back

Nicolaus of Damascus: Life of Augustus and Autobiography

This Greek text has been taken from the Constantinian Excerpts ("de Virtutibus et Vitiis" & "de Insidiis"), and adjusted to include the fragment and section numbers from Jacoby's Fragmente der Griechischen Historiker.   An English translation of the fragments is available elsewhere on this website.



[   ΠΕΡΙ   ΤΟΥ   ΒΙΟΥ   ΚΑΙΣΑΡΟΣ   ΤΟΥ   ΣΕΒΑΣΤΟΥ   ]

    ← previous sections (1-90)

[25.] [91] Κραυγὴ δὲ μυρία ἐφέρετο, τῶν μὲν ἐκ τοῦ συνεδρίου φυγόντων μετ' ἐκπλήξεως, ὅσοι μὴ μετεῖχον τοῦ βουλεύματος, καὶ οἰομένων αὐτίκα καὶ ἐπὶ σφᾶς τὸ δεινὸν ἥξειν, τῶν δ' ἔξω Καίσαρι συνόντων πάσης οἰομένων εἶναι τῆς βουλῆς τὸ ἔργον καὶ στράτευμα μέγα εἶναι τὸ ἐπὶ τοῦτο ἐληλυθός, τῶν δ' ἄλλων ὑπ' ἀγνοίας τοῦ γεγονότος πρὸς τὸ ἐξαπιναῖον τοῦ θορύβου καὶ τὰ ἐν ὄψει ὁρώμενα, (ταχὺ γὰρ οἱ σφαγεῖς τὰ ἐγχειρίδια ᾑμαγμένα ἔχοντες * *) δειματουμένων τε καὶ δρόμῳ φερομένων. πάντα δ' ἦν φευγόντων πλέα μετὰ κραυγῆς. [92] ἐξανέστη δὲ καὶ ὁ δῆμος οὐδενὶ σὺν κόσμῳ φεύγων ἐκ τοῦ θεάτρου (ἐτύγχανε γὰρ θεώμενος μονομαχίας), τὸ μὲν πραχθὲν βεβαίως οὐκ εἰδώς, ὑπὸ δὲ τῆς πάντοθεν βοῆς ταραττόμενος. οἱ μὲν γὰρ ἔφασαν τὴν σύγκλητον ὑπὸ τῶν μονομάχων σφάττεσθαι, οἱ δὲ Καίσαρος ἀποσφαγέντος τὴν στρατιὰν ἐφ' ἁρπαγὴν τῆς πόλεως τετράφθαι, ἄλλοι δὲ ἄλλα ὑπελάμβανον. ἀκοῦσαι δ' οὐδὲν ἦν σαφές· ἄκριτος γάρ τις ἐπεῖχε τάραχος εἰς ὃ τοὺς σφαγέας εἶδον καὶ Μάρκον Βροῦτον παύοντα τὸν θόρυβον καὶ θαρρεῖν παρακελευόμενον, ὡς οὐδενὸς κακοῦ γεγονότος· ἡ δὲ σύμπασα διάνοια ἦν καὶ τὰ λόγῳ κομπαζόμενα τοῖς σφαγεῦσιν, ὡς τύραννον κτείνειαν. [93] ἐγένοντο δ' ἐν αὐτοῖς λόγοι ὡς χρὴ καὶ ἄλλους ἀναιρεῖν, οἳ ἔμελλον σφίσιν ἐναντιώσεσθαι καὶ περὶ τῆς ἀρχῆς αὖθις ἀγωνιεῖσθαι· οὓς ἐπισχεῖν φασι Μάρκον Βροῦτον, οὐ δίκαιον λέγοντα εἶναι, πρὸς οὓς ἐμφανῆ μὴ ὕπεστιν ἐγκλήματα, τούτους δι' ὑποψίας ἀφανοῦς ἀποσφάττειν. καὶ ἐνίκα ταῦτα. [94] ἐξαΐξαντες δὴ τοὐντεῦθεν οἱ σφαγεῖς ἔφευγον θέοντες διὰ τῆς ἀγορᾶς εἰς τὸ Καπιτώλιον γυμνὰ ἔχοντες τὰ ξίφη, ὑπὲρ κοινῆς ἐλευθερίας ταῦτα βοῶντες εἰργάσθαι. εἵπετο δ' αὐτοῖς πολὺς μονομάχων καὶ οἰκετῶν ὄχλος ἐπ' αὐτὸ τοῦτο εὐτρεπής. διαδρομαὶ δ' εὐρεῖαι ἦσαν ἔν τε ταῖς ὁδοῖς καὶ κατ' ἀγοράν, διεξελθόντος ἤδη τοῦ λόγου εἰς τὸ πλῆθος, ὅτι σφαγείη Καῖσαρ, ἐῴκει τε ἡ πόλις ἁλισκομένῃ. ἀναβάντες δὲ εἰς τὸ Καπιτώλιον καὶ διανειμάμενοι τὸ χωρίον ἐν κύκλῳ ἐφρούρουν, δεδοικότες μὴ τὸ Καίσαρος στρατιωτικὸν αὐτοῖς ἐπίοι.

[26.] [95] Ὁ δὲ νεκρὸς ἔτι ἔκειτο ἔνθα ἔπεσεν ἀτίμως πεφυρμένος αἵματι, ἀνδρὸς ἐλάσαντος μὲν πρὸς ἑσπέραν ἄχρι Βρεττανῶν τε καὶ Ὠκεανοῦ, διανοουμένου δ' ἐλαύνειν πρὸς ἕω ἐπὶ τὰ Πάρθων ἀρχεῖα καὶ Ἰνδῶν, ὡς ἄν, κἀκείνων ὑπηκόων γενομένων, εἰς μίαν ἀρχὴν κεφαλαιωθείη γῆς πάσης καὶ θαλάττης τὰ κράτη· τότε δ' οὖν ἔκειτο, μηδενὸς τολμῶντος ὑπομένειν καὶ τὸν νεκρὸν ἀναιρεῖσθαι. οἱ μὲν γὰρ παρόντες ἐπεφεύγεσαν, οἱ δ' ἔξω ὄντες τῶν φίλων ἐκρύπτοντο ἐν ταῖς οἰκίαις· οἱ δ' ἐξῄεσαν μεταμφιεννύμενοι εἴς τε τοὺς ἀγροὺς καὶ τὰ σύνεγγυς χωρία. [96] παρέστη δ' αὐτῷ τῶν φίλων οὐδεὶς πολλῶν ὄντων οὔτε σφαττομένῳ οὔτε μετὰ ταῦτα, ὅτι μὴ Σαβῖνος Καλουίσιος καὶ Κηνσωρῖνος. οὗτοι δὲ ἐπιφερομένων τῶν περὶ Βροῦτον καὶ Κάσσιον μικρὸν ἀντιστάντες ἔφυγον διὰ τὸ ἐκείνων πλῆθος· οἱ δὲ ἄλλοι τὸ κατὰ σφᾶς περιέβλεπον· τοῖς δὲ καὶ βουλομένοις ἦν τὰ γιγνόμενα. φασί γέ τοί τινα αὐτῶν εἰπεῖν ἐπὶ τεθνεῶτι· ἅλις τυράννου θεραπείας. [97] οἰκέται δὲ δὴ τρεῖς, οἵπερ ἦσαν πλησίον, ὀλίγον ὕστερον ἐνθέμενοι τὸν νεκρὸν εἰς φορεῖον οἴκαδε ἐκόμιζον διὰ τῆς ἀγορᾶς ὁρώμενον, ἔνθεν καὶ ἔνθεν ἀνεσταλμένων τῶν παρακαλυμμάτων, αἰωρουμένας τὰς χεῖρας καὶ τὰς ἐπὶ τοῦ προσώπου πληγάς. ἔνθα οὐδεὶς ἄδακρυς ἦν ὁρῶν τὸν πάλαι ἴσα καὶ θεὸν τιμώμενον· οἰμωγῇ τε πολλῇ καὶ στόνῳ συμπαρεπέμπετο ἔνθεν καὶ ἔνθεν ὀλοφυρομένων ἀπό τε τῶν τεγῶν καθ' οὓς ἂν γένοιτο καὶ ἐν ταῖς ὁδοῖς καὶ προθύροις. καὶ ἐπειδὴ πλησίον τῆς οἰκίας ἐγένετο, πολὺ δὴ μείζων ὑπήντα κωκυτός· ἐξεπεπηδήκει γὰρ ἡ γυνὴ μετὰ πολλοῦ ὄχλου γυναικῶν τε καὶ οἰκετῶν, ἀνακαλουμένη τὸν ἄνδρα καὶ ἑαυτὴν ὀδυρομένη, ὅτι μάτην προύλεγε μὴ ἐξιέναι τὴν ἡμέραν ἐκείνην. τῷ δ' ἤδη μοῖρα ἐφειστήκει πολὺ κρείττων ἢ κατὰ τὴν αὐτῆς ἐλπίδα.

[98] Καὶ οἱ μὲν αὐτῷ τάφον ηὐτρέπιζον, οἱ δ' αὐτόχειρες πολλοὺς πρὸ τοῦ ἔργου ἑτοιμασάμενοι μονομάχους, ἡνίκα μὲν ἔμελλον ἐγχειρήσειν, ἵδρυσαν αὐτοὺς ἐν ὅπλοις μεταξὺ τοῦ τε βουλευτηρίου καὶ τοῦ θεάτρου ἐν τῷ Πομπηίου περιπάτῳ. ἦν δ' ὁ τούτους εὐτρεπίζων ∆έκμος Βροῦτος, προφάσεσι μὲν ὡς ἐπ' ἄλλῳ, συναρπάσαι δή τινα βουλόμενος, ὡς ἔφη, τῶν εἰς τὸ θέατρον συνιόντων μονομάχων, ὃς αὑτὸν ἐκείνῳ προαπεμίσθωσεν, (ἀγῶνες γὰρ τότε ἦσαν· οὓς δὴ καὶ αὐτὸς δώσειν μέλλων προσεποιεῖτο φιλοτίμως ἔχειν πρὸς τὸν τότε ἀγωνοθέτην) τῷ δ' ἔργῳ ἡ παρασκευὴ ἐγίνετο ἐπὶ τὸν φόνον, ἵν', εἴ τι ἀντικρούσεται τῶν Καίσαρι ἀμυνομένων, παρείη αὐτοῖς ἡ βοήθεια. [99] τούτους οὖν ἔχοντες κατέβαινον ἐκ τοῦ Καπιτωλίου καὶ ἄλλο οἰκετῶν πλῆθος. συγκαλέσαντες δὲ τὸν δῆμον διάπειραν ἔγνωσαν αὐτοῦ καὶ τῶν ἐν τέλει ποιήσασθαι πῶς ἔχουσι γνώμης πρὸς αὐτούς, πότερον ὡς τυραννίδα παύσαντας ἀποδέχοιντο ἢ ὡς φονέας * * μείζω κακὰ ἀπ' αὐτῶν ἐκραγήσεσθαι· οὐ γὰρ ἀπὸ μικρᾶς διανοίας καὶ παρασκευῆς γεγονέναι ταῦτα, οὔτε ὑφ' ὧν ἐπράχθη οὔτε ἐπὶ οὓς ἐβουλεύθη· μεγάλα γὰρ δὴ στρατόπεδα εἶναι τὰ Καίσαρος ἐπικουρικὰ καὶ μεγάλους ἡγεμόνας τοὺς διαδόχους αὐτοῦ τῆς διανοίας ὑπολελειμμένους. [100] σιγὴ δὲ τότε παρὰ τὸ ἄηθες ἐν θορύβῳ τῆς γνώμης πολλή, καραδοκούντων πάντων ὅ τι πρῶτον ὡς ἐν τοιῷδε τολμηθείη καὶ ἄρξειε τῆς νεωτεροποιίας. ἐν τούτῳ δὲ Μάρκος Βροῦτος, κατὰ πολλὴν ἡσυχίαν τοῦ δήμου τὸ μέλλον προσδεχομένου, σωφροσύνῃ τε βίου διὰ παντὸς τιμώμενος κατά τε εὔκλειαν προγόνων καὶ τὴν ἐπ' αὐτοῦ ἐπιείκειαν εἶναι δοκοῦσαν, ἔλεξε τοιάδε.

