Based on the oldest recension ( α ), as edited by W.Kroll (1926). Click on the E symbols to go to an English translation of each chapter.
[20] E Ταύτην λαβὼν τὴν κληδόνα Ἀλέξανδρος ὑποστρέφει καὶ ἔρχεται εἰς τὴν Πέλλην καὶ εὑρίσκει ἀπόβλητον γεναμένην τὴν Ὀλυμπιάδα ὑπὸ Φιλίππου, γαμοῦντα δὲ τοῦτον τὴν ἀδελφὴν Ἀττάλου Κλεοπάτραν. ἐπιτελουμένων δὲ τῶν γάμων ἔχων τὸν Ὀλύμπιον τὸν νικητικὸν στέφανον εἰσέρχεται καὶ ἀνακλιθεὶς λέγει· ‘Πάτερ, δέξαι τῶν πρώτων μου ἱδρώτων τὸν νικητικὸν στέφανον. ὅταν μέντοι κἀγὼ ἐκδώσω τὴν ἐμαυτοῦ μητέρα πρὸς γάμον, καλέσω σε εἰς τοὺς ἐμῆς μητρὸς γάμους.’ Ὁ δὲ Φίλιππος ἐπὶ τοῖς εἰρημένοις ἐτρύχετο.
[21] E Ἦν δέ τις γελωτοποιὸς ὀνόματι Λυσίας· οὗτος ἔφη· ‘Φίλιππε, μὴ ἔσο τεταραγμένος μηδὲ τρύχου, ἀλλὰ θάρσει ἐπὶ τῇ νεότητι τῆς νῦν σοι γαμουμένης, ἐξ ἧς παιδοποιήσεις γνησίους ἀμοιχεύτους παῖδας ὁμοίους τῷ σῷ χαράγματι.’ Ταῦτα ἀκούσας ὁ Ἀλέξανδρος ὠργίσθη καὶ ὡς εἶχε τὴν κύλικα ἐπετίναξε τῷ Λυσίᾳ καὶ παραυτὰ ἀνῄρηκεν αὐτόν. ὁ δὲ Φίλιππος ἀνίσταται ξιφήρης ἐπὶ τὸ τέκνον αὐτοῦ Ἀλέξανδρον, βουλόμενος αὐτὸν ἀναιρῆσαι· σκελισθέντος δὲ αὐτοῦ καὶ πεσόντος ἐγγὺς τῆς κλιντηρίας εἶπεν ὁ Ἀλέξανδρος· ‘Ὁ τὴν Ἀσίαν Φίλιππος σπεύδων λαβεῖν καὶ τὴν Εὐρώπην ἐκβαθρῶσαι οὐκ ἠδυνήθη βῆμα ἀλλάξασθαι.’ Οὕτως εἰπὼν ἥρπαξεν ἀπ´ αὐτοῦ τὸ ξίφος καὶ πάντας τοὺς ἀνακεκλιμένους ἡμισφαγεῖς ποιεῖ. καὶ ἐξέρχεται ἀπὸ τοῦ Φιλίππου καὶ ἔρχεται πρὸς τὴν μητέρα ἔκδικος τῶν κατ´ αὐτῆς γάμων.
[22] E Μετὰ δὲ ἡμέρας εἰσέρχεται πρὸς τὸν πατέρα καὶ λέγει· ‘Φίλιππε· τῷ γὰρ ὀνόματί σε καλῶ, μήπως ἀηδῶς ἔχῃς τοῦ ὑπ´ ἐμοῦ πατέρα σε καλεῖσθαι· εἰσῆλθον πρός σε οὐχ ὡς υἱός, ἀλλ´ ὡς φίλος μεσιτεύων τῶν ὑπὸ σοῦ ἀδίκως πραχθέντων πρὸς τὴν γυναῖκά σου Ὀλυμπιάδα, μηδὲν σοῦ ἀδικηθέντος ὑπ´ αὐτῆς. εἰπὲ δέ μοι· καλῶς πεποίηκεν Ἀλέξανδρος τὸν Λυσίαν ἀναιρήσας, σὺ δὲ οὐ καλῶς ἔπραξας 〈πρὸς〉 τὸ τέκνον σου Ἀλέξανδρον ἐπαναστάς, γαμεῖν δὲ [καὶ] ἑτέραν . . . καλῶς ἔχειν οὕτως νομίσας. ἀλλ´ ἐξανάστα καὶ περὶ σεαυτὸν γενοῦ· οἶδα γὰρ διὰ τί νωθρεύῃ· οὐ τὸ σῶμα λέγω, ἀλλὰ τὴν ψυχὴν ἀδημονεῖς ἐπὶ τοῖς ἡμαρτημένοις. ἐγὼ παρακαλῶ σε . . . ’ Ὁ δὲ Φίλιππος μᾶλλον πληγεὶς ὑπὲρ τὴν προτέραν ἀρρωστίαν διὰ τὴν τοῦ νέου νουθεσίαν τε καὶ κατάγνωσιν ὁρισάμενος φρονιμώτερον εἶναι τὸ σιωπήσαντα μὴ ἀποκρίνεσθαι τοῖς ὑπὸ Ἀλεξάνδρου ῥηθεῖσι συμμετρήσας τὰ πάντα ἀχανὴς ἔμεινεν. Ὁ δὲ Ἀλέξανδρος ἐξελθὼν ἀπὸ τοῦ Φιλίππου εἰσελθὼν πρὸς τὴν μητέρα ἔφη αὐτῇ· ‘Μὴ ἀγανάκτει μῆτερ ἐπὶ τοῖς γενομένοις σοι ὑπὸ Φιλίππου. εἰ γὰρ ἐκεῖνον λανθάνει τὸ ἁμάρτημα, ἀλλ´ ἐγὼ μέντοι ἔλεγχός σοι ἔσομαι. ὥστε σὺ πρώτη εἴσελθε πρὸς αὐτόν· πρέπον γάρ ἐστι τὴν γυναῖκα τῷ ἀνδρὶ ὑποτάσσεσθαι.’ Οὕτως εἰπὼν ἤγειρε τὴν μητέρα καὶ ἤγαγε πρὸς τὸν Φίλιππον καὶ λέγει· ‘Πάτερ—νῦν σε πατέρα καλέσω, ὅτι καὶ σὺ τῷ τέκνῳ σου ἐπείσθης· πάρεστιν ἡ μήτηρ, πολλὰ ὑπ´ ἐμοῦ παρακληθεῖσα τοῦ ἀμνημονῆσαι τῶν ἡμαρτημένων. ἀλλὰ περιπλάκητε ἀλλήλοις ἐμοῦ ἐναντίον· οὐκ ἔστιν αἰσχρόν· ἐξ ὑμῶν γὰρ ἐφύην.’ Οὕτως εἰπὼν Ἀλέξανδρος διήλλαξε τοὺς γονεῖς, ὥστε αὐτὸν ὑπὸ πάντων τῶν Μακεδόνων θαυμάζεσθαι.
