The Greek text of the Letter to Aristeas, edited by H.StJ.Thackeray (1914), is already available on the internet, but has been copied here and reformatted, to make it easier to link to individual sections.
An English translation of the letter can be found elsewhere on this website. Click on the E symbols to go to the English translation of the corresponding sections.
Ἀξιολόγου διηγήσεως, ὦ Φιλόκρατες, περὶ τῆς γενηθείσης ἡμῖν ἐντυχίας πρὸς Ἐλεάζαρον τὸν τῶν Ἰουδαίων ἀρχιερέα συνεσταμένης, διὰ τὸ σὲ περὶ πολλοῦ πεποιῆσθαι, παρ᾽ ἕκαστα ὑπομιμνήσκων, συνακοῦσαι περὶ ὧν ἀπεστάλημεν καὶ διὰ τί, πεπείραμαι σαφῶς ἐκθέσθαι σοι, κατειληφὼς ἣν ἔχεις φιλομαθῆ διάθεσιν, [2] ὅπερ μέγιστόν ἐστιν ἀνθρώπῳ, προσμανθάνειν ἀεί τι καὶ προσλαμβάνειν, ἤτοι κατὰ τὰς ἱστορίας, ἢ καὶ κατ᾽ αὐτὸ τὸ πρᾶγμα πεπειραμένῳ. οὕτω γὰρ κατασκευάζεται ψυχῆς καθαρὰ διάθεσις, ἀναλαβοῦσα τὰ κάλλιστα· καὶ πρὸς τὸ πάντων κυριώτατον νενευκυῖα τὴν εὐσέβειαν ἀπλανεῖ κεχρημένη κανόνι διοικεῖ. [3] Τὴν προαίρεσιν ἔχοντες ἡμεῖς πρὸς τὸ περιέργως τὰ θεῖα κατανοεῖν, ἑαυτοὺς ἐπεδώκαμεν εἰς τὸν προειρημένον ἄνδρα πρεσβείαν, καλοκαγαθίᾳ καὶ δόξῃ προτετιμημένον ὑπό τε τῶν πολιτῶν καὶ τῶν ἄλλων, καὶ κατακεκτημένον μεγίστην ὠφέλειαν τοῖς σὺν ἑαυτῷ καὶ τοῖς κατὰ τοὺς ἄλλους τόπους πολίταις, πρὸς τὴν ἑρμηνείαν τοῦ θείου νόμου, διὰ τὸ γεγράφθαι παρ᾽ αὐτοῖς ἐν διφθέραις ἑβραϊκοῖς γράμμασιν. [4] ἣν δὴ καὶ ἐποιησάμεθα ἡμεῖς σπουδῇ, λαβόντες καιρὸν πρὸς τὸν βασιλέα περὶ τῶν μετοικισθέντων εἰς Αἴγυπτον ἐκ τῆς Ἰουδαίας ὑπὸ πατρὸς τοῦ βασιλέως, πρώτως κεκτημένου τήν τε πόλιν καὶ κατὰ τὴν Αἴγυπτον παρειληφότος. Ἄξιόν ἐστι καὶ ταῦτά σοι δηλῶσαι. [5] E πέπεισμαι γὰρ σε μᾶλλον ἔχοντα πρόσκλισιν πρὸς τὴν σεμνότητα καὶ τὴν τῶν ἀνθρώπων διάθεσιν τῶν κατὰ τὴν σεμνὴν νομοθεσίαν διεξαγόντων, περὶ ὧν προαιρούμεθα {δηλοῦν, ἀσμένως σε} ἀκούσεσθαι, προσφάτως παραγεγενημένον ἐκ τῆς νήσου πρὸς ἡμεῖς, καὶ βουλόμενον συνακούειν ὅσα πρὸς ἐπισκευὴν ψυχῆς ὑπάρχει. [6] καὶ πρότερον δὲ διεπεμψάμην σοι περὶ ὧν ἐνόμιζον ἀξιομνημονεύτων εἶναι τὴν ἀναγραφήν, ἣν μετελάβομεν παρὰ τῶν κατὰ τὴν λογιωτάτην Αἴγυπτον λογιωτάτην ἀρχιερέων περὶ τοῦ γένους τῶν Ἰουδαίων. [7] φιλομαθῶς γὰρ ἔχοντί σοι περὶ τῶν δυναμένων ὠφελῆσαι διάνοιαν δέον ἐστὶ μεταδιδόναι, μάλιστα μὲν πᾶσι τοῖς ὁμοίοις, πολλῷ δὲ μᾶλλον σοὶ γνησίαν ἔχοντι τὴν αἵρεσιν, οὐ μόνον κατὰ τὸ συγγενὲς ἀδελφῷ καθεστῶτι τὸν τρόπον, ἀλλὰ καὶ τῇ πρὸς τὸ καλὸν ὁρμῇ τὸν αὐτὸν ὄντα ἡμῖν. [8] χρυσοῦ γὰρ χάρις ἢ κατασκευή τις ἄλλη τῶν τετιμημένων παρὰ τοῖς κενοδόξοις ὠφέλεισαν οὐκ ἔχει τὴν αὐτήν, ὅσον ἡ παιδείας ἀγωγὴ καὶ ἡ περὶ τούτων φροντίς. ἵνα δὲ μὴ περὶ τῶν προλεγομένων μηκύνοντες ἀδόλεσχόν τι ποιῶμεν, ἐπὶ τὸ συνεχὲς τῆς διηγήσεως ἐπανήξομεν. [9] Κατασταθεὶς ἐπὶ τῆς τοῦ βασιλέως βιβλιοθήκης Δημήτριος ὁ Φαληρεὺς ἐχρηματίσθη πολλὰ διάφορα πρὸς τὸ συναγαγεῖν, εἰ δυνατόν, ἅπαντα τὰ κατὰ τὴν οἰκουμένην βιβλία· καὶ ποιούμενος ἀγορασμοὺς καὶ μεταγραφὰς ἐπὶ τέλος ἤγαγεν, ὅσον ἐφ᾽ ἑαυτῷ τὴν τοῦ βασιλέως πρόθεσιν. [10] E παρόντων οὖν ἡμῶν ἐρωτηθείς Πόσαι τινὲς μυριάδες τυγχάνουσι βιβλίων; εἶπεν Ὑπὲρ τὰς εἴκοσι, βασιλεῦ· σπουδάσω δ᾽ ἐν ὀλίγῳ χρόνῳ πρὸς τὸ πληρωθῆναι πεντήκοντα μυριάδας τὰ λοιπά. προσήγγελται δέ μοι καὶ τῶν Ἰουδαίων νόμιμα μεταγραφῆς ἄξια καὶ τῆς παρὰ σοὶ βιβλιοθήκης εἶναι. [11] Τί τὸ κωλῦον οὖν, εἶπεν, ἐστί σε τοῦτο ποιῆσαι; πάντα γὰρ ὑποτέτακταί σοι τὰ πρὸς τὴν χρείαν.