( ζήτει ἐν τῶι περὶ δημηγοριῶν )

[27.] [101] Μετὰ δὲ τὴν δημηγορίαν ἀναχωρήσαντες πάλιν εἰς τὸ Καπιτώλιον ἐβουλεύοντο περὶ τῶν παρόντων ὃ χρὴ ποιεῖν. ἔδοξε δ' οὖν αὐτοῖς πέμψαι πρέσβεις πρός τε Λέπιδον καὶ Ἀντώνιον, ὅπως ἂν πείσειαν ἐλθεῖν τε πρὸς αὐτοὺς εἰς τὸ ἱερὸν καὶ ἐν κοινῷ βουλεύεσθαι περὶ τοῦ μέλλοντος συνοίσειν τῇ πόλει, ὑπισχνεῖσθαί τε αὐτοῖς πάνθ' ὅσα ἔχουσι παρὰ Καίσαρος ἐν δωρεᾶς μέρει κύρια ποιήσειν, ὥστε τούτων γ' οὕνεκα μὴ διαφέρεσθαι. τοῖς δ' ἥκουσιν ἐκείνοις ἔφασαν εἰς τὴν ὑστεραίαν ἀπόκρισιν δώσειν. [102] γενομένων δὲ τούτων περὶ δείλην ὀψίαν, πολὺ μείζων κατέσχε τὴν πόλιν θόρυβος, ἕκαστός τε τὸ καθ' ἑαυτὸν ἐφυλάττετο τοῦ κοινοῦ ἤδη ἀφεστηκώς, φοβούμενος τὰς ἐξαπίνης ἐπιβουλὰς καὶ ἐπιχειρήσεις, τῶν πρώτων ἐν ὅπλοις ὄντων καὶ ἀλλήλοις ἀντικαθημένων, σφίσι δὲ ἔτι ἀδήλου ὄντος τοῦ βεβαίως προστησομένου. καὶ τότε μέν, ἐπεὶ νὺξ ἦν, διελύθησαν ἀπ' ἀλλήλων· [103] τῇ δὲ ὑστεραίᾳ ἦν μὲν ἐν ὅπλοις Ἀντώνιος ὕπατος ὤν, Λέπιδος δὲ ἀθροίσας οὐκ ὀλίγην στρατιὰν ἐπικούρων διὰ μέσης ἀγορᾶς διεξῄει ἀμύνειν ἐγνωκὼς Καίσαρι. ὡς δὲ τοῦτο γεγονὸς εἶδον οἱ πρότερον ἐνδοιάζοντες, συνέρρεον πρὸς αὐτοὺς μεθ' ὅπλων κατὰ ἰδίας ἑταιρείας, καὶ μέγα στράτευμα ἐγένετο. ἦσαν δὲ οἳ τοῦτο δέει ἔδρων οὐ βουλόμενοι φανεροὶ εἶναι χαίροντες ἐπὶ τῇ Καίσαρος τελευτῇ, ἀλλὰ τῷ συνίστασθαι μετὰ τούτων θεραπεύοντες τὴν ἔπειτα ἐλπίδα. πολλὰ δὲ ἐπέμπετο καὶ εἰς τοὺς ὑπὸ Καίσαρος εὖ πεπονθότας ἢ πόλεων κατοικησίαις ἢ γῆς κληρουχήσεσι ἢ χρημάτων νομαῖς, ὡς μέλλοι πάντα κινεῖσθαι, εἰ μή τι φανείη καὶ ἀπ' αὐτῶν καρτερόν. πολλαὶ δὲ καὶ ὀλοφύρσεις καὶ ἱκετεῖαι πρὸς τοὺς ἐκείνου φίλους ἐγίγνοντο, καὶ μάλιστα τοὺς συνεστρατευμένους πρότερον μνημονεύειν παρακελευόμεναι οἷος ὢν οἷα πάθοι ἐν ἐρημίᾳ φίλων. [104] συνέρρεον δὲ ἤδη πολλοὶ κατά τε οἶκτον καὶ φιλότητα καὶ κέρδη ἴδια δέ, καὶ νεωτερισμοῦ ἐρῶντες, καὶ μάλιστα ἐπειδὴ μαλακώτερα τὰ ἐκ τῶν ἐναντίων ἐφαίνετο καὶ οὐχ ὁποῖα τὸ πρότερον προσεδοκήθη κατὰ ὑπόνοιαν ἰσχύος μείζονος. ἐλέγετο δ' ἤδη ἐκ τοῦ φανεροῦ ὅτι χρὴ ἀμύνειν αὐτῷ μηδὲ ἄλλως ποιεῖν μηδὲ περιορᾶν ἀτιμώρητον τὸν φόνον. ἄλλοι δὲ ἄλλα κατὰ συστάσεις ἀθροιζόμενοι ἔλεγον, οἱ μὲν πρὸς τῶνδε, οἱ δὲ πρὸς τῶνδε. [105] ὅσοι δὲ πολιτείας τι μετεποιοῦντο ἡδόμενοι ἐπὶ τῇ συμπάσῃ μεταβολῇ, ἐκάκιζον τοὺς Καίσαρος σφαγέας, ὅτι οὐχὶ πλείους ἀνέλοιεν τῶν τότε ὑπόπτων καὶ βέβαιον ἀποδοῖεν σφίσι τὴν ἐλευθερίαν· πράγματα γὰρ αὐτοῖς τοὺς λειπομένους οὐκ ὀλίγα παρέξειν· ἦσαν δ' οἱ προμηθείᾳ πλέονι δοκοῦντες καὶ πείρᾳ τῶν ἐπὶ Σύλλα πρότερόν ποτε συμπεσόντων εἰδότες παρακελεύεσθαι ἐκ μέσου συστῆναι ἀμφοτέροις· καὶ γὰρ τότε οἱ ἀπολωλέναι δόξαντες αὖθις ἀναθαρρήσαντες τοὺς νενικηκότας ἤλασαν· πολὺν οὖν πόνον παρέξειν Καίσαρα καὶ ἀπολωλότα τοῖς τε σφαγεῦσι καὶ τῇ τούτων ἑταιρείᾳ, μεγάλων στρατευμάτων ἐνεστώτων καὶ ἀνδρῶν ἐπ' αὐτοῖς δραστηρίων. [106] οἱ δὲ περὶ Ἀντώνιον πρὶν μὲν παρασκευάσασθαι διεπρεσβεύοντο καὶ διελέγοντο τοῖς ἐν Καπιτωλίῳ. ἐπεὶ δὲ πλήθει ὅπλων καὶ στρατιᾶς ἐθάρρησαν, διοικεῖν ἠξίουν τὰ κοινὰ παύσαντες τὸν ἐν τῇ πόλει τάραχον. πρῶτον δὲ ἐν σφίσι βουλὴν προύθεσαν ὅπως χρὴ ἔχειν πρὸς τοὺς σφαγέας, συγκαλέσαντες τοὺς φίλους. τῶν δὲ Λέπιδος μὲν ἀπεφήνατο γνώμην πολεμεῖν ἄντικρυς αὐτοὺς καὶ τιμωρεῖν Καίσαρι, Ἴρτιος δὲ διαλέγεσθαι καὶ φιλίαν τίθεσθαι. ἄλλος δὲ τὴν ἐναντίαν εἶπε τῷ Λεπίδῳ προσθέμενος, ὡς καὶ ἀνόσιον εἴη περιορᾶν νήποινον τὸν Καίσαρος φόνον καὶ αὐτοῖς μέντοι οὐκ ἀσφαλές, ὅσοι ἐκείνῳ ἦσαν φίλοι· καὶ γὰρ εἰ ἐν τῷ παρόντι ἡσυχάζουσιν οἱ αὐτόχειρες, ἀλλὰ δύναμίν γε κτησάμενοι χωρήσουσιν ἐπὶ πλέον. Ἀντώνιος δὲ τῇ Ἰρτίου προσθέμενος γνώμῃ σώζειν αὐτοὺς ἠξίου. ἦσαν δ' οἱ ἀποπέμψασθαι παρακελευόμενοι ἐκ τῆς πόλεως ὑποσπόνδους.

[28.] [107] Μετὰ δὲ θάνατον καὶ κηδείαν τοῦ μεγάλου Καίσαρος συνεβούλευσαν οἱ φίλοι Καίσαρι τῷ νέῳ Ἀντώνιον ποιήσασθαι φίλον καὶ τῶν πραγμάτων ἐπιμελητήν. [108] πολλῶν δὲ καὶ ἄλλων αἰτίων συμβάντων πρὸς τὴν πρὸς ἀλλήλους διαφοράν, ἐδόκει αὐτοῖς τὴν ἔχθραν ἐξάπτειν μᾶλλον † πρὸς ἀλλήλους, διάφορος μὲν ὢν πρὸς Καίσαρα, συμπράττων δ' Ἀντωνίῳ. Καῖσαρ δ' οὐδὲν ὀρρωδῶν ἐκ τοῦ μεγαλόφρονος θέας ἐποίει ἐνστάσης ἑορτῆς, ἣν ὁ πατὴρ αὐτοῦ κατεστήσατο Ἀφροδίτῃ. καὶ αὖθις προελθὼν σὺν πλείοσιν ἔτι καὶ φίλοις παρεκάλει Ἀντώνιον συγχωρῆσαι τὸν δίφρον μετὰ τοῦ στεφάνου τίθεσθαι τῷ πατρί. ὁ δ' ὅμοια ἠπείλησεν, εἰ μὴ τούτων ἀποστὰς ἡσυχίαν ἄγοι. καὶ ὃς ἀπῄει καὶ οὐδὲν ἠναντιοῦτο, κωλύοντος τοῦ ὑπάτου· εἰσιόντα γε μὴν αὐτὸν εἰς τὸ θέατρον ἐκρότει ὁ δῆμος εὖ μάλα καὶ οἱ πατρικοὶ στρατιῶται ἠχθημένοι διότι τὰς πατρῴους ἀνανεούμενος τιμὰς διεκωλύθη, ἄλλους τε ἐπ' ἄλλοις κρότους ἐδίδουν παρ' ὅλην τὴν θέαν ἐπισημαινόμενοι. ὁ δὲ τὸ ἀργύριον ἠρίθμει τῷ δήμῳ· [109] ὅπερ αὐτῷ μεγάλην εὔνοιαν παρέσχεν. [110] ἐξ ἐκείνης δὲ τῆς ἡμέρας μᾶλλόν τι φανερὸς ἦν Ἀντώνιος δυσμενῶς ἔχων πρὸς Καίσαρα ἐμποδῶν γενόμενον τῇ τοῦ δήμου σπουδῇ πρὸς ἑαυτόν· ἑώρα τε Καῖσαρ, ὅπερ αὐτῷ ἐκ τῶν τότε παρόντων καταφανὲς γενόμενον, προστασίας δεόμενος πολιτικῆς. ἑώρα δὲ καὶ τοὺς ὑπάτους ἐκ τοῦ φανεροῦ ἀνθεστῶτας ἰσχύν τε πολλὴν ἔχοντας καὶ ἄλλην ἔτι σφίσι προσποιοῦντας. καὶ γὰρ τὸ ταμιεῖον τῆς πόλεως, ὃ πολλῶν χρημάτων ὁ πατὴρ αὐτοῦ ἐνέπλησεν, ἐντὸς δυοῖν μηνοῖν ἢ Καίσαρα τελευτῆσαι κενὸν ἐποίησαν καθ' ἣν