς Ἀλέξανδρος Μακεδόνων, υἱὸς Ἄμμωνος καὶ Φιλίππου βασιλέως παῖς καὶ αὐτὸς δὲ βασιλεὺς μέγιστος Εὐρώπης, Ἀσίας καὶ Λιβύης Τυρίοις τοῖς μηκέτι οὖσι λέγει. ἐγὼ τὴν ἀρχὴν † ποιούμενος τὰ ἔθνη μετ´ εἰρήνης καὶ εὐνοίας ἐβουλόμην τὴν εἴσοδον ποιήσασθαι. εἰ δὲ ὑμεῖς 〈οἱ〉 Τύριοι 〈πρῶτοι〉 τυγχάνοντες οὐ τῇ πολιτείᾳ λέγω, ἀλλὰ . . . τῇ εἰσόδῳ τῆς ὁδοιπορίας ἀντιτάσσεσθέ μοι, δι´ ὑμῶν μαθήσονται καὶ οἱ ἕτεροι, πόσον σθένουσι Μακεδόνες πρὸς τὴν ὑμῶν ἀπόνοιαν. ἔσται 〈δὲ〉 καὶ ὁ δοθεὶς χρησμὸς ἀσφαλής· διελεύσομαι γὰρ ὑμῶν τὴν πόλιν καὶ καταπεσεῖται. ἔρρωσθε σωφρονοῦντες· εἰ δὲ μή, δυστυχοῦντες.‘ Ἀναγνόντες τὴν ἐπιστολὴν οἱ πρωτόβουλοι αὐτῶν κελεύουσι τοὺς πρέσβεις μαστίζεσθαι λέγοντες· ’Ποῖός ἐστιν ὑμῶν Ἀλέξανδρος;‘ Τῶν δὲ λεγόντων μηδένα εἶναι ἀνασταυροῦσιν αὐτούς. Ὁ δὲ Ἀλέξανδρος μαθὼν ἐζήτει, πῶς καταλάβῃ Τυρίους· ἄλογον γὰρ αὐτῶν ἡγεῖτο . . . ὁρᾷ δὲ κατὰ τοὺς ὕπνους ἕνα 〈τῶν〉 τοῦ Διονύσου προπόλων Σάτυρον ἐπιδιδόντα αὐτῷ τυρόν, αὑτὸν δὲ λαβόντα τοῖς ποσὶν αὐτὸν συμπατεῖν. ἀναστὰς δὲ διηγήσατό τινι ὀνειροπόλῳ· ὁ δὲ εἶπε· ’Βασιλεῦ Ἀλέξανδρε, σοὶ Τύρος γίνεται ὑποχείριος διὰ τό σε τυρὸν τοῖς ποσὶ καταπεπατηκέναι.‘ Οὕτως μὲν οὖν ἔκρινε τὸ ὄνειρον ὁ ὀνειροπόλος· μετὰ δὲ ἡμέρας συμβαλὼν ὁ Ἀλέξανδρος τὸν πόλεμον Τυρίοις μετὰ τῶν τριῶν κωμῶν τῶν ἔγγιστα † αὐτοῦ συμμαχομένων γενναίως [γὰρ] ἤνοιξαν τὰς πύλας αὐτῶν, καὶ κατασφάξαντες τοὺς παραφυλάσσοντας ἐξεπόρθησαν Τύρον καὶ ἐπ´ ἔδαφος αὐτὴν κατήνεγκαν. καὶ μέχρι σήμερον διὰ τὸν Ἀλέξανδρον λέγεται ’Τύρου κακά‘. τὰς δὲ τρεῖς κώμας τὰς συμμαχησαμένας αὐτῷ γενναίως εἰς μέτρον πόλεως ἀνεγράψατο καὶ Τρίπολιν ὠνόμασεν.