ὁ δὲ Δημήτριος εἶπεν Ἑρμηνείας προσδεῖται· χαρακτῆρσι γὰρ ἰδίοις κατὰ Ἰουδαίων χρῶνται, καθάπερ Αἰγύπτιοι τῇ τῶν γραμμάτων θέσει, καθὸ καὶ φωνὴν ἰδίαν ἔχουσιν. ὑπολαμβάνονται Συριακῇ χρῆσθαι· τὸ δ᾽ οὐκ ἔστιν, ἀλλ᾽ ἕτερος τρόπος.Μεταλαβὼν δὲ ἕκαστα ὁ βασιλεὺς εἶπε γραφῆναι πρὸς τὸν ἀρχιερέα τῶν Ἰουδαίων, ὅπως τὰ προειρημένα τελείωσιν λάβῃ. [12] νομίσας δὲ ἐγὼ καιρὸν εἶναι περὶ ὧν πολλάκις ἠξιώκειν Σωσίβιόν τε τὸν Ταραντῖνον καὶ Ἀνδρέαν, τοὺς ἀρχισωματοφύλακας, περὶ τῆς ἀπολυτρώσεως τῶν μετηγμένων ἐκ τῆς Ἰουδαίας ὑπὸ τοῦ πατρὸς τοῦ βασιλέως- ἐκεῖνος γὰρ ἐπελθὼν τὰ κατὰ κοίλην Συρίαν καὶ Φοινίκην ἅπαντα, συγχρώμενος εὐημερίᾳ μετὰ ἀνδρείας, τοὺς μὲν μετῴκιζεν, οὓς δὲ ᾐχμαλώτιζε, φόβῳ πάντα ὑποχείρια ποιούμενος· ἐν ὅσῳ καὶ πρὸς δέκα μυριάδας ἐκ τῆς τῶν Ἰουδαίων χώρας εἰς Αἴγυπτον μετήγαγεν, [13] ἀφ᾽ ὧν ὡσεὶ τρεῖς μυριάδας καθοπλίσας ἀνδρῶν ἐκλεκτῶν εἰς τὴν χώραν κατῴκισεν ἐν τοῖς φρουρίοις (ἤδη μὲν καὶ πρότερον ἱκανῶν εἰσεληλυθότων σὺν τῷ Πέρσῃ, καὶ πρὸ τούτων ἑτέρων συμμαχιῶν ἐξαπεσταλμένων πρὸς τὸν τῶν Αἰθιόπων βασιλέα μάχεσθαι σὺν Ψαμμιτίχῴ ἀλλ᾽ οὐ τοσοῦτοι τῷ πλήθει παρεγενήθησαν, ὅσους Πτολεμαῖος ὁ τοῦ Λάγου μετήγαγε)· [14] καθὼς δὲ προείπομεν, ἐπιλέξας τοὺς ἀρίστους ταῖς ἡλικίαις καὶ ῥώμῃ διαφέροντας καθώπλισε, τὸ δὲ λοιπὸν χύμα πρεσβυτέρων καὶ νεωτέρων, ἔτι δὲ γυναικῶν, εἴασεν εἰς τὴν οἰκετίαν, οὐχ οὕτως τῇ προαιρέσει κατὰ ψυχὴν ἔχων, ὡς κατακρατούμενος ὑπὸ τῶν στρατιωτῶν, δι᾽ ἃς ἐπεποίηντο χρείας ἐν τοῖς πολεμικοῖς ἀγῶσιν- ἡμεῖς δὲ ἐπεί τινα παρεύρεσιν εἰς τὴν ἀπόλυσιν αὐτῶν ἀπελάβομεν, καθὼς προδεδήλωται, τοιούτοις ἐχρησάμεθα λόγοις πρὸς τὸν βασιλέα. [15] E μήποτε ἄλογον ᾗ ἐλέγχεσθαι ὑπ᾽ αὐτῶν τῶν πραγμάτων, ὦ βασιλεῦ. τῆς γὰρ νομοθεσίας κειμένης πᾶσι τοῖς Ἰουδαίοις, ἣν ἡμεῖς οὐ μόνον μεταγράψαι ἐπινοοῦμεν, ἀλλὰ καὶ διερμηνεῦσαι, τίνα λόγον ἕξομεν πρὸς ἀποστολήν, ἐν οἰκετίαις ὑπαρχόντων ἐν τῇ σῇ βασιλείᾳ πληθῶν ἱκανῶν; ἀλλὰ τελείᾳ καὶ πλουσίᾳ ψυχῇ ἀπόλυσον τοὺς συνεχομένους ἐν ταλαιπωρίαις, κατευθύνοντάς σου τὴν βασιλείαν τοῦ τεθεικότος αὐτοῖς θεοῦ τὸν νόμον, καθὼς περιείργασμαι. [16] τὸν γὰρ πάντων ἐπόπτην καὶ κτίστην θεὸν οὗτοι σέβοντα, ὃν καὶ πάντες, ἡμεῖς δέ, βασιλεῦ, προσονομάζοντες ἑτέρως Ζῆνα καὶ Δία· τοῦτο δ᾽ οὐκ ἀνοικείως οἱ πρῶτοι διεσήμαναν, δι᾽ ὃν ζωοποιοῦνται τὰ πάντα καὶ γίνεται, τοῦτον ἁπάντων ἡγεῖσθαί τε καὶ κυριεύειν. ὑπερηρκὼς δὲ σύμπαντας ἀνθρώπους τῇ λαμπρότητι τῆς ψυχῆς ἀπόλυσιν ποίησαι τῶν ἐνεχομένων ταῖς οἰκετίαις. [17] οὐδὲ πολὺν χρόνον ἐπισχών, καὶ ἡμῶν κατὰ ψυχὴν πρὸς τὸν θεὸν εὐχομένων, τὴν διάνοιαν αὐτοῦ κατασκευάσαι πρὸς τὸ τοὺς ἅπαντας ἀπολυθῆναι (κτίσμα γὰρ ὂν θεοῦ τὸ γένος τῶν ἀνθρώπων καὶ μεταλλοιοῦται καὶ τρέπεται πάλιν ὑπ᾽ αὐτοῦ· διὸ πολλαχῶς καὶ ποικίλως ἐπεκαλούμην τὸν κυριεύοντα κατὰ καρδίαν, ἵνα συναναγκασθῇ, καθὼς ἠξίουν, ἐπιτελέσαι· [18] μεγάλην γὰρ εἶχον ἐλπίδα, περὶ σωτηρίας ἀνθρώπων προτιθέμενος λόγον, ὅτι τὴν ἐπιτέλειαν ὁ θεὸς ποιήσει τῶν ἀξιουμένων· ὃ γὰρ πρὸς δικαιοσύνην καὶ καλῶν ἔργων ἐπιμέλειαν ἐν ὁσιότητι νομίζουσιν ἄνθρωποι ποιεῖν, κατευθύνει τὰς πράξεις καὶ τὰς ἐπιβολὰς ὁ κυριεύων ἁπάντων θεός), [19] ὁ δὲ διανακύψας