τύχοι πρόφασιν ἐν ἀκαταστασίᾳ πολλῇ πραγμάτων ἐκφοροῦντες ἀθρόον τὸ ἀργύριον, καὶ τοῖς σφαγεῦσι φίλοι ἦσαν. μόνος δ' ἔτι λοιπὸς ἦν Καῖσαρ τιμωρὸς τῷ πατρί, διαμεθέντος Ἀντωνίου τὸ σύμπαν καὶ τὴν πρὸς τοὺς φονεῖς ἀγαπῶντος ἀμνηστίαν. συνῄεσαν οὖν πολλοὶ πρὸς αὐτόν, οὐκ ὀλίγοι δὲ καὶ πρὸς τοὺς περὶ Ἀντώνιον καὶ ∆ολοβέλλαν. [111] ἦσαν δ' οἱ ἐν μέσῳ τὴν ἔχθραν ἀνάγοντες αὐτῶν καὶ πράττοντες τοῦτο. τούτων δ' ἦσαν κορυφαῖοι Πόπλιος, Οὐίβιος, Λεύκιος, πάντων δὲ μάλιστα Κικέρων. Καῖσαρ δὲ οὐκ ἀγνοῶν ὅντινα τρόπον αὐτῷ συνίασιν οὗτοι παροξύνοντες ἐπὶ Ἀντώνιον, οὐ διωθεῖτο, ὅπως αὐτῶν τὴν βοήθειαν φυλακήν τε ἐρρωμενεστέραν περὶ ἑαυτὸν καταστήσοιτο· ᾔδει γὰρ ἑκάστους ἐλάχιστα μὲν τοῦ κοινοῦ προεστῶτας, περισκοποῦντας δὲ ἀρχὴν καὶ δυναστείαν, ὡς ἂν τοῦ ταῦτα κεκτημένου πρότερον ἐκποδῶν ὄντος, αὐτοῦ δὲ κομιδῆ νεωτέρου καὶ οὐκ ἂν ἀνταρκέσαντος, ὥς γε ὑπολαμβάνειν, πρὸς τοσόνδε τάραχον, ἄλλων ἄλλα προσδοκώντων καὶ ἰδίᾳ σφίσιν ἃ δύναιντο κτωμένων. ἀνῃρημένης γὰρ τῆς εἰς τὸ κοινὸν γνώμης, κατὰ πολλὰ δὲ μέρη τῶν δυνατῶν διεσχισμένων, καὶ ἑκάστων ἑαυτοῖς τὰ κράτη περιποιούντων τὰ σύμπαντα ἢ ὁπόσα γοῦν δύναιντο παρασπάσασθαι, πολυπρόσωπός τις ἦν καὶ ἀλλόκοτος ἡ ταραχή. [112] καὶ Λέπιδος μὲν μοῖράν τινα τῆς Καίσαρος στρατιᾶς ἀπορρήξας ἀντείχετο καὶ αὐτὸς ἐξουσίας ἐν Ἰβηρίᾳ τῇ ἐπὶ τάδε, Κελτούς τε τοὺς γειτνιῶντας τῇ ἄνω θαλάττῃ κατέχων· τοὺς δὲ Κομάτους Λεύκιος Πλάγκος ὑφ' αὑτῷ πεποίητο σὺν ἑτέρῳ στρατῷ ὕπατος καὶ αὐτὸς ἀποδεδειγμένος. Ἰβηρίας δὲ τοὺς ἐπέκεινα οἰκοῦντας Γάιος Ἀσίνιος ἄλλου στρατοῦ ἄρχων ὑπῆκτο. ∆έκμος δὲ Βροῦτος τὴν ἰσόνομον ἐκράτει Γαλατίαν σὺν δυοῖν τάγμασιν, ἐφ' ὃν ἔμελλεν αὐτίκα μάλα χωρεῖν Ἀντώνιος, Μακεδονίᾳ δὲ Γάιος Βροῦτος ἔφεδρος ἦν, ὅσον οὔπω περαιωθεὶς ἐκ τῆς Ἰταλίας ἐπ' αὐτήν, καὶ Συρίᾳ Κάσσιος Λογγῖνος, ὅστις ἀποδέδεικτο τῆς Ἰλλυρίδος στρατηγός. [113] τοσαῦτα μὲν στρατεύματα ἐν τῷ τότε συνειστήκει, καὶ τοσοίδε ἄρχοντες, αὐτός τις ἕκαστος ἑαυτὸν ἀξιῶν τὴν τῶν ὅλων δυναστείαν ἔχειν, ἀνῃρημένου παντὸς νομίμου καὶ δικαίου, κατ' ἰσχὺν δὲ τὴν ἑκάστοις προσοῦσαν τοῦ πράγματος βραβευομένου. μόνος δὲ Καῖσαρ, ᾧ τὸ σύμπαν κράτος καταλέλειπτο νομίμως κατά τ' ἐξουσίαν τοῦ πρότερον κεκτημένου καὶ συγγένειαν, ἄμοιρος ὢν δυνάμεως ἡστινοσοῦν, ἐπλάζετο μεταξὺ αἰωρούμενος φθόνου τε πολιτικοῦ καὶ πλεονεξίας τῶν [τε] ἐφεδρευόντων αὐτῷ καὶ τοῖς σύμπασι πράγμασιν· ἅπερ ὕστερον ἐπρυτάνευσεν ὀρθῶς τὸ δαιμόνιον καὶ ἡ τύχη. [114] ὁ δὲ Καῖσαρ ἤδη καὶ περὶ τῆς ψυχῆς δεδοικώς, ἐνδήλου αὐτῷ τῆς Ἀντωνίου γνώμης γιγνομένης, καὶ οὐδενὶ τρόπῳ δυνάμενος αὐτὸν μεταπεῖσαι, οἴκοι καθῆστο καιρὸν ἐπιτηρῶν.