[36] E   Καὶ κατέστησε Τύρου ἐπιμελητὴν τὸν τῆς Φοινίκης σατράπην καὶ ἀνέζευξε τὴν πᾶσαν Συρίαν διοδεύων. ὑπήντησαν δὲ αὐτῷ πρέσβεις Δαρείου ἐπιστολὰς κομίζοντες καὶ σκῦτος καὶ σφαῖραν καὶ κιβωτόν· ἀνατυλίξας δὲ τὰς ἐπιστολὰς ὁ Ἀλέξανδρος ἀνεγίνωσκεν οὕτω περιεχούσας· [Περὶ Τύρου ἐπιστολὴ Δαρείου.] ’Βασιλεὺς βασιλέων καὶ θεῶν συγγενὴς σύνθρονός τε θεῷ Μίθρᾳ καὶ συνανατέλλων ἡλίῳ, ἐγὼ αὐτὸς θεὸς Δαρεῖος Ἀλεξάνδρῳ ἐμῷ θεράποντι τάδε προστάσσω καὶ κελεύω σοι συστρέφειν πρὸς τοὺς γονεῖς σου τοὺς ἐμοὺς δούλους ὄντας καὶ κοιτάζειν εἰς τοὺς κόλπους τῆς μητρός σου Ὀλυμπιάδος· ἔτι γὰρ ἡ ἡλικία σου παιδεύεσθαι ὀφείλει καὶ τιθηνίζεσθαι. καὶ διὰ τοῦτο ἔπεμψά σοι σκῦτος καὶ σφαῖραν καὶ χρυσίον, ἵνα ἄρῃς ὅτι ποτὲ βούλει· τὸ μὲν οὖν σκῦτος, ὅτι παιδεύεσθαι ὀφείλεις· τὴν δὲ σφαῖραν, ἵνα παίζῃς μετὰ τῶν συνηλικιωτῶν σου καὶ μὴ ἀγερώχως ἡλικίαν τοσούτων νέων ἀναπείθῃς, ὥσπερ ἀρχιλῃστὴς τὰς πόλεις ἀναταράσσων. οὐδὲ γὰρ ἐὰν ἡ σύμπασα οἰκουμένη ἀνδρῶν εἰς ἓν συνέλθῃ, δύναται καθαιρεθῆναι τὸ τῶν Περσῶν πλῆθος· τοσαῦτα γάρ εἰσι στρατεύματα, ὅσα οὐδὲ ψάμμον μετρήσει τις ἀριθμῶν, χρυσὸς δὲ καὶ ἄργυρος, ὥστε πάντα τὰ πεδία τῆς γῆς καταστρῶσαι. διὰ τοῦτο ἔπεμψά σοι κιβωτὸν μεστὴν χρυσίου, ἵνα ἐὰν μὴ ἔχῃς πῶς συστρέψῃς ἐπίδοσιν δῷς τοῖς ἑαυτοῦ συλλῃσταῖς, ὅπως ἕκαστος αὐτῶν σχῇ ἀνασωθῆναι εἰς τὴν ἰδίαν πατρίδα. εἰ δὲ μὴ πεισθῇς τοῖς κελευομένοις ὑπ´ ἐμοῦ, ἐκπέμψω καταδίκους συλληψομένους σε· οὐ γὰρ οὕτως εὐτυχήσεις, ὥστε 〈μὴ〉 ὑπ´ ἐμῶν στρατιωτῶν 〈συλληφθῆναι, καὶ〉 συλληφθεὶς οὐχ ὡς Φιλίππου παῖς παιδευθήσῃ, ἀλλ´ ὡς ἀποστάτης 〈καὶ〉 ἀρχιλῃστὴς ἀνασταυρωθήσῃ.‘

[37] E   Οὕτως ἀναγινώσκοντος Ἀλεξάνδρου ἐδειλαίνοντο τὰ στρατεύματα. νοήσας δὲ ὁ Ἀλέξανδρος τὴν δειλίαν αὐτῶν εἶπεν· ’Ἄνδρες Μακεδόνες, τί ἐταράχθητε ἐπὶ τοῖς ἐγγεγραμμένοις ὡς ἀληθινὴν αὐτοῦ δύναμιν ἐχόντων τῶν γραμμάτων; Δαρεῖος κομπάζων ταῦτά μοι γράφει, ἀνόμοιος ὢν τοῖς ἐγγεγραμμένοις. καὶ γάρ τινες τῶν κυνῶν ἀδυναμοῦντες τῇ ἀλκῇ τοῦ σώματος μάχεσθαι μέγα ὑλακτοῦσιν ὡς δυνάμενοι διὰ τοῦ ὑλαγμοῦ τὴν ἔμφασιν τοῦ δύνασθαι ἐμφαίνειν. οὕτω καὶ Δαρεῖος ἔργοις μηδὲν δυνάμενος ἐν τοῖς γεγραμμένοις δοκεῖ τὶς εἶναι, ὥσπερ καὶ οἱ κύνες τοῖς ὑλάγμασιν. θώμεθα δὲ ἀληθῆ εἶναι τὰ γεγραμμένα· ἐφωταγωγήθημεν ἵνα μάθωμεν, πρὸς τίνας ἔχομεν γενναίως πολεμεῖν, καὶ μὴ ἀπροσδόκητα ληφθέντες ἡττηθῶμεν, ἀλλὰ γενναίως μαχησάμενοι στεφανωθῶμεν.‘ Οὕτως εἰπὼν ὁ Ἀλέξανδρος ἐκέλευσεν ἐξαγκωνισθῆναι τοὺς γραμματηφόρους καὶ ἀπαχθέντας σταυρωθῆναι. τῶν δὲ φοβηθέντων καὶ λεγόντων· ’Τί ἡμεῖς σοι χαλεπὸν ἐποιήσαμεν Ἀλέξανδρε, ὅτι κελεύεις ἡμᾶς κακῶς ἀναιρεθῆναι;‘ εἶπεν ὁ Ἀλέξανδρος· ’Μέμφεσθε τὸν ἑαυτῶν βασιλέα ἢ ἐμέ· Δαρεῖος γὰρ ἔπεμψε ταύτας τὰς ἐπιστολὰς οὐχ ὡς βασιλεῖ ἀλλ´ ὡς ἀρχιλῃστῇ. ἀναιρήσω ὑμᾶς ὡς ἐλθόντας πρὸς αὐθάδη ἄνθρωπον καὶ οὐ βασιλέα.‘ Οἱ δὲ εἶπον· ’Δαρεῖος μὲν μὴ εἰδὼς ἔγραψεν, ἡμεῖς δὲ ὁρῶμεν τὴν τηλικαύτην παράταξιν καὶ νοοῦμεν μέγιστον καὶ φρενήρη βασιλέα. ὥστε ὡς υἱὸς βασιλέως Φιλίππου ἀποχάρισαι ἡμῖν τὸ ζῆν.‘ Εἶπε δὲ ὁ Ἀλέξανδρος· ’Οὐχ ὅτι ἐδειλάνθητε τὴν κόλασιν καὶ ἱκετεύετε, τοῦτο ὑμᾶς ἀπολύω· οὐδὲ γὰρ προθέσεώς εἰμι τοῦ ὑμᾶς κολάσαι, ἀλλ´ ἐνδείξασθαι Ἕλληνος βασιλέως τὴν διαφορὰν καὶ βαρβάρου τυράννου. ὥστε μηδὲν προσδοκᾶτε ὑπ´ ἐμοῦ παθεῖν κακόν· βασιλεὺς γὰρ ἀγγέλους οὐ κτείνει.‘ Οὕτως εἰπὼν ὁ Ἀλέξανδρος ἐκέλευσε τοῖς αὑτοῦ παράταξιν δείπνου γενέσθαι καὶ συνανακλιθεὶς αὐτοῖς εὐφραίνεται. τινῶν δὲ γραμματηφόρων βουλομένων λέγειν, πῶς ἐνέδρᾳ λάβῃ Δαρεῖον 〈μὴ〉 ποιήσας πρὸς αὐτὸν πόλεμον, εἶπεν ὁ Ἀλέξανδρος· ’Μηδέν μοι λέγετε· εἰ μὴ γὰρ ἐπορεύεσθε πρὸς Δαρεῖον, ἐμάνθανον ἄν. ἐπεὶ δὲ πορεύεσθε, οὐ θέλω μαθεῖν, μή τις ἐξ ὑμῶν διαβάλλῃ Δαρείῳ τὰ εἰρημένα καὶ παραίτιος ὑμῖν κολάσεως γένωμαι ἐγώ, παρασχόμενος ὑμῖν παρ´ ἐμοῦ μὴ κολασθῆναι.‘ Ἐπὶ τούτοις ἐτίμησαν οἱ σατράπαι τὸν Ἀλέξανδρον καὶ οἱ γραμματηφόροι.