καὶ προσβλέψας ἱλαρῷ τῷ προσώπῴ Πόσας ὑπολαμβάνεις μυριάδας ἔσεσθαι; ἔφη. παρεστὼς δὲ Ἀνδρέας ἀπεφήνατο Βραχεῖ πλεῖον μυριάδων δέκα. ὁ δέ, Μικρόν γε, εἶπεν, Ἀριστέας ἡμᾶς ἀξιοῖ πρᾶγμα. Σωσίβιος δὲ καὶ τῶν παρόντων τινὲς τοῦτ᾽ εἶπον· Καὶ γὰρ ἄξιόν ἐστι τῆς σῆς μεγαλοψυχίας, ὅπως χαριστήριον ἀναθῇ τῷ μεγίστῳ θεῷ τὴν τούτων ἀπόλυσιν. μεγίστως γὰρ τετιμημένος ὑπὸ τοῦ κρατοῦντος τὰ πάντα καὶ δεδοξασμένος ὑπὲρ τοὺς προγόνους, εἰ καὶ μέγιστα ποιήσεις χαριστήρια, καθῆκόν ἐστι σοι. [20] E διαχυθεὶς δὲ εὖ μάλα τοῖς ὀψωνίοις εἶπε προσθεῖναι, καὶ σώματος ἑκάστου κομίζεσθαι δραχμὰς εἴκοσι, καὶ περὶ τούτων ἐκθεῖναι πρόσταγμα, τὰς δὲ ἀπογραφὰς ποιεῖσθαι παρ᾽ αὐτά, μεγαλείως χρησάμενος τῇ προθυμίᾳ, τοῦ θεοῦ τὴν πᾶσαν ἐπιτελέσαντος ἡμῶν προαίρεσιν, καὶ συναναγκάσαντος αὐτὸν ἀπολυτρῶσαι μὴ μόνον τοὺς συνεληλυθότας τῷ στρατοπέδῳ τοῦ πατρός, ἀλλὰ καὶ εἴ τινες προῆσαν, ἢ μετὰ ταῦτα παρεισήχθησαν εἰς τὴν βασιλείαν. ὑπὲρ τὰ τετρακόσια τάλαντα τὴν δόσιν ἀπέφαινον εἶναι. [21] καὶ τοῦ προστάγματος δὲ τὸ ἀντίγραφον οὐκ ἄχρηστον οἴομαι κατακεχωρίσθαι. πολλῷ γὰρ ἡ μεγαλομοιρία φανερωτέρα καὶ εὔδηλος ἔσται τοῦ βασιλέως, τοῦ θεοῦ κατισχύοντος αὐτὸν εἰς τὸ σωτηρίαν γενέσθαι πλήθεσιν ἱκανοῖς. [22] ἦν δὲ τοιοῦτο· Τοῦ βασιλέως προστάξαντος- Ὅσοι τῶν συνεστρατευμένων τῷ πατρὶ ἡμῶν εἰς τοὺς κατὰ Συρίαν καὶ Φοινίκην τόπους ἐπελθόντες τὴν τῶν Ἰουδαίων χώραν ἐγκρατεῖς ἐγένοντο σωμάτων Ἰουδαϊκῶν καὶ ταῦτα διακεκομίκασιν εἴς τε τὴν πόλιν καὶ τὴν χώραν ἢ καὶ πεπράκασιν ἑτέροις, ὁμοίως δὲ καὶ εἴ τινες προῆσαν ἢ καὶ μετὰ ταῦτά εἰσιν εἰσηγμένοι τῶν τοιούτων, ἀπολύειν παρὰ χρῆμα τοὺς ἔχοντας, κομιζομένους αὐτίκα ἑκάστου σώματος δραχμὰς εἴκοσι, τοὺς μὲν στρατιώτας τῇ τῶν ὀψωνίων δόσει, τοὺς δὲ λοιποὺς ἀπὸ τῆς βασιλικῆς τραπέζης. [23] νομίζομεν γὰρ καὶ παρὰ τὴν τοῦ πατρὸς ἡμῶν βούλησιν καὶ παρὰ τὸ καλῶς ἔχον ᾐχμαλωτεῦσθαι τούτους, διὰ δὲ τὴν στρατιωτικὴν προπέτειαν τήν τε χώραν αὐτῶν κατεφθάρθαι καὶ τὴν τῶν Ἰουδαίων μεταγωγὴν εἰς τὴν Αἴγυπτον γεγονέναι· ἱκανὴ γὰρ ἦν ἡ παρὰ τὸ πεδίον γεγονυῖα ἐκ τῶν στρατιωτῶν ὠφέλεια· διὸ παντελῶς ἀνεπιεικής ἐστι καὶ ἡ τῶν ἀνθρώπων καταδυναστεία. [24] πᾶσιν οὖν ἀνθρώποις τὸ δίκαιον ἀπονέμειν ὁμολογούμενοι, πολλῷ δὲ μᾶλλον τοῖς ἀλόγως καταδυναστευομένοις, καὶ κατὰ πᾶν ἐκζητοῦντες τὸ καλῶς ἔχον πρός τε τὸ δίκαιον καὶ τὴν κατὰ πάντων εὐσέβειαν, προστετάχαμεν ὅσα τῶν Ἰουδαϊκῶν ἐστι σωμάτων ἐν οἰκετίαις {πανταχῆ} καθ᾽ ὁντινοῦν τρόπον ἐν τῇ βασιλείᾳ, κομιζομένους τοὺς ἔχοντας τὸ προκείμενον κεφάλαιον ἀπολύειν, καὶ μηδένα κακοσχόλως περὶ τούτων μηδὲν οἰκονομεῖν· τὰς δ᾽ ἀπογραφὰς ἐν ἡμέραις τρισίν, ἀφ᾽ ἧς ἡμέρας ἐκκεῖται τὸ πρόσταγμα, ποιεῖσθαι πρὸς τοὺς καθεσταμένους περὶ τούτων, καταδεικνύντας εὐθὺ καὶ τὰ σώματα. [25] E διειλήφαμεν γὰρ καὶ ἡμῖν συμφέρειν καὶ τοῖς πράγμασι τοῦτ᾽ ἐπιτελεσθῆναι. τὸν δὲ βουλόμενον προσαγγέλλειν περὶ τῶν ἀπειθησάντων, ἐφ᾽ ᾧ τοῦ φανέντος ἐνόχου τὴν κυρίαν ἕξειν· τὰ δὲ ὑπάρχοντα τῶν τοιούτων εἰς τὸ βασιλικὸν ἀναληφθήσεται. [26] εἰσδοθέντος τοῦ προστάγματος, ὅπως ἐπαναγνωσθῇ τῷ βασιλεῖ, τὰ ἄλλα πάντ᾽ ἔχοντος πλὴν τοῦ Καὶ εἴ τινες προῆσαν ἢ καὶ μετὰ ταῦτα εἰσηγμένοι εἰσι τῶν τοιούτων, αὐτὸς τοῦτο ὁ βασιλεὺς προσέθηκε, μεγαλομοιρίᾳ καὶ μεγαλοψυχίᾳ χρησάμενος, ἐκέλευσέ τε τῶν διαφόρων δόσιν