[23] E Καὶ δὴ ἔστι πόλις τις ὀνόματι Μοθώνη, 〈ἣ〉 ἀπέστη τῆς βασιλείας Φιλίππου· πέμπει δὲ ἐκεῖ τὸν Ἀλέξανδρον πολεμῆσαι. ὁ δὲ Ἀλέξανδρος λόγῳ ἔπεισεν ὑπηκόους αὐτοὺς εἶναι 〈καὶ〉 τὴν τῶν ὅπλων δύναμιν παραλεῖψαι· οἱ δὲ ἀσμένως ἐδίδοσαν φόρους τάλαντα γʹ στρατιώτας δισχιλίους. καὶ δὴ ὑποστρέφει καὶ εἰσέρχεται πρὸς τὸν πατέρα καὶ εὑρίσκει ἐπάνω αὐτοῦ ἄνδρας ἑστῶτας βαρβαρικῷ στολισμῷ, καὶ ἐξετάζει· ‘Τίνες εἰσὶν οὗτοι;’ καὶ εἶπον· ‘Σατράπαι Δαρείου’. Ὁ δέ· ‘Τί πάρεισιν ὧδε;’ Οἱ δὲ εἶπον· ‘Τοὺς συνήθεις φόρους ἀπαιτοῦντες τόν πατέρα σου.’ — ‘Ὑπὲρ τίνος δέ, φησίν, ἀπαιτοῦσι τοὺς φόρους;’ Οἱ δέ· ‘Τῆς γῆς ὑμῶν ὑπὲρ Δαρείου.’ Ὁ δὲ Ἀλέξανδρος ἔφη· ‘Εἰ ταῦτα οἱ θεοὶ τοῖς ἀνθρώποις ἔδωκαν εἰς διατροφήν, διὰ τί αὐτὸς τὴν τοῦ θεοῦ δωρεὰν ἐρανίζεται; οὐ δίκαιον.’ Καὶ καλέσας τοὺς βαρβάρους εἶπε· ‘Πορεύεσθε καὶ εἴπατε Δαρείῳ· ὅτε μόνος ἦν Φίλιππος, φόρους σοι ἐχορήγει· ὅτε δὲ ἐγένετο αὐτῷ υἱὸς Ἀλέξανδρος, οὐκέτι δίδωσιν, ἀλλὰ καὶ οὓς ἔλαβες παρ´ αὐτοῦ, ἐγὼ πρός σε παρὼν λήψομαι καὶ παρὰ σοῦ 〈ἀπαιτήσω〉.’ Οὕτως εἰπὼν ἀπέπεμψε τοὺς φορολόγους μηδὲ γραμμάτων ἀξιώσας τὸν ἀποστείλαντα αὐτοὺς βασιλέα. Ἔχαιρε μὲν ὁ Φίλιππος ὁρῶν τοιοῦτον τὸν Ἀλέξανδρον. καὶ δὴ ἑτέρας πόλεως ἀτακτησάσης πέμπει αὐτὸν ἐκεῖ πολεμῆσαι· ὁ δὲ παραγενόμενος λόγῳ ἔπεισεν αὐτοὺς ὑπηκόους εἶναι, τῇ τῶν ὅπλων δυνάμει ἀποταξαμένους. καὶ λαβὼν παρ´ αὐτῶν φόρους ἀνέστρεψεν.
[24] E Ἦν δέ τις Παυσανίας ὀνόματι, μέγας ἀνὴρ 〈καὶ〉 πλούσιος Θεσσαλονικεύς, πλείστην δύναμιν καὶ μεγάλην περὶ ἑαυτὸν ἔχων. οὗτος ἠράσθη Ὀλυμπιάδος καὶ πέμπει τοὺς δυναμένους αὐτὴν πεῖσαι, ὅπως καταλείψασα τὸν Φίλιππον αὐτῷ γαμηθῇ. οὐ κατένευσεν ἡ Ὀλυμπιὰς ἐν τούτῳ. ἐπιβουλίαν οὖν μελετᾷ ὁ Παυσανίας πυνθανόμενος περὶ τοῦ Ἀλεξάνδρου, εἰ ἄρα εὕροι αὐτόν ποτε ἀποδημοῦντα. καὶ δὴ χρόνου ἐμπεσόντος καὶ ἐπὶ πόλεμον ὄντος τοῦ Ἀλεξάνδρου εἴς τινας πόλεις καὶ ἀγώνων ἐπιτελουμένων θυμελικῶν, μαθὼν ὁ Παυσανίας τὸν Ἀλέξανδρον ἀποδημοῦντα καὶ τὸν Φίλιππον ὄντα ἐν ταῖς θεωρίαις ἐπέρχεται ξιφήρης καὶ βάλλει τὴν λόγχην κατὰ τοῦ Φιλίππου καὶ ηὐστόχησε κατὰ τῆς πλευρᾶς πλῆξαι· οὐκ ἀνῃρέθη δὲ παραυτά. γίνεται οὖν θροῦς οὐκ ὀλίγος ἐν τῇ πόλει· ὁ δὲ Παυσανίας ἔσπευσεν εἰσελθεῖν εἰς τὰ βασίλεια ἔτι ζῶντος τοῦ Φιλίππου, βουλόμενος ἁρπάσαι τὴν Ὀλυμπιάδα. καὶ δὴ εἰσῆλθεν ἔτι ἐμπνέοντος τοῦ Φιλίππου ἐσχάτῳ πνεύματι καὶ ὀδυνωμένου μᾶλλον ὑπὲρ τὴν ὀδύνην ἧς εἶχε πληγῆς, ἅμα δὲ οἰμώζοντος καὶ στένοντος, ὅτι ἔτι ζῶντος αὐτοῦ ἡ τούτου γυνὴ εἰς ἕτερον ἄνδρα ἐνυμφεύετο μετὰ πολλῆς τῆς βίας. ἅμα δὲ καὶ ἐπεθύμει τὸν Ἀλέξανδρον ἰδεῖν ἐν πολλῷ χρόνῳ ἐκδημήσαντα, μεμνημένος αὐτοῦ καὶ τῆς ἀγχινοίας καὶ τῆς ἐν αὐτῷ ἀνδρείας, λέγων τοῖς μετ´ αὐτοῦ, ὅτι ‘τοῦ Ἀλεξάνδρου παρόντος οὐκ ἐπεχείρησεν ἂν ἐχθρὸς κατὰ τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ τι ποιῆσαι. εἰ δὲ καὶ ἐπεχείρησεν ἀπὸ κακῆς γενέσεως παρελασθείς, ἐτελεύτα. νῦν δὲ μετὰ πολλῆς ὀδύνης καὶ ἀθυμίας πλείστης τὰ ἔσχατα τοῦ βίου ὁμιλῶ. ὑμῖν δὲ λέγω· ἐλθόντος τοῦ υἱοῦ μου Ἀλεξάνδρου εἴπατε αὐτῷ, ὅτι ὁ πατήρ σου Φίλιππος ἀξιοῖ ἐκδικηθῆναι διὰ τῆς ἐμβριθοῦς σου χειρὸς τόν τε αὐτοῦ θάνατον καὶ τὴν Ὀλυμπιάδος τῆς μητρός σου ἁρπαγήν.’ Αὐτῇ δὲ τῇ ἡμέρᾳ εἰσήρχετο νενικηκὼς † ἀμφοῖν ὁ Ἀλέξανδρος, καὶ ἰδὼν μεγάλην ταραχὴν ἐξετάζει, τί τὸ αἴτιον, καὶ μανθάνει τὸ γεγενημένον, ὅτι ὁ Παυσανίας ἔσω ἦν ἐν τοῖς βασιλείοις. εἰσέρχεται δὲ μετὰ τῶν παρασπιστῶν καὶ ὁρᾷ τὸν Παυσανίαν μεσολελαβηκότα τὴν Ὀλυμπιάδα. κρατῶν δὲ τὴν διβολίδα ἐβούλετο κατ´ αὐτοῦ ἐκκοντίζειν, ἀλλ´ ἐδεδοίκει, μὴ ἄρα συναναιρεθῇ ἡ Ὀλυμπιάς. μαθὼν οὖν περὶ τοῦ πατρός, ὅτι ἔτι ζῇ, προσαγαγὼν αὐτῷ τὸν Παυσανίαν ἔφη· ‘Ἥκω πάτερ ἀμειβόμενος τοὺς ἐχθρούς σου. ζῆθι βασιλεῦ, ἀθάνατόν σοι ἐστὶ τὸ ὄνομα· βλέπε τὸν ἐχθρὸν Παυσανίαν δεδεμένον παρεστῶτά σοι καὶ τρομάζοντα.’ Βλέψας δὲ εἰς αὐτὸν ὁ Φίλιππος καὶ μηκέτι δυνάμενος λέγειν διὰ τὴν τοῦ αἵματος ἔκχυσιν καὶ τὴν ἀτονίαν περιλαβόμενος αὐτὸν 〈καὶ〉 καταφιλήσας ἔνευσε ξίφος αὐτῷ δοθῆναι. δεδωκότος δὲ αὐτῷ τοῦ Ἀλεξάνδρου ποιεῖ τῷ Παυσανίᾳ καιρίαν ταῖς ἰδίαις χερσὶ πληγὴν καὶ ἀναιρεῖ αὐτὸν παραυτά. προαποστείλας τὸν ἐχθρόν, θᾶττον ἑαυτὸν ἀναρρώσας ὁ Φίλιππος διὰ τὴν παρουσίαν Ἀλεξάνδρου καὶ τὴν ἐν τάχει ἐκδίκησιν εἶπε· ‘Τέκνον Ἀλέξανδρε, σὲ δέδοκται κοσμοκράτορα εἶναι· μνημόνευε τοῦ πατρός σου Φιλίππου καὶ μὴ ἀπάρνησαί με πατέρα σου καλεῖν· ἐμοῦ γὰρ τὸ πεπρωμένον πεπλήρωται.’ Ταῦτα εἰπὼν ἐξέλιπε τὸ πνεῦμα. θρηνῶν δὲ αὐτὸν Ἀλέξανδρος εἶπε· ‘Πάτερ βασιλεῦ βασιλέων Φίλιππε, ἐν τῇ ζωῇ σου οὐδεὶς καταφρονήσας σου ἐχάρη· ὑπ´ ἀδεξιοβολίας παραπαίσας ὁ βραχίων σου ἀποτυχὴς Παυσανίου γέγονε. πῶς ἀπώλετο τρωθεὶς κοσμοκράτωρ; ὁ Κύκλωψ Παυσανίας εἰς θεούς σε πρὸ μοίρας παρέπεμψεν, ᾧ καὶ ἡ δίκη παραυτὰ τὸν ἴδιον μισθὸν ἀποδέδωκε.’ Καὶ τοῦτον 〈τὸν〉 θρῆνον ἐπειπών, κοσμήσας αὐτῷ τάφον πολυτελῆ κατέθετο τὸ σκήνωμα αὐτοῦ, ἐπ´ αὐτῷ τῷ τάφῳ καθιδρύσας ναόν. τῆς οὖν Ὀλυμπιάδος συμφοραζούσης ἐπὶ τῷ συμβεβηκότι καὶ τῶν Μακεδόνων ἀτάκτως ἐχόντων παρεμυθεῖτο αὐτοὺς ἡ Ἀλεξάνδρου παρουσία.