[38] E   Καὶ μεθ´ ἡμέραν ὁ Ἀλέξανδρος γράφει ἐπιστολὴν Δαρείῳ καὶ ἀναγινώσκει λάθρᾳ τῶν γραμματηφόρων τοῖς ἑαυτοῦ σατράπαις οὕτως· [Ἐπιστολὴ Ἀλεξάνδρου Δαρείῳ.] ’Βασιλεὺς Ἀλέξανδρος πατρὸς Φιλίππου καὶ μητρὸς Ὀλυμπιάδος βασιλεῖ βασιλέων καὶ συνθρόνῳ ἡλίου θεοῦ μεγίστου καὶ ἐκγόνῳ θεῶν καὶ συνανατέλλοντι ἡλίῳ, μεγάλῳ βασιλεῖ Περσῶν Δαρείῳ χαίρειν. αἰσχρόν ἐστι τὸν τηλικοῦτον βασιλέα Δαρεῖον καὶ τηλικαύτῃ δυνάμει ἐπαιρόμενον, ὄντα δὲ καὶ σύνθρονον τῶν θεῶν ὑπὸ ταπεινὴν δουλείαν πεσεῖν ἀνθρώπῳ τινί ποτε Ἀλεξάνδρῳ. αἱ γὰρ τῶν θεῶν ὀνομασίαι εἰς ἀνθρώπους χωροῦσαι 〈οὐ〉 μεγάλην δύναμιν ἢ φρόνησιν παρέχουσιν, ἀλλὰ μᾶλλον ἀγανάκτησιν, ὅτι εἰς φθαρτὰ σώματα ἀθανάτων ὀνόματα κατοικεῖ. ὥστε κατεγνώσθης ἤδη παρ´ ἐμοῦ ὡς μηδὲν δυνάμενος, ἀλλὰ καὶ τῶν θεῶν ὀνομασίαις ἑαυτὸν περικοσμῶν καὶ τὰς ἐκείνων οὐρανίας δυνάμεις ἐπὶ γῆς σεαυτῷ περιτιθείς. ἐγὼ γὰρ ἔρχομαι πρός σε ὡς πρὸς θνητὸν 〈θνητὸς〉 καὶ αὐτὸς ὤν· ἡ δὲ ῥοπὴ τῆς νίκης ἐκ τῆς ἄνω προνοίας γίνεται. τί δὲ καὶ γράφεις ἡμῖν τοσοῦτον χρυσόν σε καὶ ἄργυρον κεκτῆσθαι; ἵνα μαθόντες ἡμεῖς γενναιότερόν σοι πολεμήσωμεν, ὅπως τὰ σὰ ἡμέτερα γενήσονται; ἐγὼ μὲν οὖν ἐάν σε ἡττήσω, περίφημος ἔσομαι καὶ μέγας βασιλεὺς παρὰ βαρβάροις καὶ Ἕλλησιν, ὅτι τὸν τηλικοῦτον βασιλέα Περσῶν Δαρεῖον ἀνεῖλον· σὺ δ´ ἐμὲ ἐὰν ἡττήσῃς, οὐδὲν ἔπραξας γενναῖον, λῃστὴν ἡττήσας καθώς μοι ἔγραψας σύ, ἐγὼ δὲ σὲ βασιλέα Δαρεῖον. ἀλλ´ ἔπεμψάς μοι σκῦτος καὶ σφαῖραν καὶ κιβωτὸν χρυσίου. σὺ μὲν ἐμοὶ ταῦτα ἔπεμψας χλευαζόμενος, ἐγὼ δὲ αὐτὰ ὡς ἀγαθὰ σημεῖα ἀπεδεξάμην. καὶ τὸ μὲν σκῦτος ἔλαβον, ἵνα ταῖς ἐμαῖς λόγχαις καὶ ὅπλοις δείρω τοὺς βαρβάρους καὶ ταῖς ἐμαῖς χερσὶν εἰς δουλείαν ὑποτάξω. τῇ δὲ σφαίρᾳ ἐσήμανάς μοι, ὡς τοῦ κόσμου περικρατήσω· σφαιροειδὴς γὰρ καὶ στρογγύλος ὑπάρχων ὁ κόσμος. τὴν δὲ κιβωτὸν τοῦ χρυσίου μέγα μοι σημεῖον ἔπεμψας, σεαυτῷ δὲ ὑποταγὴν ἐμήνυσας· ἡττηθεὶς γὰρ ὑπ´ ἐμοῦ φόρους μοι χορηγήσεις.‘