ἀθρόαν οὖσαν ἀπομερίσαι τοῖς ὑπηρέταις τῶν ταγμάτων καὶ βασιλικοῖς τραπεζίταις. [27] οὕτω δοχθὲν ἐκεκύρωτο ἐν ἡμέραις ἑπτά· πλεῖον δὲ ταλάντων ἑξακοσίων ἑξήκοντα ἡ δόσις ἐγεγόνει. πολλὰ γὰρ καὶ τῶν ἐπιμαστιδίων τέκνων σὺν ταῖς μητράσιν ἐλευθεροῦντο. προσανενεχθέντος εἰ καὶ περὶ τούτων εἰκοσαδραχμία δοθήσεται, καὶ τοῦτ᾽ ἐκέλευσεν ὁ βασιλεὺς ποιεῖν, ὁλοσχερῶς περὶ τοῦ δόξαντος ἅπαντ᾽ ἐπιτελῶν. [28] Ὡς δὲ κατεπράχθη ταῦτα, τὸν Δημήτριον ἐκέλευσεν εἰσδοῦναι περὶ τῆς τῶν Ἰουδαϊκῶν βιβλίων ἀναγραφῆς. πάντα γὰρ διὰ προσταγμάτων καὶ μεγάλης ἀσφαλείας τοῖς βασιλεῦσι τούτοις διῳκεῖτο, καὶ οὐδὲν ἀπερριμμένως οὐδ᾽ εἰκῇ. διόπερ καὶ τὸ τῆς εἰσδόσεως καὶ τὰ τῶν ἐπιστολῶν ἀντίγραφα κατακεχώρικα, καὶ τὸ τῶν ἀπεσταλμένων πλῆθος καὶ τὴν ἑκάστου κατασκευήν, διὰ τὸ μεγαλομοιρίᾳ καὶ τέχνῃ διαφέρειν ἕκαστον αὐτῶν. τῆς δὲ εἰσδόσεώς ἐστιν ἀντίγραφον τόδε· [29] Βασιλεῖ μεγάλῳ παρὰ Δημητρίου. προστάξαντός σου, βασιλεῦ, περὶ τῶν ἀπολιπόντων εἰς τὴν συμπλήρωσιν τῆς βιβλιοθήκης βιβλίων, ὅπως ἐπισυναχθῇ, καὶ τὰ διαπεπτωκότα τύχῃ τῆς προσηκούσης ἐπισκευῆς, πεποιημένος οὐ παρέργως τὴν ἐν τούτοις ἐπιμέλειαν, προσαναφέρω σοι τάδε. [30] E τοῦ νόμου τῶν Ἰουδαίων βιβλία σὺν ἑτέροις ὀλίγοις τισὶν ἀπολείπει· τυγχάνει γὰρ Ἑβραϊκοῖς γράμμασι καὶ φωνῇ λεγόμενα, ἀμελέστερον δέ, καὶ οὐχ ὡς ὑπάρχει, σεσήμανται, καθὼς ὑπὸ τῶν εἰδότων προσαναφέρεται· προνοίας γὰρ βασιλικῆς οὐ τέτευχε. [31] δέον δέ ἐστι καὶ ταῦθ᾽ ὑπάρχειν παρά σοι διηκριβωμένα, διὰ τὸ καὶ φιλοσοφωτέραν εἶναι καὶ ἀκέραιον τὴν νομοθεσίαν ταύτην, ὡς ἂν οὖσαν θείαν. διὸ πόρρω γεγόνασιν οἵ τε συγγραφεῖς καὶ ποιηταὶ καὶ τὸ τῶν ἱστορικῶν πλῆθος τῆς ἐπιμνήσεως τῶν προειρημένων βιβλίων, καὶ τῶν κατ᾽ αὐτὰ πεπολιτευμένων [καὶ πολιτευομένων] ἀνδρῶν, διὰ τὸ ἁγνήν τινα καὶ σεμνὴν εἶναι τὴν ἐν αὐτοῖς θεωρίαν, ὥς φησιν Ἑκαταῖος ὁ Ἀβδηρίτης. [32] ἐὰν οὖν φαίνηται, βασιλεῦ, γραφήσεται πρὸς τὸν ἀρχιερέα τὸν ἐν Ἱεροσολύμοις, ἀποστεῖλαι τοὺς μάλιστα καλῶς βεβιωκότας καὶ πρεσβυτέρους ὄντας ἄνδρας, ἐμπείρους τῶν κατὰ τὸν νόμον τὸν ἑαυτῶν, ἀφ᾽ ἑκάστης φυλῆς ἕξ, ὅπως τὸ σύμφωνον ἐκ τῶν πλειόνων ἐξετάσαντες καὶ λαβόντες τὸ κατὰ τὴν ἑρμηνείαν ἀκριβές, ἀξίως καὶ τῶν πραγμάτων καὶ τῆς σῆς προαιρέσεως, θῶμεν εὐσήμως. εὐτύχει διὰ παντός. [33] Τῆς δὲ εἰσδόσεως ταύτης γενομένης, ἐκέλευσεν ὁ βασιλεὺς γραφῆναι πρὸς τὸν Ἐλεάζαρον περὶ τούτων, σημάναντας καὶ τὴν γενομένην ἀπολύτρωσιν τῶν αἰχμαλώτων. ἔδωκε δὲ καὶ εἰς κατασκευὴν κρατήρων τε καὶ φιαλῶν καὶ τραπέζης καὶ σπονδείων χρυσίου μὲν ὁλκῆς τάλαντα πεντήκοντα καὶ ἀργυρίου τάλαντα ἑβδομήκοντα καὶ λίθων ἱκανόν τι πλῆθος- ἐκέλευσε δὲ τοὺς ῥισκοφύλακας τοῖς τεχνίταις, ὧν ἂν προαιρῶνται, τὴν ἐκλογὴν διδόναι- καὶ νομίσματος εἰς θυσίας καὶ ἄλλα πρὸς τάλαντα ἑκατόν. [34] δηλώσομεν δέ σοι περὶ τῆς κατασκευῆς, ὡς ἂν τὰ τῶν ἐπιστολῶν ἀντίγραφα διέλθωμεν. ἦν δὲ ἡ τοῦ βασιλέως ἐπιστολὴ τὸν τύπον ἔχουσα τοῦτον· [35] E Βασιλεὺς Πτολεμαῖος Ἐλεαζάρῳ ἀρχιερεῖ χαίρειν καὶ ἐρρῶσθαι. ἐπεὶ συμβαίνει πλείονας τῶν Ἰουδαίων εἰς τὴν ἡμετέραν χώραν κατῳκίσθαι γενηθέντας ἀνασπάστους ἐκ τῶν Ἱεροσολύμων ὑπὸ Περσῶν, καθ᾽ ὃν ἐπεκράτουν χρόνον, ἔτι δὲ καὶ συνεληλυθέναι τῷ πατρὶ ἡμῶν εἰς τὴν Αἴγυπτον αἰχμαλώτους· [36] ἀφ᾽ ὧν πλείονας εἰς τὸ στρατιωτικὸν σύνταγμα κατεχώρισεν ἐπὶ μείζοσι μισθοφορίαις, ὁμοίως