[25] E Καὶ δὴ μεθ´ ἡμέρας εἰς εὐστάθειαν αὐτῶν ἐλθόντων ἐνήλλετο ὁ Ἀλέξανδρος εἰς τὸν τοῦ πατρὸς ἀνδριάντα καὶ ἐβόησε φωνῇ μεγάλῃ λέγων· ‘Ὦ παῖδες Πελλαίων καὶ Ἀμφικτυόνων καὶ Θετταλῶν καὶ Λακεδαιμονίων καὶ τῶν ἄλλων Ἑλλαδικῶν ἐθνῶν, προσέρχεσθέ μοι Ἀλεξάνδρῳ ἑαυτοὺς ἐμπιστεύσαντες· ἐπιστρατεύσωμεν τοῖς βαρβάροις.’ Οὕτως εἰπὼν διάταγμα κατὰ πόλιν προτίθησιν· οἱ δὲ βουλόμενοι τῶν νέων παραγίνονται εἰς τὴν Μακεδονίαν αὐθαίρετοι, ὡς ὑπὸ θεοπνεύστου φωνῆς μετακληθέντες. ὁ δὲ Ἀλέξανδρος τὴν τοῦ πατρὸς ὁπλοθήκην ἀνοίξας μεταδέδωκε τοῖς νέοις τὴν πανοπλίαν. ἤγαγε δὲ καὶ τοὺς παρασπιστὰς τοῦ Φιλίππου γηραιοὺς ὄντας, οἵτινες εἶπον πρὸς αὐτόν· ‘Ἡμεῖς προέβημεν τῇ ἡλικίᾳ συστρατευσάμενοι τῷ πατρί σου καὶ οὐκέτι ἐστὶν ἡμῖν σθεναρὸν τὸ σῶμα· διὸ παραιτούμεθα τὴν ἐπί σοι στρατείαν.’ Ὁ δὲ Ἀλέξανδρος εἶπεν· ‘Ἔτι μᾶλλον ὑμᾶς στρατεύσω, εἰ καὶ γηραιοὶ τυγχάνετε· πολὺ γὰρ τὸ γῆρας τῆς νεότητος ἔφυ ἰσχυρότερον. ἡ γὰρ νέα ἡλικία πολλάκις πεποιθυῖα τῇ τοῦ σώματος δυνάμει ἐκτραπεῖσα εἰς ἀβουλίαν κακῶς . . . ὁ δὲ πρεσβύτης πρότερον λογισάμενος † τί ὁρμᾷ καθυστερῆσαι τῇ γνώμῃ μεταλλαγῆναι τοῦ κινδύνου. ὑμεῖς οὖν συστρατεύσασθε ἡμῖν οὐχ ὡς ἀντιτασσόμενοι τοῖς πολεμίοις, ἀλλ´ ὡς θαρσύνοντες τοὺς νέους γενναίως μάχεσθαι. αὕτη γὰρ ἀμφοτέρων βοήθεια. . . . συνεπισχύσατε ταῖς φρεσὶ γιγνώσκοντες, ὅτι καὶ ὑμῶν ἐστι σωτηρία τὸ ὑπὲρ τῆς πόλεως νικῆσαι. ἡττηθέντων γὰρ αὐτῶν οἱ πολέμιοι ἐπὶ τὴν ἄπρακτον ἡλικίαν ἐλεύσονται, νικησάντων δὲ τὸ νικᾶν ἐπὶ τὴν τῶν συμβουλευτῶν γνώμην ἀνατρέχει.’ Οὕτως εἰπὼν Ἀλέξανδρος ἔπεισε καὶ τοὺς ὑπεργήρως αὐτῷ ἀκολουθεῖν.
[26] E Ὁ δὲ συναγαγὼν τὴν προτέραν τοῦ Φιλίππου στρατείαν ἠρίθμησε καὶ εὗρε Μακεδόνας πεζοὺς μὲν <͵οβʹ> καὶ συμμάχους .., ἱππέας δὲ Μακεδόνας δισχιλίους, Θρᾷκας καὶ Παφλαγόνας καὶ Σκύθας οἷς ἐχρήσατο προδρόμοις ὀκτακοσίους. συναριθμήσας δὲ καὶ τοὺς παρόντας σὺν οἷς παρειλήφει εὗρεν <͵οζʹ> καὶ <͵δχʹ>. καὶ τούτους καθοπλίσας μεθ´ ὧν εἶχεν ἀπὸ τοῦ πατρὸς στρατιωτῶν λαμβάνει παρὰ τῶν τῆς Μακεδονίας 〈θησαυρῶν〉 χρυσοῦ νενομισμένου τάλαντα οʹ.
[27] E καὶ ναυπηγήσας τριήρεις, ἔτι δὲ λίβερνα, διαπεράσας ἀπὸ Μακεδονίας διὰ τοῦ Θερμώδοντος ποταμοῦ εἰς τὴν ὑπερκειμένην Θρᾴκην ὑπήκοον φύσει τυγχάνουσαν διὰ τὴν τοῦ πατρὸς Φιλίππου δύναμιν, ἐκεῖθεν παραλαβὼν ἀργυρίου αἱρετοὺς καὶ ἀργυρίου τάλαντα φʹ ᾤχετο ἐπὶ Λυκαονίαν.
[28] E καὶ συνθύσας τοῖς ἐκεῖ στρατηγοῖς διεπέρασεν ἐπὶ Σικελίαν καὶ τινὰς ἀπειθήσαντας αὐτῷ ὑποτάξας διαπορθμεύεται 〈εἰς〉 τὴν Ἰταλίαν χώραν. οἱ δὲ τῶν Ῥωμαίων στρατηγοὶ πέμπουσι διὰ Μάρκου Αἰμιλίου στρατηγοῦ τὸν τοῦ Καπιτωλίου Διὸς στέφανον πεπλεγμένον διὰ μαργαριτῶν λέγοντες· ‘Προσεπιστεφανοῦμέν σε κατ´ ἔτος Ἀλέξανδρε χρυσοῦν στέφανον ὁλκῆς λιτρῶν ρʹ’. δὲ παραδεξάμενος αὐτῶν τὴν εὐπείθειαν ἐπηγγείλατο αὐτοὺς μεγάλους ποιήσειν. λαμβάνει δὲ παρ´ αὐτῶν στρατιώτας χιλίους καὶ τάλαντα τετρακόσια· ἔλεγον δὲ καὶ πλείονας αὐτῷ δώσειν στρατιώτας, εἰ μὴ τὸν πόλεμον συνῆπτον Καρχηδονίοις.
[29] E Κἀκεῖθεν ἀναβὰς καὶ διαπεράσας τὸ μεταξὺ πέλαγος παρεγένετο εἰς Ἀφρικήν· οἱ δὲ τῶν Ἄφρων στρατηγοὶ ἀπαντήσαντες ἱκέτευσαν αὐτὸν ἀποστῆσαι Ῥωμαίους τῆς πόλεως. ὁ δὲ τῆς ἀδρανείας αὐτῶν καταγνοὺς εἶπεν· ‘Ἢ κρείττονες γίνεσθε ἢ τοῖς κρείττοσι φόρους τελεῖτε.’
[30] E Κἀκεῖθεν ἀναζεύξας μετ´ ὀλίγων στρατιωτῶν πᾶσαν τὴν Λιβύην ὑπερθέμενος εἰς Ἄμμωνα παραγίνεται . . . ἐμβαλόμενος εἰς τὰς νῆας κελεύει αὐτοῖς πλεῖν καὶ περιμένειν αὐτὸν εἰς τὴν Φαρίτιδα νῆσον. αὐτὸς δὲ προσκυνήσας
τὸν Ἄμμωνα καὶ θύσας αὐτῷ ὑπομνησθεὶς τῆς 〈μητρὸς λεγούσης〉, ὡς ἐξ Ἄμμωνος ἐγεννήθη, καὶ εὐξάμενος εἶπε· ‘Πάτερ, εἰ ἀληθεύει 〈ἡ〉 μήτηρ ἐκ σοῦ με γεγεννῆσθαι, χρησμῴδησόν μοι.’ Καὶ εἰπὼν ταῦτα τὴν ἡμέραν ἐμετεώρισεν· ἐκοιμήθη δὲ καὶ εἶδε κατὰ τοὺς ὕπνους 〈τὸν Ἄμμωνα〉 τῇ Ὀλυμπιάδι περιπεπλεγμένον. ἀνίσταται οὖν τῶν ὕπνων καὶ μαθὼν τὴν τοῦ θεοῦ ἐνέργειαν κατασκευάζει τὸ τέμενος † ἐκ τῆς ἑαυτοῦ ἐπιγραφῆς· ‘Πατρὶ θεῷ Ἄμμωνι Ἀλέξανδρος ἔθηκεν.’ Ἠξίου δὲ καὶ χρησμὸν λαβεῖν ἀπὸ τοῦ θεοῦ, ποῦ τῆς ὀνομασίας ἑαυτοῦ ἀείμνηστον πόλιν κτίσει· καὶ ὁρᾷ κατὰ τοὺς ὕπνους τὸν θεὸν αὐτῷ λέγοντα·
‘〈Ὦ〉 βασιλεῦ, σοὶ Φοῖβος ὁ μηλόκερως ἀγορεύω·
εἴγε θέλεις αἰῶσιν ἀγηράτοισι νεάζειν,
κτίζε πόλιν περίφημον ὑπὲρ Πρωτηίδα νῆσον,
ἧς προκάθητ´ 〈Αἰὼν〉 Πλουτώνιος αὐτὸς ἀνάσσων
〈πενταλόφοις κορυφαῖσιν ἀτέρμονα κόσμον ἑλίσσων.〉’
Τοῦτον λαβὼν τὸν χρησμὸν ὁ Ἀλέξανδρος ἀνεζήτει τὴν Πρωτέως νῆσον τίς τέ ἐστιν ὁ προκαθημένος αὐτῆς θεός . . . θύσας τῷ πατρὶ Ἄμμωνι τὴν ὁδοιπορίαν ἐποιεῖτο καὶ ἔν τινι κώμῃ τῆς Λιβύης 〈τὰ〉 στρατεύματα ἀνέπαυσεν.