[39] E   Οὕτως ἀναγνοὺς τοῖς στρατεύμασι 〈καὶ〉 σφραγίσας ἀναδέδωκε τοῖς γραμματηφόροις καὶ τὸ χρυσίον αὐτοῖς ἐχαρίσατο, ὃ ἔπεμψεν αὐτῷ Δαρεῖος· οἱ δὲ ἀποδεξάμενοι τῆς φρονήσεως καὶ μεγαλοφροσύνης τοῦ Ἀλεξάνδρου ἀπέστησαν. αὐτὸς δὲ τὰ στρατεύματα παραλαβὼν τὴν Συρίαν ὅλην ὑποτάξας ἐπορεύετο εἰς τὴν Ἀσίαν. λαβὼν δὲ τὰ γράμματα ὁ Δαρεῖος καὶ ἐπὶ τούτοις κινηθεὶς γράφει ἐπιστολὴν τοῖς ὑπ´ αὐτὸν σατράπαις οὕτως· ’Βασιλεὺς Δαρεῖος τοῖς ἐπέκεινα τοῦ Ταύρου 〈σατράπαις〉 χαίρειν. ἀπαγγέλλουσί μοι ἀναστάντα Ἀλέξανδρον Φιλίππου παῖδα μαινόμενον διαβάντα εἰς τὴν Ἀσίαν πορθεῖν ἐμὴν χώραν. ὑμεῖς οὖν συλλαβόντες αὐτὸν ἀγάγετέ μοι μηδὲν ἐργασάμενοι κακὸν 〈τῷ〉 ἐκείνου σώματι. ἐγὼ γὰρ ἐκδύσας αὐτὸν τὴν πορφύραν καὶ πληγὰς δοὺς ἀποστελῶ αὐτὸν εἰς τὴν αὐτοῦ πατρίδα Μακεδονίαν πρὸς τὴν αὐτοῦ μητέρα Ὀλυμπιάδα, δοὺς κρόταλα καὶ ἀστραγάλους, οἷς Μακεδόνων παῖδες παίζουσι, καὶ συναποστελῶ αὐτῷ ἄνδρα Πέρσην παιδαγωγὸν σωφροσύνης διδάσκαλον σκῦτος ἔχοντα, ὃς οὐκ ἐπιτρέψει αὐτῷ ἀνδρὸς φρόνημα ἔχειν πρὸ τοῦ ἄνδρα γενέσθα δὲ ἃς ἤγαγε σὺν τοῖς ἀνδράσιν εἰς βυθὸν θαλάσσης καταποντίσατε· στρατιώτας δὲ τοὺς κακῶς ἀκολουθήσαντας αὐτῷ ἀναπέμψατε εἰς ἐρυθρὰν θάλασσαν οἰκῆσαι· ἵππους δὲ καὶ σκευοφόρα παρ´ ἑαυτοῖς ἔχετε καὶ φίλοις δίδοτε.‘ Ἔγραψαν δὲ καὶ οἱ ἀπ´ ἐκείνων τῶν τόπων σατράπαι καὶ διεπέμψαντο, ἧς ἐστιν ἀντίγραφον τόδε· [Ἐπιστολὴ Ὑδάσπεος καὶ Σπινθῆρος Δαρείῳ.] ’Ὑδάσπης καὶ Σπινθὴρ θεῷ Δαρείῳ χαίρειν. ἔθνους τοσούτου ἐπελθόντος τῇ χώρᾳ θαυμάζομεν πῶς σε λανθάνει. ἐπέμψαμεν δὲ σοι καὶ οὓς εὕρομεν παρ´ ἡμῖν ἐκ τοῦ αὐτοῦ ἔθνους ῥεμβομένους ἄνδρας πέντε σιδήρῳ καὶ κόραξι δεδεμένους δέει 〈τοῦ〉 ἐξετάσαι σοῦ πρότερον. καλῶς οὖν ποιήσεις ἐν τάχει παραγενάμενος [ἐν τάχει] μετὰ δυνάμεως πλείστης.