δὲ καὶ τοὺς προόντας κρίνας πιστοὺς φρούρια κτίσας ἀπέδωκεν αὐτοῖς, ὅπως τὸ τῶν Αἰγυπτίων ἔθνος φόβος [μὴ] ἔχῃ διὰ τούτων· καὶ ἡμεῖς δὲ παραλαβόντες τὴν βασιλείαν φιλανθρωπότερον ἀπαντῶμεν τοῖς πᾶσι, πολὺ δὲ μᾶλλον τοῖς σοῖς πολίταις- [37] ὑπὲρ δέκα μυριάδας αἰχμαλώτων ἠλευθερώκαμεν, ἀποδόντες τοῖς κρατοῦσι τὴν κατ᾽ ἀξίαν ἀργυρικὴν τιμήν, διορθούμενοι καὶ εἴ τι κακῶς ἐπράχθη διὰ τὰς τῶν ὄχλων ὁρμάς, διειληφότες εὐσεβῶς τοῦτο πρᾶξαι, καὶ τῷ μεγίστῳ θεῷ χαριστικὸν ἀνατιθέντες, ὃς ἡμῖν τὴν βασιλείαν ἐν εἰρήνῃ καὶ δόξῃ κρατίστῃ παρ᾽ ὅλην τὴν οἰκουμένην διατετήρηκεν· εἴς τε τὸ στράτευμα τοὺς ἀκμαιοτάτους ταῖς ἡλικίαις τετάχαμεν, τοὺς δὲ δυναμένους καὶ περὶ ἡμᾶς εἶναι, τῆς περὶ τὴν αὐλὴν πίστεως ἀξίους, ἐπὶ χρειῶν καθεστάκαμεν. [38] βουλομένων δ᾽ ἡμῶν καὶ τούτοις χαρίζεσθαι καὶ πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην Ἰουδαίοις καὶ τοῖς μετέπειτα, προῃρήμεθα τὸν νόμον ὑμῶν μεθερμηνευθῆναι γράμμασιν Ἑλληνικοῖς ἐκ τῶν παρ᾽ ὑμῶν λεγομένων Ἑβραϊκῶν γραμμάτων, ἵν᾽ ὑπάρχῃ καὶ ταῦτα παρ᾽ ὑμῖν ἐν βιβλιοθήκῃ σὺν τοῖς ἄλλοις βασιλικοῖς βιβλίοις. [39] καλῶς οὖν ποιήσεις καὶ τῆς ἡμετέρας σπουδῆς ἀξίως ἐπιλεξάμενος ἄνδρας καλῶς βεβιωκότας πρεσβυτέρους, ἐμπειρίαν ἔχοντας τοῦ νόμου, καὶ δυνατοὺς ἑρμηνεῦσαι, ἀφ᾽ ἑκάστης φυλῆς ἕξ, ὅπως ἐκ τῶν πλείονων τὸ σύμφωνον εὑρεθῇ, διὰ τὸ περὶ μειζόνων εἶναι τὴν σκέψιν. οἰόμεθα γὰρ ἐπιτελεσθέντος τούτου μεγάλην ἀποίσεσθαι δόξαν. [40] E ἀπεστάλκαμεν δὲ περὶ τούτων Ἀνδρέαν τῶν ἀρχισωματοφυλάκων καὶ Ἀριστέαν, τιμωμένους παρ᾽ ἡμῖν, διαλεξομένους σοι καὶ κομίζοντας ἀπαρχὰς εἰς τὸ ἱερὸν ἀναθημάτων καὶ εἰς θυσίας καὶ τὰ ἄλλα ἀργυρίου τάλαντα ἑκατόν. γράφων δὲ καὶ σὺ πρὸς ἡμᾶς περὶ ὧν ἐὰν βούλῃ κεχαρισμένος ἔσῃ, καὶ φιλίας ἄξιόν τι πράξεις, ὡς ἐπιτελεσθησομένων τὴν ταχίστην περὶ ὧν ἂν αἱρῇ. ἔρρωσο. [41] Πρὸς ταύτην τὴν ἐπιστολὴν ἀντέγραψεν ἐνδεχομένως ὁ Ἐλεάζαρος ταῦτα· Ἐλεάζαρος ἀρχιερεὺς βασιλεῖ Πτολεμαίῳ φίλῳ γνησίῳ χαίρειν. αὐτός τε ἔρρωσο καὶ ἡ βασίλισσα Ἀρσινόη, ἡ ἀδελφή, καὶ τὰ τέκνα, καλῶς ἂν ἔχοι καὶ ὡς βουλόμεθα, καὶ αὐτοὶ δὲ ὑγιαίνομεν. [42] λαβόντες τὴν παρὰ σοῦ ἐπιστολὴν μεγάλως ἐχάρημεν διὰ τὴν προαίρεσίν σου καὶ τὴν καλὴν βουλήν, καὶ συναγαγόντες τὸ πᾶν πλῆθος παρανέγνωμεν αὐτοῖς, ἵνα εἰδῶσιν ἣν ἔχεις πρὸς τὸν θεὸν ἡμῶν εὐσέβειαν. ἐπεδείξαμεν δὲ καὶ τὰς φιάλας ἃς ἀπέστειλας, χρυσᾶς εἴκοσι καὶ ἀργυρᾶς τριάκοντα, κρατῆρας πέντε, καὶ τράπεζαν εἰς ἀνάθεσιν, καὶ εἰς προσαγωγὴν θυσιῶν καὶ εἰς ἐπισκευὰς ὧν ἂν δέηται τὸ ἱερὸν ἀργυρίου τάλαντα ἑκατόν, [44] πάντα γὰρ ὅσα σοι συμφέρει, καὶ εἰ παρὰ φύσιν ἐστίν, ὑπακουσόμεθα· τοῦτο γὰρ φιλίας καὶ ἀγαπήσεως σημεῖόν ἐστι. μεγάλα γὰρ καὶ σὺ καὶ ἀνεπίληστα τοὺς πολίτας ἡμῶν κατὰ πολλοὺς τρόπους εὐηργέτηκας. [45] E εὐθέως οὖν προσηγάγομεν ὑπὲρ σοῦ θυσίας καὶ τῆς ἀδελφῆς καὶ τῶν τέκνων καὶ τῶν φίλων· καὶ ηὔξατο πᾶν τὸ πλῆθος, ἵνα σοι γένηται καθὼς προαιρῇ διὰ παντός, καὶ διασώζῃ σοι τὴν βασιλείαν ἐν εἰρήνῃ μετὰ δόξης ὁ κυριεύων ἁπάντων θεός, καὶ ὅπως γένηταί σοι συμφερόντως καὶ μετὰ ἀσφαλείας ἡ τοῦ ἁγίου νόμου μεταγραφή. [46] παρόντων δὲ πάντων ἐπελέξαμεν ἄνδρας καλοὺς καὶ ἀγαθοὺς πρεσβυτέρους, ἀφ᾽ ἑκάστης φυλῆς ἕξ, οὓς καὶ ἀπεστείλαμεν ἔχοντας τὸν νόμον. καλῶς οὖν ποιήσεις, βασιλεῦ δίκαιε, προστάξας, ὡς ἂν ἡ μεταγραφὴ γένηται τῶν βιβλίων, ἵνα πάλιν ἀποκατασταθῶσιν πρὸς ἡμᾶς ἀσφαλῶς οἱ ἄνδρες. ἔρρωσο. [47] Εἰσὶ δὲ πρώτης φυλῆς· Ἰώσηφος, Ἐζεκίας, Ζαχαρίας, Ἰωάννης, Ἐζεκίας, Ἐλισσαῖος. δευτέρας· Ἰούδας, Σίμων, Σομόηλος, Ἀδαῖος, Ματταθίας, Ἐσχλεμίας. τρίτης· Νεεμίας, Ἰώσηφος, Θεοδόσιος, Βασέας, Ὀρνίας, Δάκις. [48] τετάρτης· Ἰωνάθας, Ἀβαῖος, Ἐλισσαῖος, Ἁνανίας, Χαβρίας, [Χελκίας?]