[31] E Καὶ δὴ περιπατοῦντος αὐτοῦ ἔλαφος μεγίστη εἴς τινα φωλεὸν ἐνέμετο· φωνήσας δὲ τοξότῃ ἐκέλευσε τὸ ζῷον τοξεύειν. ὁ δὲ ὀκνηρότερον τείνας τὸ τόξον καὶ τὸ βέλος τινάξας εἰς † ἄχος ἀφῆκε παρ´ αὐτῷ τῆς θηρὸς μὴ εὐστοχήσας. καὶ εἶπεν ὁ Ἀλέξανδρος· ‘Ἄνθρωπε παράτονόν σοι ἐγένετο.’ Ὅθεν ἐκλήθη ὁ τόπος ἐκεῖνος Παρατόνιον διὰ τὴν τοῦ Ἀλεξάνδρου ἐκβόησιν. Ἐκεῖθεν ὁδεύσας εἰς Ταφώσιριν ἦλθε καὶ πυνθάνεται τῶν ἐγχωρίων τάφον Ὀσίρεως εἶναι τὸ ἱερόν. θύσας τε τῷ θεῷ τὸ ἐφεξῆς ἐποιεῖτο τῆς ὁδοιπορίας. παραγενάμενος δὲ ἐπὶ τούτου τοῦ ἐδάφους ὁρᾷ μέγιστον χώρημα εἰς ἄπειρον ἐκτεῖνον καὶ 〈ιϛʹ〉 κώμαις συνεχόμενον. ἦσαν δὲ αὗται· † Στειράμφεις, Φανέντι καὶ Εὔδημος, Ἀκάμης, Εὔπυρος, Ῥακῶτις, Ἡγιῶσα, ᾿Υπόνης, Κραμβεῖται, Κραπαθεῖς καὶ Λυϊδίας, Πάσης, Τέρεσις τῷ Νεφέλη τε Μηνυῖα τε, Πέλασος †. ἡ δὲ Ῥακῶτις ἦν ἐπίσημος· ἐτύγχανε γὰρ μητρόπολις οὖσα. αἱ δὲ ιϛʹ κῶμαι εἶχον ποταμοὺς ιβʹ ἐξερευγομένους εἰς τὴν θάλασσαν· καὶ μέχρι νῦν αἱ διεκδρομαὶ ἀναπεφραγμέναι εἰσίν .. ἐχώσθησαν οἱ ποταμοὶ καὶ ἀγυιαὶ τῆς πόλεως καὶ πλατεῖαι ἐγενήθησαν. δύο δὲ μόνοι διέμειναν, οἳ καὶ ἀπορρέουσιν εἰς τὴν θάλατταν . . . ἐπικαλούμενοι Ῥακωτίτης ποταμός, ὃς νῦν δρόμος τοῦ μεγάλου θεοῦ Σαράπιδος τυγχάνει· εἶτα διῶρυξ τῆς ἀγοραίου πλατείας· καὶ μέγιστος παταμὸς 〈ὁ〉 καλούμενος † Ξυλέρῳ νῦν Ἀσπενδία τυγχάνουσα· εἶτα διῶρυξ, οὗ τὸ Τυχαῖον· καὶ μέγιστος ποταμὸς 〈Κοπρωνικός· καὶ διῶρυξ μεγάλη καὶ ποταμὸς〉 Νεφερώτης † τὰ νῦν ἐκθέματα, οὗ ἐστι καὶ Ἴσιδος τῆς Νεφερὼν 〈ἱερὸν〉 πρωτόκτιστον Ἀλεξανδρείας· καὶ μέγιστος πάντων 〈τῶν〉 ποταμῶν Ἀργέος καλούμενος, οὗ ἐστιν Ἀργεῖον· 〈εἶτα διῶρυξ Ἀρείου οὗ ἐστιν Ἀρείου〉 στῦλος· καὶ διῶρυξ κατὰ τὸν Κανωπικὸν 〈ποταμὸν〉 ἐκβάλλουσα κατὰ τοῦ Ζεφυρίου· καὶ μέγιστος ποταμὸς 〈τὸ Ἡράκλειον στόμα. ἀπὸ γὰρ τῆς καλουμένης Πανδύσεως ἕως τοῦ〉 Ἡρακλείου στόματος τὸ μῆκος τῆς πόλεως ἐχωρογράφησε, τὸ δὲ πλάτος ἀπὸ τοῦ Μενδησίου ἕως τῆς μικρᾶς Ἑρμουπόλεως. οὐ καλεῖται δὲ Ἑρμούπολις, ἀλλ´ Ὁρμούπολις, ἐπειδὴ ὁ κατερχόμενος ἀπ´ Αἰγύπτου 〈καὶ ἀνερχόμενος〉 ἐκεῖ ὁρμεῖ· ὅθεν καὶ Ἀλεξανδρέων 〈ἡ〉 χώρα ἀναγράφεται. Συνεβούλευσε δὲ αὐτῷ Κλεομένης ὁ Ναυκρατίτης 〈καὶ Δεινοκράτης〉 ὁ Ῥόδιος μὴ τηλικαύτην πόλιν κτίζειν διὰ τὸ μὴ ἔχειν αὐτὴν πληρῶσαι ὄχλων· ἐὰν δὲ καὶ πληρωθῇ, οὐ δυνήσονται 〈οἱ〉 ἔμποροι τὴν χρείαν αὐτῇ παρασχεῖν τῶν ἐπιτηδείων πρὸς τροφήν. πολεμήσουσι δὲ οἱ ἐν αὐτῇ πῇ πόλει κατοικοῦντες, ὡς τηλικαύτης οὔσης καὶ ἀπείρου· αἱ γὰρ μικροπολιτεῖαι εὐσυμβούλευτοί εἰσι πρὸς 〈τὸ〉 τὰ συμφέροντα ποιεῖν, οἱ δὲ μέγιστοι δῆμοι ὡς 〈ἐν〉 τηλικαύτῃ πόλει κατοικοῦντες ἄγνωστοι ἑαυτοῖς τυγχάνουσιν. εἴξας τοῖς ἀρχιτέκτοσιν ὁ Ἀλέξανδρος ἐπέτρεψεν αὐτοῖς, οἷς βούλονται μέτροις τὴν πόλιν κτίζειν. οἱ δὲ χωρογραφοῦσι τὸ μῆκος τῆς πόλεως ἀπὸ τοῦ Δράκοντος τοῦ κατὰ τὴν Ταφοσιριακὴν ταινίαν μέχρι τοῦ Ἀγαθοδαίμονος τοῦ κατὰ τὸν Κάνωπον, καὶ ἀπὸ τοῦ Μενδησίου ἕως τῆς Εὐρυλόχου καὶ Μελανθίου τὸ πλάτος. καὶ κελεύει τοῖς κατοικοῦσι κωμαίοις μεταβαίνειν ἀπὸ λʹ μιλίων τῆς πόλεως ἔξω, χώρημα αὐτοῖς χαρισάμενος, προσαγορεύσας αὐτοὺς Ἀλεξανδρεῖς. ἦσαν δὲ ἀρχέφοδοι τῶν κωμῶν τότε Εὐρύλοχος καὶ Μελάνθιος· ὅθεν καὶ ἡ ὀνομασία ἔμεινεν. Ἐσκέπτετο δὲ καὶ ἑτέρους ἀρχιτέκτονας τῆς πόλεως, ἐν οἷς Κλεομένην Ναυκρατίτην καὶ Κρατερὸν Ὀλύνθιον καὶ Ἥρωνα ὀνόματι Λιβυκὸν τῷ γένει, ὃς εἶχεν ἀδελφὸν ὀνόματι καλούμενον Ὑπόνομον. οὗτος συνεβούλευσεν Ἀλεξάνδρῳ, πρὸ τοῦ ὀρύξαι τὴν πόλιν ἐκ θεμελίων, [καὶ] ὀχετηγοὺς ποιῆσαι ἐξερεύγοντας εἰς τὴν θάλατταν. πεισθεὶς ὁ Ἀλέξανδρος ἐκέλευσε γενέσθαι· ὅπερ οὐδεμία πόλις εἶχεν. καλοῦνται δὲ ὑπόνομοι διὰ τὸ 〈τὸν〉 ὑποδείξαντα Λιβυκὸν Ὑπόνομον καλεῖσθαι. Οὐ μέντοιγε ἑτέρα πόλις ἐστὶ μείζων Ἀλεξανδρείας· πᾶσαι γὰρ ἐχωρογραφήθησαν καὶ ἐμετρήθησαν. ἡ δὲ μεγίστη πόλις ἐν Συρίᾳ Ἀντιόχεια· αὕτη ἐστὶ σταδίων ηʹ καὶ ποδῶν οβʹ· ἡ δὲ ἐν Ἀφρικῇ Καρχηδὼν σταδίων ιϛʹ ποδῶν β#20ʹ· ἡ δὲ ἐν τοῖς βαρβάροις Βαβυλὼν σταδίων ιβʹ καὶ ποδῶν σηʹ· ἡ δὲ Ῥώμη σταδίων ιδʹ καὶ ποδῶν κʹ· Ἀλεξάνδρεια σταδίων ιϛʹ καὶ ποδῶν τριακοσίων ἐνενήκοντα πέντε.