‘ Λαβὼν δὲ ὁ Δαρεῖος καὶ ἀναγνοὺς ἔγραψεν αὐτοῖς τάδε· [Ἐπιστολὴ Δαρείου σατράπαις.] ’Βασιλεὺς βασιλέων θεὸς μέγας Δαρεῖος Ὑδάσπῃ καὶ Σπινθῆρι καὶ τοῖς ὑπ´ ἐμὲ σατράπαις χαίρειν. παρ´ ἐμοῦ μηδέποτε ἔχετε ἐλπίδα τινά, ἐὰν μεταβῆτε τῆς χώρας καὶ τῶν ἀπολωλότων αἰχμαλώτων . . . τοῦτο δὲ ἐπίσημον τῆς ἀνδρείας ὑμῶν ἐπιδείξατε. ποταπὸς ἐπεπήδησε θὴρ καὶ ἐθορύβησεν ὑμᾶς; οἱ δυνάμενοι κεραυνὸν ἀποσβέσαι ἀνδρὸς ἀγεννοῦς βρόμον οὐχ ὑπηνέγκατε; τί ἔχετε λέγειν; ὅτι τέθνηκέ τις ἐξ ὑμῶν ἐν παρατάξει, τέτρωται δέ τις βαλλόμενος; ἀλλὰ αἰχμάλωτος ἐλήφθη παραγενόμενος; τί βουλεύσομαι περὶ ὑμῶν, ἐπεὶ τὴν ἐμὴν βασιλείαν κατῃσχύνατε ἄνεσιν δεδωκότες ἀνδρὶ λῃστῇ;‘

[40] E   Πυθόμενος δὲ τὸν Ἀλέξανδρον πλησίον ὄντα ἐξ ἴσου κατεστρατοπέδευσεν ἐν τῷ Πινάρῳ ποταμῷ καὶ γράψας ἐπιστολὴν ἀπέστειλεν Ἀλεξάνδρῳ περιέχουσαν οὕτως· [Ἐπιστολὴ Δαρείου Ἀλεξάνδρῳ.] ’Βασιλεὺς βασιλέων θεὸς μέγας Δαρεῖος καὶ ἐθνῶν ρκʹ κύριος Ἀλεξάνδρῳ τάδε λέγει. σὲ μόνον ἔλαθε τῶν ἐπὶ γῆς τὸ Δαρείου ὄνομα, ὅπερ καὶ οἱ θεοὶ τετιμήκασι καὶ σύνθρονον ἑαυτῶν ἔκριναν. καὶ ἐτόλμησας θάλασσαν διαπερᾶσαι καὶ οὐ μακάριον ἡγήσω λανθάνοντά σε βασιλεύειν Μακεδονίας χωρὶς τῆς ἐμῆς ταγῆς, ἀλλ´ ἀδέσποτον χώραν εὑρὼν σεαυτὸν βασιλέα ἀπέδειξας, συλλέξας ἑαυτῷ ἄνδρας ὁμοίους σου ἀνελπίστους, καὶ ἐπεστρατεύσω πόλεσιν Ἕλλησιν ἀπειροπολέμοις καὶ εὐλαβηθείσαις τὸ δεσπόζεσθαι, ἃς ἐγὼ περισσὰς ἡγοῦμαι ὡς ἀπερριμμένας καὶ οὐκ ἐπεζήτησα φόρους παρ´ ἐκείνων. πείθῃ οὖν καὶ ἡμᾶς τοιούτους ἔσεσθαι ὁποίους ὑπολαμβάνεις; καί〈τοι〉 τόπους οὓς σὺ εἴληφας οὐ καυχήσῃ ἔχων. κάκιστα οὖν φρονήσας ὤφειλές σου τὴν ἄνοιαν διορθώσασθαι καὶ ἐπ´ ἐμὲ τὸν κύριον λάτρις ἐπανελθεῖν καὶ 〈μὴ〉 ἐπισωρεύειν λῃστὰς 〈καὶ〉 μητροκτόνους. ἀλλ´ οὖν γε μέχρι τούτου ὡς θεὸς ὤφειλον ἀνθρώποις συγγνωμονεῖν· ἐπεὶ δὲ καὶ ἐς τοῦτό με ἦξας