. πέμπτης· Ἴσακος, Ἰάκωβος, Ἰησοῦς, Σαββαταῖος, Σίμων, Λευίς. ἕκτης· Ἰούδας, Ἰώσηφος, Σίμων, Ζαχαρίας, Σομόηλος, Σελεμίας. [49] ἑβδόμης· Σαββαταῖος, Σεδεκίας, Ἰάκωβος, Ἴσαχος, Ἰησίας, Νατθαῖος. ὀγδόης· Θεοδόσιος, Ἰάσων, Ἰησοῦς, Θεόδοτος, Ἰωάννης, Ἰωνάθας. ἐνάτης· Θεόφιλος, Ἄβραμος, Ἄρσαμος, Ἰάσων, Ἐνδεμίας, Δανίηλος. [50] E δεκάτης· Ἰερεμίας, Ἐλεάζαρος, Ζαχαρίας, Βανέας, Ἐλισσαῖος, Δαθαῖος. ἑνδεκάτης· Σαμούηλος, Ἰώσηφος, Ἰούδας, Ἰωνάθης. Χαβεῦ, Δοσίθεος. δωδεκάτης· Ἰσάηλος, Ἰωάννης, Θεοδόσιος, Ἄρσαμος, Ἀβιήτης, Ἐζεκῆλος. οἱ πάντες ἑβδομήκοντα δύο. [51] καὶ τὰ μὲν πρὸς τὴν τοῦ βασιλέως ἐπιστολὴν τοιαύτης ἐτύγχανεν ἀντιγραφῆς {ὑπὸ} τῶν περὶ τὸν Ἐλεάζαρον.Ὡς δὲ ἐπηγγειλάμην καὶ τὰ τῶν κατασκευασμάτων διασαφῆσαι, ποιήσω. πολυτεχνίᾳ γὰρ διαφέροντα συνετελέσθη, τοῦ βασιλέως πολλὴν ἐπίδοσιν ποιουμένου καὶ παρ᾽ ἕκαστον ἐπιθεωροῦντος τοὺς τεχνίτας. διὸ παριδεῖν οὐδὲν ἠδύναντο οὐδὲ εἰκῇ συντελέσαι. πρῶτον δέ σοι τὰ περὶ τῆς τραπέζης ἐξηγήσομαι. [52] προεθυμεῖτο μὲν οὖν ὁ βασιλεὺς ὑπέροπλόν τι ποιῆσαι τοῖς μέτροις τὸ κατασκεύασμα. προσέταξε δὲ πυθέσθαι τῶν ἀνὰ τὸν τόπον, πηλίκη τίς ἐστιν ἡ προοῦσα καὶ κειμένη κατὰ τὸ ἱερὸν ἐν Ἱεροσολύμοις. [53] ὡς δὲ ἀπεφήναντο τὰ μέτρα, προσεπηρώτησεν, εἰ κατασκευάσει μείζονα. τινὲς μὲν οὖν καὶ τῶν ἱερέων καὶ τῶν ἄλλων ἔλεγον μηδὲν ἐπικωλύειν. ὁ δὲ εἶπε βούλεσθαι καὶ πενταπλῆν τοῖς μεγέθεσι ποιῆσαι, διστάζειν δὲ μήποτε ἄχρηστος γένηται πρὸς τὰς λειτουργίας. [54] οὐ γὰρ αἱρεῖσθαι τὸ κεῖσθαι μόνον ἐν τῷ τόπῳ {τὰ} παρ᾽ αὐτοῦ, πολὺ δὲ μᾶλλον χάριν ἕξειν, ἐὰν τὰς καθηκούσας λειτουργίας ἐπὶ τῶν αὐτοῦ κατεσκευασμένων οἷς καθῆκε ποιῶνται δεόντως. [55] E οὐ γὰρ ἕνεκεν σπάνεως χρυσοῦ τὰ προσυντετελεσμένα βραχύμετρα καθέστηκεν, ἀλλὰ φαίνεται πρός τινα λόγον, εἶπεν, οὕτως συνεστηκέναι τοῖς μέτροις. ἔτι γὰρ ἐπιταγῆς οὔσης οὐθὲν ἂν ἐσάνιζε· διόπερ οὐ παραβατέον οὐδὲ ὑπερθετέον τὰ καλῶς ἔχοντα. [56] τῇ μὲν οὖν ποικιλίᾳ τῶν τεχνῶν ἐκέλευσεν ὅτι μάλιστα χρήσασθαι, σεμνῶς ἅπαντα διανούμενος καὶ φύσιν ἔχων ἀγαθὴν εἰς τὸ συνιδεῖν πραγμάτων ἔμφασιν. ὅσα δ᾽ ἂν ᾖ ἄγραφα, πρὸς καλλονὴν ἐκέλευσε ποεῖν· ὅσα δὲ διὰ γραπτῶν, μέτρα αὐτοῖς κατακολουθῆσαι. [57] Δύο γὰρ πήχεων τὸ μῆκος, τὸ δὲ ὕψος πήχεος καὶ ἡμίσους συνετέλουν, χρυσίου δοκίμου στερεὰν πάντοθεν τὴν ποίησιν ἐργασάμενοι, λέγω δὲ οὐ περί τι περιεπτυγμένου τοῦ χρυσοῦ, τὸν δὲ ἐλασμὸν αὐτὸν ἐπιδεδέσθαι. [58] στεφάνην δὲ ἐποίησαν παλαιστιαίαν κυκλόθεν· τὰ δὲ κυμάτια στρεπτά, τὴν ἀναγλυφὴν ἔχοντα σχοινίδων ἔκτυπον, τῇ πορείᾳ θαυμαστῶς ἔχουσαν ἐκ τῶν τριῶν μερῶν· ἦν γὰρ τριγωνία. [59] καὶ καθ᾽ ἕκαστον μέρος ἡ διατύπωσις τῆς ἐνεργείας τὴν αὐτὴν διάθεσιν εἶχεν, ὥστε, καθ᾽ ὃ ἂν μέρος στρέφοιτο, τὴν πρόσοψιν εἶναι τὴν αὐτήν, κειμένου δὲ κατὰ τῆς στεφάνης τὸ μὲν εἰς αὐτὴν τὴν τράπεζαν ἀπόκλιμα τὴν διατύπωσιν ἔχειν τῆς ὡραιότητος, τὸ δὲ ἐκτὸς κλίμα πρὸς τὴν τοῦ προσάγοντος εἶναι θεωρίαν. [60] E διὸ τὴν