[32] E Παραγενόμενος οὖν ὁ Ἀλέξανδρος εἰς τοῦτο τὸ ἔδαφος εὗρε τοὺς ποταμοὺς καὶ τὰς διώρυχας καὶ τὰς κώμας συνεστώσας. ἀπὸ δὲ τῆς γῆς ἐπὶ τῆς θαλάσσης νῆσόν τινα ἐθεάσατο καὶ πυνθάνεται, τίς καλεῖται 〈ἡ〉 νῆσος· οἱ δὲ ἐγχώριοι εἶπον· ‘Φάρος· Πρωτεὺς δὲ αὐτόθι κατῴκησεν, 〈οὗ καὶ〉 τὸ μνῆμα τοῦ Πρωτέως ἐστὶ τὸ παρ´ ἡμῖν θρησκευόμενον ἐπί τινος ὑψηλοτάτου ὄρους.’ Ἤνεγκαν αὐτὸν εἰς τὸ νῦν καλούμενον ἡρῷον καὶ ἐπέδειξαν τὴν λάρνακα. θύσας δὲ τῷ ἥρωι Πρωτεῖ καὶ ἰδὼν ἀπὸ τοῦ χρόνου καταπεπτωκὸς τὸ μνῆμα ἐκέλευσεν αὐτὸ ταχέως ἀνορθῶσαι, χωρογραφεῖσθαι δὲ καὶ τὸ περίμετρον τῆς πόλεως. Οἱ δὲ ἄλευρον βαλόντες ἐχωρογράφησαν· καὶ καταπτάντα ὄρνεα πάντα .. λαβόντα ἀπέπτησαν. συμφοράζων δὲ ὁ Ἀλέξανδρος μετεπέμψατο σημειολύτας καὶ εἶπε τὸ γεγενημένον· οἱ δὲ ἀπεκρίναντο· ‘Αὕτη ἡ πόλις κτισθεῖσα ὅλην τὴν οἰκουμένην θρέψει καὶ πανταχοῦ ἔσονται οἱ ἐν αὐτῇ γεννηθέντες ἄνθρωποι· καὶ γὰρ τὰ πετεινὰ ὅλην τὴν οἰκουμένην περιεπορεύσαντο.’ Ἤρξαντο δὲ οἰκοδομεῖν τὴν Ἀλεξάνδρειαν ἀπὸ Μέσου πεδίου, καὶ ἔσχεν ὁ τόπος τὴν προσωνυμίαν ἀρχὴν διὰ τὸ ἀπ´ ἐκεῖθεν ἄρξασθαι τὴν τῆς πόλεως οἰκοδομήν. τοῖς δὲ περὶ αὐτὴν τρεπομένοις δράκων συνήθως παραγενόμενος ἐξεφόβει τοὺς ἐργαζομένους, καὶ ἐγκοπὴν ἐποιοῦντο τοῦ ἔργου διὰ τὴν τοῦ ζῴου ἐπέλευσιν. μετεδόθη δὲ τῷ Ἀλεξάνδρῳ τοῦτο· ὁ δὲ ἐκέλευσε τῇ ἐρχομένῃ ἡμέρᾳ ὅπου ἂν καταληφθῇ χειρώσασθαι [ἑνὸς εἰργάζοντο]. καὶ δὴ λαβόντες 〈τὴν〉 ἐπιτροπὴν παραγενομένου τοῦ θηρὸς κατὰ τῆς νῦν καλουμένης Στοᾶς τούτου περιεγένοντο καὶ ἀνεῖλον. ἐκέλευσε δὲ ὁ Ἀλέξανδρος ἐκεῖ αὐτῷ τέμενος γενέσθαι καὶ θάψας κατέθετο· καὶ πλησίον ἐκέλευσε στεφάνους στέφεσθαι εἰς μνήμην τοῦ ὀφθέντος ἀγαθοῦ δαίμονος. Ἐκέλευσε δὲ μηδαμοῦ ἀλλαχοῦ βάλλεσθαι τὴν ὀρυγὴν τῶν θεμελίων εἰ μὴ εἰς ἕνα τόπον, καὶ ἔστιν ἕως ἄρτι ὄρος μέγα φαινόμενον, ὃ καλεῖται Κοπρία. θεμελιώσας δὲ τὰ πλεῖστα τῆς πόλεως μέρη καὶ χωρογραφήσας ἐπέγραψε γράμματα εʹ, α β γ δ ε. τὸ μὲν οὖν α Ἀλέξανδρος, τὸ δὲ β βασιλεύς, τὸ δὲ γ γένος, τό δὲ δ Διός, τὸ δὲ ε ἔκτισε πόλιν ἀείμνηστον. ὑποζύγια δὲ καὶ ἡμίονοι εἰργάζοντο. καθιδρυμένου δὲ τοῦ ἡρῴου † ἐπὶ ἓν ἐπιστύλιον . . . ἐξεπήδησεν ἀπ´ αὐτοῦ πολλὴ ἴλη 〈ὄφεων〉, καὶ ἑρπύσαντες εἰσέδραμον εἰς τὰς οἰκίας τὰς ἤδη γενομένας δʹ. ἔτι 〈δὲ〉 παρὼν ὁ Ἀλέξανδρος καθίδρυσε Τύβι κεʹ 〈τὴν πόλιν〉 καὶ αὐτὸ τὸ ἡρῷον. ὅθεν καὶ τούτους τοὺς ὄφεις ἐσεβάζοντο οἱ θυρωροὶ ὡς ἀγαθοὺς δαίμονας εἰσιόντας εἰς τὰς οἰκίας. οὐ γάρ ἐστιν ἰοβόλα, ἀλλὰ καὶ τὰ δοκοῦντα εἶναι ἰοβόλα ἀπελαύνουσι. καὶ θυσία τελεῖται αὐτῷ τῷ ἥρωι 〈ὡς ὀφιογενεῖ〉. στεφανοῦσι δὲ τὰ κτήνη, ἀνάπαυσιν αὐτοῖς παρεχόμενοι διὰ τὸ συνεργῆσαι ἀχθοφοροῦντα εἰς τὴν καθίδρυσιν τῆς πόλεως. ἐκέλευσε δὲ ὁ Ἀλέξανδρος τοῖς φύλαξι τῶν οἴκων σῖτον δοθῆναι· οἱ δὲ λαβόντες ἀλήσαντες καὶ ἀθηροποιησάμενοι τὴν † ἡμέραν τοῖς ἐνοικοῦσι † θάλλον διδόασιν. ὅθεν καὶ μέχρι τοῦ δεῦρο τοῦτον τὸν νόμον φυλάττουσι παρ´ Ἀλεξανδρεῦσι, Τύβι κεʹ τὰ μὲν κτήνη στεφανοῦσθαι, θυσιάζεσθαι δὲ τοῖς ἀγαθοῖς δαίμοσι τοῖς προνοουμένοις τῶν οἰκιῶν καὶ διαδόσεις τῶν ἀθηρῶν ποιεῖσθαι.
Attalus' home page | 28.02.15 | Any comments?