ὥστε καὶ ἐπιστολὴν παρὰ Δαρείου ἐπιζητεῖν, ἔπεμψά σοι ἐλθεῖν καὶ προσκυνεῖν θεῷ Δαρείῳ. ἐὰν δὲ τῆς ἄλλης ἀνοίας ἀντέχῃ, κολάσομαί σε θανάτῳ ἀνεκλαλήτῳ, χείρονα δέ σου καὶ οἱ σύν 〈σοι〉 παθήσονται οἱ μή σοι περιθέντες σωφροσύνην. ὄμνυμι δέ σοι Δία μέγιστον πατέρα μὴ μνησικακῆσαι ἐφ´ οἷς ἔπραξας.‘

[41] E   Ταύτης δὲ τῆς ἐπιστολῆς ἀναγνωσθείσης Ἀλέξανδρος οὐκ ἐπτύρη τοῖς κομπηγόροις λόγοις, ἀλλὰ παρωξύνθη καὶ ὥρμησεν ἐπὶ τὸν πόλεμον διὰ τῆς Ἀραβίας. οἱ δὲ περὶ τὸν Δαρεῖον ὁρῶντες τὸν Ἀλέξανδρον ἐπ´ αὐτοὺς ἐπάγοντα τὴν στρατείαν, οἰόμενοι τοῖς δρεπανηφόροις ἅρμασι κατανικᾶν, φθάσαντες τοὺς πλαγίους τόπους κατείληφαν. καὶ ἐξ ἐναντίας ἔστησαν τὰ ἅρματα καὶ ὅλην τὴν πολεμικὴν παράταξιν. † καὶ διῆγεν τῆς φάλαγγος οὐκ ἐφῆκεν οὐδὲ διιπεῦσαι δι´ αὐτῆς οὔθ´ ὑποστρέψαι πάλιν. ἀλλὰ τὸ μὲν πολὺ τῶν ἁρμάτων διεφθείρετο πάντοθεν ἐξακοντιζομένων τῶν ἀναβατῶν, τὰ δὲ καὶ διασκεδασθέντα. παρὼν δὲ ἐπὶ τὸ λοιπὸν μέρος Ἀλέξανδρος καὶ ποιήσας ἐξ ἴσου τὸ τῶν Περσῶν εὐώνυμον ἐπὶ τὸ δεξιὸν κέρας (ἐν τούτῳ γὰρ συμβεβήκει τὸν Ἀλέξανδρον εἶναι παρατεταγμένον) καὶ ἀναβὰς αὐτὸς ἐπὶ τὸν ἵππον 〈ἐκέλευσε〉 σημαίνειν τοὺς σαλπιστὰς 〈τὸ〉 πολεμικὸν μέλος· ὁμοῦ 〈δὲ τῷ τοὺς〉 σαλπιστὰς μηνύειν κραυγὴ συμπορευομένων τῶν στρατευμάτων καὶ πολλὴ μάχη ἐγένετο. οἱ δὲ μετὰ πολλῆς ἀγωνίας ἐμάχοντο πολὺν χρόνον, ἄκροις τοῖς κέρασιν ἐμβαλόντες εὐρώστως ἀντέκειντο, τοῖς δόρασιν ὑπ´ ἀλλήλων τυπτόμενοι διεβιβάζοντο ἐνταῦθα 〈καὶ ἐνταῦθα〉. ἑκάτεροι δὲ τὸ νῖκος ποιησάμενοι ἐχωρίζοντο. οἱ δὲ περὶ τὸν Ἀλέξανδρον ἐξώθουν τοὺς περὶ τὸν Δαρεῖον καὶ κατὰ κράτος ἔθραυον, ταρασσόμενοι καὶ περιπίπτοντες ἀλλήλοις διὰ τὸ πλῆθος τοῦ στρατεύματος· πολλὰ μὲν ὑφ´ ἑαυτῶν ἔπασχον, πολλὰ δὲ ὑπὸ τῶν πολεμίων. οὐδὲν δὲ ἦν ὁρᾶν πλὴν ἵππων κειμένων χαμαὶ ἀνδρῶν τε ἀνῃρημένων, καὶ οὐκέτι ἦν διακρῖναι οὔτε Πέρσην