ὑπεροχὴν ὀξεῖαν εἶναι τῶν δύο κλιμάτων συνέβαινε, μετέωρον ἐπικειμένην, ὡς προειρήκαμεν, τριγώνου κατεσκευασμένου, καθ᾽ ὃ ἂν μέρος στρέφοιτο. λίθων τε πολυτελῶν ἐν αὐτῷ διαθέσεις ὑπῆρχον ἀνὰ μέσον τῶν σχοινίδων· ἕτερος παρὰ ἕτερον πλοκὴν εἶχον ἀμίμητον τῇ ποιήσει. [61] πάντες δ᾽ ἦσαν διὰ τρημάτων κατειλημμένοι χρυσαῖς περόναις πρὸς τὴν ἀσφάλειαν. ἐπὶ δὲ τῶν γωνιῶν αἱ κατακλεῖδες συνέσφιγγον πρὸς τὴν συνοχήν. [62] ἐκ πλαγίων δὲ κατὰ τὴν στεφάνην κυκλόθεν τὰ πρὸς τὴν ἄνω πρόσοψιν ῴοθεσία κατεσκεύαστο διάλιθος, ἐκτύπωσιν ἔχουσα προσοχῆς συνεχέσιν ἀναγλυφαῖς ῥαβδωταῖς, πυκνὴν ἐχούσαις τὴν πρὸς ἄλληλα θέσιν περὶ ὅλην τὴν τράπεζαν. [63] ὑπὸ δὲ τὴν ἐκτύπωσιν τῶν λίθων τῆς ῴοθεσίας, στέφανον ἐποίησαν οἱ τεχνῖται πάγκαρπον, ἐν ὑπεροχῇ προδήλως ἔχοντα βοτρύων καὶ σταχύων, ἔτι δὲ φοινίκων καὶ μήλων ἐλαίας τε καὶ ῥοῶν καὶ τῶν παραπλησίων. τοὺς δὲ λίθους ἐργασάμενοι πρὸς τὴν τῶν προειρημένων καρπῶν διατύπωσιν, ἔχοντας ἑκάστου γένους τὴν χρόαν, ἀνέδησαν τῷ χρυσίῳ κύκλῳ περὶ ὅλην τὴν τῆς τραπέζης κατασκευὴν κατὰ κρόταφον. [64] μετὰ δὲ τὴν τοῦ στεφάνου διάθεσιν, ὁμοίως κατὰ τὴν τῆς ῴοθεσίας διασκευὴν κατεσκεύαστο, καὶ τὰ λοιπὰ τῆς ῥαβδώσεως καὶ διαγλυφῆς, {διὰ} τὸ κατ᾽ ἀμφότερα τὰ μέρη τὴν τράπεζαν πρὸς τὴν χρῆσιν πεποιῆσθαι, καθ᾽ ὃ ἂν μέρος αἴρωνται, ὥστε καὶ τὴν τῶν κυμάτων θέσιν καὶ τὴν τῆς στεφάνης εἶναι κατὰ τὸ τῶν ποδῶν μέρος. [65] E ἔλασμα γὰρ ἐποίησαν καθ᾽ ὅλου τοῦ πλάτους τῆς τραπέζης στερεὸν δακτύλων τεσσάρων, ὥστε τοὺς πόδας ἐνίεσθαι εἰς τοῦτο, περόνας {σὺν} κατακλεῖσιν ἔχοντας ἐσφίγχθαι κατὰ τὴν στεφάνην, ἵνα, καθ᾽ ὃ ἂν αἴρωνται μέρος, ἡ χρῆσις ᾖ· τοῦτο δὲ κατὰ ἐπιφάνειαν θεωρεῖται ἀμφοτεροδεξίου τῆς κατασκευῆς οὔσης. [66] ἐπ᾽ αὐτῆς δὲ τῆς τραπέζης μαίανδρον ἔκτυπον ἐποίησαν, ἐν ὑπεροχῇ λίθους ἔχοντα κατὰ μέσον πολυτελεῖς τῶν {πολυειδῶν}, ἀνθράκων τε καὶ σμαράγδων, ἔτι δὲ ὄνυχος καὶ τῶν ἄλλων γενῶν τῶν διαφερόντων ἐν ὡραιότητι. [67] μετὰ δὲ τὴν τοῦ μαιάνδρου διάθεσιν ἐπέκειτο σχιστὴ πλοκή, θαυμασίως ἔχουσα, ῥομβωτὴν ἀποτελοῦσα τὴν ἀνὰ μέσον θεωρίαν· ἐφ᾽ ᾗ κρυστάλλου λίθος καὶ τὸ λεγόμενον ἤλεκτρον ἐντετύπωτο, ἀμίμητον θεωρίαν ἀποτελοῦν τοῖς θεωροῦσι. [68] τοὺς δὲ πόδας ἐποίησαν τὰς κεφαλίδας ἔχοντας κρινωτάς, ἀνάκλασιν κρίνων ὑπὸ τὴν τράπεζαν λαμβανόντων, τὰ δὲ τῆς ἐντὸς προσόψεως ὀρθὴν ἔχοντα τὴν πετάλωσιν. [69] ἡ δὲ ἐπ᾽ ἐδάφους ἔρεισις τοῦ ποδὸς ἄνθρωπος λίθου πάντοθεν παλιστιαία, κρηπῖδος ἔχουσα τάξιν κατὰ τὴν πρόσοψιν, ὀκτὼ δὲ δακτύλων τὸ πλάτος ἔχουσα· ἐφ᾽ ὃν ἐπίκειται τὸ πᾶν ἔλασμα τοῦ ποδός. [70] E κατεσκεύασαν δὲ ἐκφύοντα κισσὸν ἀκάνθῳ πλεκόμενον ἐκ τοῦ λίθου, σὺν ἀμπέλῳ περιειλούμενον κυκλόθεν τῷ ποδὶ σὺν τοῖς βότρυσιν, οἳ λιθουργεῖς ἦσαν, μέχρι τῆς κεφαλῆς. ἡ δ᾽ αὐτὴ διάθεσις ἦν τῶν τεσσάρων ποδῶν, πάντα ἐνεργῶς πεποιημένα καὶ προσηγμένα, τῆς ἐμπειρίας καὶ τέχνης τὰς ὑπεροχὰς ἀπαραλλάκτως ἔχοντα πρὸς τὴν ἀλήθειαν, ὥστε καὶ ῥιπίζοντος τοῦ κατὰ τὸν ἀέρα πνεύματος κίνησιν ἐπιδέχεσθαι τὴν τῶν φύλλων θέσιν, πρὸς τὴν τῆς ἀληθείας διάθεσιν τετυπωμένων ἁπάντων. [71] ἐποίησαν δὲ τριμερὲς τὸ στόμα τῆς τραπέζης, οἱονεὶ τρίπτυχον, πελεκίνοις συναρμοζόμενα γομφωτοῖς πρὸς ἑαυτὰ κατὰ τὸ πάχος τῆς κατασκευῆς, ἀθέατον καὶ ἀνεύρετον τὴν τῶν ἁρμῶν κατασκευάσαντες συμβολήν. ἡμιπηχίου δὲ οὐκ ἐλάσσονος ἦν τὸ πάχος