τοξότην οὔτε Μακεδόνα στρατιώτην οὔτε ἱππέα ὑπὸ τοῦ πολλοῦ κονιορτοῦ· οὔτε γὰρ ἀὴρ ἐφαίνετο οὔτε γῆ ἐθεωρεῖτο ὑπὸ τῶν λύθρων, καὶ αὐτὸς ὁ ἥλιος συμφοράζων τοῖς γινομένοις μὴ κρίνας θεωρεῖν τὰ τοσαῦτα μιάσματα συννεφὴς ἐγένετο. τροπῆς δὲ ἰσχυρᾶς γενομένης εἰς φυγὴν ὥρμησαν οἱ Πέρσαι, μετὰ τούτων δὲ ὁ Ἀμύντας ὁ Ἀντιόχου, ὃς πεφεύγει πρὸς Δαρεῖον, ἐν τοῖς ἔμπροσθεν χρόνοις Μακεδὼν 〈ὤν〉. ἐβοήθει γὰρ καὶ τὸ τῆς ὥρας· ἤδη γὰρ τὸ πρὸς ἑσπέραν ἦν. Δαρεῖος μέντοι τὸ ἅρμα φοβηθείς, ὅτι πόρρωθεν εὐεπίγνωστον ἦν, ἔργῳ νυκτὸς ἤλασεν εἰς τόπον στενὸν καὶ τὸ μὲν ἅρμα καταλείψας ἵππον ἀναβὰς ἔφυγεν. Ἀλέξανδρος δὲ φιλοτιμούμενος Δαρεῖον καταλαμβάνειν ἐδίωκεν, ᾗ πού τις ἔφραζε, καὶ τὸ μὲν ἅρμα αὐτοῦ καὶ τὰ τόξα καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα σταδίους ξʹ 〈διώξας κατέλαβεν· αὐτὸν δὲ τὸν Δαρεῖον ἡ νὺξ〉 διέσωσε, καὶ πρὸς τούτοις ἵππον ἔχων ἐκ διαδοχῆς νεοχμὸν ἔφυγεν. Οἱ δὲ Μακεδόνες ἀνεχώρουν . . . ἐποιοῦντο 〈τὸ〉 τῶν Περσῶν στρατόπεδον· μέσης δὲ νυκτὸς γεναμένης καὶ ἐπὶ τῶν νεκρῶν ἐστρατοπέδευσαν. Ἀλέξανδρος δὲ τὴν Δαρείου σκηνὴν καταλαβὼν παρελθὼν εἰς αὐτὴν ἐσκήνωσεν. 〈κρατήσας δὲ τῶν ἐναντίων καὶ τηλικούτου ἀξιώματος καταξιωθεὶς ὑπὸ τῆς ἄνω προνοίας οὐδὲν ἔπραξεν ὑπερήφανον, ἀλλὰ τοὺς ἀνδρωδεστάτους καὶ εὐγενεῖς τῶν Περσῶν τετελευτηκότας ἐκέλευσε θάπτεσθαι· τὴν δὲ μητέρα Δαρείου καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα μεθ´ ἑαυτοῦ ἤγαγεν ἐντίμως. ὡσαύτως δὲ καὶ τοὺς λοιποὺς τῶν αἰχμαλώτων παραινέσας ἀνέψυξεν. τῶν δὲ πεσόντων Μακεδόνων ἦν τὸ πλῆθος πεζοὶ πεντακόσιοι πεντήκοντα καὶ ἱππεῖς ἑκατὸν ἑξήκοντα, τραυματισθέντες δὲ πλείους ἢ . . . τῶν δὲ βαρβάρων ἐτελεύτησαν ιβʹ μύριοι· ἐλαφυραγώγησε δὲ χρυσοῦ τετρακισχίλια τάλαντα.

Following chapters (42-47) →


Attalus' home page   |   28.02.15   |   Any comments?