τῆς ὅλης τραπέζης, ὥστε πολλῶν εἶναι ταλάντων τὴν ὅλην διασκευήν. [72] ἐπεὶ γὰρ οὐ προᾐρητο τοῖς μεγέθεσιν οὐδὲν προσθεῖναι ὁ βασιλεύς, ὅσον ἔδει δαπανηθῆναι κατασκευαζομένων μειζόνων, ταῦτα ἀποδέδωκε πλείονα· καὶ κατὰ τὴν προαίρεσιν αὐτοῦ πάντα ἐπετελέσθη θαυμασίως καὶ ἀξιολόγως ἔχοντα, καὶ ταῖς τέχναις ἀμίμητα, καὶ τῇ καλλονῇ διαπρεπῆ. [73] τῶν δὲ κρατήρων δύο μὲν ἦσαν {χρυσοῖ} τῇ κατασκευῇ, φολιδωτὴν ἔχοντες ἀπὸ τῆς βάσεως μέχρι τοῦ μέσου τὴν διασκευὴν τῇ πορείᾳ, καὶ τὴν τῶν λίθων ἀνὰ μέσον τῶν φολίδων σύνδεσιν πολυτέχνως ἔχοντες. [74] εἶτα μαίανδρος ἐπέκειτο πηχυαῖος ὕψει, τὴν δ᾽ ἐκτύπωσιν ἐνυπῆρχε διὰ λιθώσεως ποικίλης, ἐμφαίνων σὺν ὡραιότητι τὸ τῆς τέχνης φιλόπονον. ἐπὶ δὲ τοῦτο ῥάβδωσις, ἐφ᾽ ᾗ διαπλοκὴ ῥόμβων, δικτυωτὴν ἔχουσα τὴν πρόσοψιν ἕως ἐπὶ τὸ στόμα. [75] E τὸ δ᾽ ἀνὰ μέσον ἀσπιδίσκοι λίθων ἑτέρων παρ᾽ ἑτέροις, τοῖς γένεσι παραλλαγὴν ἐχόντων, τετραδακτύλων οὐκ ἔλαττον, ἀνεπλήρουν τὸ τῆς καλλονῆς ἐναργές. ἐπὶ δὲ τῆς στεφάνης τοῦ σώματος κρίνων τύπωσις σὺν ἀνθεμίσι καὶ βοτρύων σχοινιαὶ διάπλοκοι διετυποῦντο κυκλόθεν. [76] οἱ μὲν οὖν διὰ τοῦ χρυσοῦ τοιαύτην εἶχον τὴν κατασκευήν, χωροῦντες ὑπὲρ δύο μετρητάς· οἱ δ᾽ ἀργυροῖ λείαν εἶχον τὴν διασκευήν, ἔνοπτρον δὴ γεγονυῖαν πρὸς αὐτὸ τοῦτο θαυμασίως ἔχουσαν, ὥστε πᾶν τὸ προσαχθὲν ἀπαυγάζεσθαι σαφέστερον μᾶλλον ἢ ἐν τοῖς κατόπροις. [77] οὐκ ἐφικτὸν δ᾽ ἐστὶν ἐξηγήσασθαι τὰ προσυντελεσθέντα πρὸς τὴν τῆς ἀληθείας ἔμφασιν. ὡς γὰρ ἐπετελέσθη, τεθέντων τῶν κατασκευασμάτων ἑτέρου παρ᾽ ἕτερον- λέγω δὲ πρῶτον ἀργυροῦ κρατῆρος, εἶτα χρυσοῦ, πάλιν ἀργυροῦ καὶ χρυσοῦ- παντελῶς ἀνεξήγητος ἐγένετο τῆς προσόψεως ἡ διάθεσις, καὶ τῶν πρὸς τὴν θεωρίαν προσιόντων οὐ δυναμένων ἀφίστασθαι διὰ τὴν περιαύγειαν καὶ τὸ τῆς ὄψεως τερπνόν. [78] ποικίλη γὰρ ἦν ἡ τῆς ἐπιφανείας ἐνέργεια. προσορώντων γὰρ πρὸς αὐτὴν τὴν τοῦ χρυσίου κατασκευήν, ψυχαγωγία τις ἦν μετὰ θαυμασμοῦ, συνεχῶς ἐφ᾽ ἕκαστον ἐπιβαλλούσης τῆς διανοίας τεχνίτευμα. καὶ πάλιν ὅτε πρὸς τὴν τῶν ἀργυρῶν προσβλέψαι τις θέσιν ἤθελεν, ἀπέλαμπε τὰ πάντα κυκλόθεν, ὡς ἄν τις ἕστηκε, καὶ διάχυσιν ἐποίει μείζονα τοῖς θεωμένοις· ὥστε παντελῶς ἀνεξήγητον εἶναι τῶν ἐνηργημένων τὴν πολυτεχνίαν. [79] τὰς δὲ χρυσᾶς φιάλας διετόρευσαν στεφάνοις ἀμπέλου κατὰ μέσον, περὶ δὲ τὰ χείλη κισσοῦ τε καὶ μυρσίνης ἔτι δ᾽ ἐλαίας ἀνέπλεξαν στέφανον ἔκτυπον, πολυτελεῖς ἐνέντες λίθους· καὶ τὰς λοιπὰς δὲ πορείας διηλλαγμένως ἐπετέλεσαν, ἅπαντα φιλοτιμηθέντες εἰς ὑπεροχὴν δόξης τοῦ βασιλέως ποιῆσαι. [80] E καθόλου γὰρ οὔτ᾽ ἐν τοῖς βασιλικοῖς ὑπῆρχε ῥισκοφυλακίοις τοιαύτη κατασκευὴ τῇ πολυτελείᾳ καὶ τεχνουργίᾳ, οὔτ᾽ ἔν τινι ἄλλῳ. πρόνοιαν γὰρ οὐ μικρὰν ἐποιεῖτο ὁ βασιλεύς, φιλοδοξῶν εἰς τὰ καλῶς ἔχοντα. [81] πολλάκις γὰρ τὸν δημόσιον χρηματισμὸν παρίει, τοῖς δὲ τεχνίταις παρήδρευεν ἐπιμελῶς, ἵνα καθηκόντως τῷ τόπῳ συντελέσωσιν, εἰς ὃν ἀπεστέλλετο τὰ τῶν ἔργων. διὸ πάντα σεμνῶς ἐγεγόνει, καὶ καταξίως τοῦ τε ἀποστέλλοντος βασιλέως καὶ τοῦ προστατοῦντος ἀρχιερέως τοῦ τόπου. [82] καὶ γὰρ τὸ τῶν λίθων πλῆθος ἄφθονον, καὶ μεγάλοι τοῖς μεγέθεσιν, οὐκ ἔλαττον πεντακισχιλίων· καὶ ταῖς τέχναις κρατιστεύοντα πάντα, ὥστε πενταπλασίως τοῦ χρυσοῦ τιμιωτέραν εἶναι τὴν τῶν λίθων δόσιν καὶ τὴν τῶν τεχνῶν ἐνέργειαν.
Attalus' home page | 31.01.17 | Any comments?