[29.] [115] Πρώτη δ' ἐν τῇ πόλει κίνησις γίνεται ἐκ τῶν πατρικῶν αὐτοῦ στρατιωτῶν ἀχθομένων ἐπὶ τῇ τοῦ Ἀντωνίου περιοψίᾳ, καὶ κατ' ἀρχὰς μὲν ἐν ἑαυτοῖς λογοποιούντων, ὅτι ἀμνημονοῦσι τοῦ Καίσαρος τὸν ἐκείνου παῖδα προπηλακιζόμενον περιορῶντες, ὃν ἐχρῆν ὑπὸ πάντων αὐτῶν ἐπιτροπεύεσθαι, εἴ τις δικαίου λόγος ἢ ὁσίου. μετὰ δὲ ταῦτα ἀθρόοι γινόμενοι μᾶλλόν τι κατεμέμφοντο σφᾶς συνιόντες ἐπὶ τὴν Ἀντωνίου οἰκίαν, (τούτοις γὰρ κἀκεῖνος ἐθάρρει) καί τινας λόγους ἐποιοῦντο ἐκ φανεροῦ, διότι καλῶς ἔχει μετριώτερον αὐτὸν χρῆσθαι Καίσαρι καὶ μεμνῆσθαι ὧν ἐπέσκηψεν ὁ πατήρ· καὶ γὰρ αὐτοῖς εὐσεβέστερον εἶναι μὴ περιορᾶν ταῦτα, ἀλλὰ καὶ τὰ τυχόντα τῶν ἐκείνου ὑπομνημάτων διασώζειν, μήτι γε τὸν παῖδα καὶ διάδοχον ἀποδειχθέντα, ἐκείνοις τε ὁρᾶν τὴν ὁμοφροσύνην ἐν τῷ παρόντι διὰ τὸ πλῆθος τῶν περιεστώτων ἐχθρῶν ὠφελιμωτάτην. [116] ταῦτα λεγόντων, ὡς μὴ δοκοίη ἐναντιοῦσθαι τῇ ὁρμῇ Ἀντώνιος, ἐπειδὴ καὶ δεόμενος αὐτῶν ἐτύγχανεν, ἔφη βούλεσθαι καὶ ταῦτα δοκιμάζειν, εἴ γε μετριάζοι κἀκεῖνος τήν τε προσήκουσαν αὐτῷ τιμὴν ἀπονέμοι, ἕτοιμός τε εἶναι εἰς λόγους ἐλθεῖν, παρόντων ἐκείνων καὶ ἐπακροωμένων. οἱ δ' ἐπῄνουν καὶ συνέθεντο αὐτὸν ἄξειν εἰς τὸ Καπιτώλιον καὶ μεσιτεύειν τὰς διαλλαγάς, εἰ αὐτὸς ἐθέλοι. συνέφη δ' οὖν, καὶ εὐθὺς ἐξαναστὰς ᾤχετο εἰς τὸ τοῦ ∆ιὸς ἱερόν, ἐκεῖνοί τε ἔπεμψαν ὡς τὸν Καίσαρα. [117] οἱ δὲ συνερρύησαν ἄσμενοι πολλοὶ καὶ ἦλθον, ὥστ' ἐν ἀγωνίᾳ κἀκεῖνον γενέσθαι, ἀπαγγείλαντός τινος αὐτῷ, διότι πλῆθος ἥκοι στρατιωτῶν ἐπὶ τὰς θύρας, οἱ δ' ἐντὸς εἶεν ζητοῦντες αὐτόν. ὁ δὲ ταραχθεὶς τὸ μὲν πρῶτον εἴς τι ὑπερῷον ἀπεχώρησε σὺν τοῖς φίλοις, οἳ ἔτυχον παρόντες, καὶ τῶν ἀνθρώπων ἐπυνθάνετο διακύπτων ὅ τι βούλοιντο καὶ τοῦ χάριν ἐληλύθοιεν, ἐγνώριζέ τε αὐτοὺς οἰκείους ὄντας στρατιώτας. οἱ δ' ἀποκρίνονται ἐπὶ τῷ ἀγαθῷ αὐτοῦ τε καὶ τῆς ὅλης μερίδος, εἰ κἀκεῖνος θέλοι ἀμνησικακεῖν ὧν εἴργασται Ἀντώνιος· οὐδὲ γὰρ αὐτοῖς ἀρεστὰ γέγονε ταῦτα· δεῖν δ' αὐτοὺς πᾶσαν ὀργὴν ἐκβαλόντας διαλλάττεσθαι ἁπλῶς καὶ ἀδόλως. εἷς δ' αὐτῶν καὶ μείζονι τῇ βοῇ βοήσας θαρρεῖν ἐκέλευε καὶ γινώσκειν ὅτι κληρονομία οἱ πάντες εἶεν αὐτοῦ· μεμνῆσθαι γὰρ τοῦ κατὰ γῆς πατρὸς ἴσα καὶ θεοῦ, καὶ περὶ τῶν διαδόχων αὐτοῦ ἅπαν ἂν δρᾶσαι καὶ παθεῖν. ἄλλος δὲ μεῖζον ἐπιφθεγξάμενος καὶ Ἀντώνιον ἂν διαχρήσασθαι αὐτόχειρ ἔφη, εἰ μὴ τὰς Καίσαρος διαθήκας ἅμα καὶ βουλῆς ἴσα φυλάττοι. [118] καὶ ὃς θαρρῶν ἤδη ἐπ' αὐτοῖς κατέβη τε καὶ φιλοφρονηθεὶς ἥσθη ἐπὶ τῇ εὐνοίᾳ τε καὶ προθυμίᾳ. ἐκεῖνοι μὲν αὐτὸν παραλαβόντες διὰ τῆς ἀγορᾶς λαμπρότατα ἦγον εἰς τὸ Καπιτώλιον ἁμιλλώμενοι τῇ σπουδῇ πρὸς ἀλλήλους, οἱ μὲν ἤδη ἀχθόμενοι τῇ Ἀντωνίου δυναστείᾳ, οἱ δὲ κατ' εὐσέβειαν τὴν πρὸς Καίσαρα καὶ τὸν ἐκείνου διάδοχον, οἱ δ' ἐλπίδος ἕνεκα τῆς ἀπ' αὐτοῦ, μεγάλα ὠφεληθήσεσθαι σὺν τῷ δικαίῳ προσδοκῶντες, οἱ δὲ τιμωρίαν σπουδάζοντες γενέσθαι παρὰ τῶν σφαγέων ὑπὲρ τοῦ φόνου, καὶ ταύτην μάλιστα πεπράξεσθαι διὰ τοῦ παιδὸς οἰόμενοι, εἰ συλλήπτωρ εἴη καὶ ὁ ὕπατος. πάντες γε μὴν παρῄνουν αὐτῷ ὑπὸ εὐνοίας προσιόντες μὴ φιλονεικεῖν, ἀλλὰ προσέχειν τῷ σφετέρῳ ἀσφαλεῖ καὶ οὓς δύναιτο συμπροσλαμβάνειν βοηθούς, μεμνημένον ὡς σφαλερὸς εἴη ὁ Καίσαρος θάνατος. [119] ταῦτα ἀκούων Καῖσαρ καὶ ὁρῶν τὴν τῶν ἀνθρώπων σπουδὴν οὐκ ἀπεικότως περὶ αὐτόν, ἧκεν εἰς τὸ Καπιτώλιον, ἔνθα πολὺ πλείους ἑώρα πατρικοὺς στρατιώτας, οἷς ἐθάρρει Ἀντώνιος, πολὺ μᾶλλον εὔνους αὐτῷ ὄντας, εἴ τι ἀδικεῖν περὶ αὐτὸν ἐγχειροίη. ἐκ τούτου ἀπεχώρουν οἱ πλείους· περιλειφθέντες δὲ ἀμφότεροι μετὰ τῶν φίλων διελέγοντο. * * *

[30.] [120] Ὅτι τοῦ Καίσαρος εἰς τὴν οἰκίαν ἀπιόντος μετὰ τὸ διαλλαγῆναι πρὸς Ἀντώνιον, μονωθέντα Ἀντώνιον αὖθις ἀνερεθίζεσθαι τὴν εὔνοιαν ὁρῶντα παρὰ πολὺ τοῦ στρατιωτικοῦ παντὸς ἀπονεύουσαν ὡς πρὸς ἐκεῖνον † μὲν γὰρ ἐποιοῦντο παῖδά τε εἶναι καὶ διάδοχον ἀποδεδεῖχθαι ἐν ταῖς διαθήκαις τῷ τε ὀνόματι ὁμοίως προσαγορεύεσθαι, γενναίαν τε ὑποφαίνειν ἐλπίδα καὶ ἀπὸ τοῦ τῆς φύσεως δραστηρίου, εἰς ὃ ὁ Καῖσαρ ἀποβλέψας οὐχ ἧττον ἢ τὴν συγγένειαν ἀποδείξειεν αὐτὸν παῖδα, ὡς μόνον ἐχέγγυον αὐτοῦ τήν τε σύμπασαν ἀρχὴν καὶ τὸ τοῦ οἴκου ἀξίωμα διασώζειν. [121] ἃ δὴ τότε ἐνθυμιαζόμενος Ἀντώνιος μετεγίνωσκε καὶ ἠλλοίωτο τῇ γνώμῃ, καὶ μάλισθ' ὅτε τοὺς Καίσαρος στρατιώτας ἐν ὀφθαλμοῖς εἶδεν ἑαυτὸν μὲν καταλελοιπότας, Καίσαρα δ' ἐκ τοῦ ἱεροῦ ἀθρόως προπέμποντας. ἐδόκει δέ τισι μηδ' ἂν ἀποσχέσθαι αὐτοῦ, εἰ μὴ ἐδεδίει τοὺς στρατιώτας, μὴ ἐπ' αὐτὸν ὁρμήσαντες τιμωρίαν ποιοῖντο, καὶ ἀκονιτὶ πᾶσαν αὐτοῦ τὴν μερίδα ἀφέλοιντο. κατελείπετο γὰρ ἀμφοτέροις στρατεύματα ἔφεδροι. ὁ μὲν δὴ τοιαῦτα λογιζόμενος ἔμελλέ τε καὶ ὤκνει, καίπερ ἠλλοιωμένος τῇ γνώμῃ. [122] Καῖσάρ γε μὴν πιθανὸς ἀδόλως γεγονέναι σφίσι τὰς διαλλαγὰς ἐφοίτα ὁσημέραι ἐπὶ τὴν οἰκίαν αὐτοῦ, ὥσπερ ἐχρῆν, ὑπάτου τε ὄντος καὶ πρεσβυτέρου καὶ πατρικοῦ φίλου, τήν τε ἄλλην πᾶσαν ἀπένεμε τιμήν, καθότι ὑπέσχετο, εἰς ὃ Ἀντώνιος τῆς δευτέρας ὑπῆρξεν αὖθις ἀδικίας τρόπῳ τοιῷδε. ἀλλαξάμενος Γαλατίαν ἐπαρχίαν πρὸς Μακεδονίαν μετεβίβαζε τὰς ἐν αὐτῇ δυνάμεις εἰς Ἰταλίαν· καὶ ἐπεὶ ἧκον, ἐξῄει ἐκ τῆς Ῥώμης ὑπαντησόμενος αὐταῖς ἄχρι Βρεντεσίου. [123] οἰόμενος δὲ καιρὸν ἐπιτήδειον ἔχειν πρὸς ἃ ἐπενόει διαδίδωσι λόγον, ὡς ἄρα ἐπιβουλεύοιτο. καί τινας συλλαβὼν στρατιώτας ἔδησεν ὡς ἐπ' αὐτὸ τοῦτο πεμφθέντας, ὅπως αὐτὸν ἀνέλοιεν· ᾐνίττετο δὲ Καίσαρα, οὐ μήν πω σαφῶς ἐδήλου. ταχὺ δ' ἡ φήμη κατὰ τὴν πόλιν διήγγελλεν ὡς ἐπιβουλευθείη ὁ ὕπατος καὶ συλλάβοι τοὺς ἐπ' αὐτὸν ἥκοντας, σύνοδοί τε τῶν ἐκείνου φίλων εἰς τὴν οἰκίαν ἐγίγνοντο καὶ στρατιωτῶν σὺν ὅπλοις μεταπέμψεις. [124] περὶ δὲ δείλην ὀψίαν ἔρχεται καὶ εἰς Καίσαρα ὁ λόγος ὅτι κινδυνεύσειεν Ἀντώνιος ἀποσφαγῆναι καὶ μεταπέμποιτο τοὺς φυλάξοντας αὐτὸν ἐκείνην τὴν νύκτα. καὶ παραχρῆμα πέμψας ὡς αὐτὸν ἕτοιμος ἔφη εἶναι καὶ αὐτὸς σὺν τῇ ἑαυτοῦ θεραπείᾳ παραγενόμενος πρὸς κοίτην αὐτοῦ [καὶ] τἀσφαλὲς παρέχειν, οἰηθεὶς ὑπὸ τῶν περὶ Κάσσιον αὐτὸν καὶ Βροῦτον ἐπιβεβουλεῦσθαι. [125] καὶ ὁ μὲν ταῦτα ἐφιλανθρωπεύετο οὐδὲν ὑπονοῶν περὶ τῶν ὑπ' αὐτοῦ λεγομένων τε καὶ βεβουλευμένων. Ἀντώνιος δ' οὖν οὐδ' αὐτὸν παραδέξασθαι τὸν ἄγγελον ἐφῆκεν ἐντὸς τῶν θυρῶν, ἀλλ' ἀπεῖρξεν ἀτίμως. ὁ δ' ἐπανελθὼν καί τι πλέον ἀκηκοὼς ἀπήγγελλε Καίσαρι ὡς † οὐδὲ τοὔνομα αὐτοῦ διαφέροιτο περὶ τὰς Ἀντωνίου θύρας ἐν τοῖς ἀνθρώποις ὡς αὐτὸς εἴη ὁ τοὺς φονέας πεπομφὼς Ἀντωνίῳ, οἳ δὴ καὶ δεσμῶται εἶεν. [126] ὁ δὲ ἀκούσας τὸ μὲν πρῶτον ὑπὸ τοῦ ἀδοκήτου ἠπίστει· μετὰ δὲ αἰσθόμενος τὴν ὅλην γνώμην ὡς ἐπ' αὐτὸν εἴη τετραμμένον, μετὰ τῶν φίλων ἐσκόπει ὅ τι χρὴ ποιεῖν. ἧκε δὲ ὁ Φίλιππος καὶ Ἀτία ἡ μήτηρ διαπορούμενοι τῷ παραδόξῳ καὶ πυνθανόμενοι τίς ὁ λόγος εἴη καὶ τίς ἡ διάνοια τἀνθρώπου, παρῄνουν τε αὐτῷ ὑποχωρῆσαι ἐκποδῶν ἐκείνας τὰς ἡμέρας, ἄχρι ταῦτα ἐξετασθέντα ἐκκαλυφθείη. καὶ ὅς, ἅτε οὐδὲν ἑαυτῷ συνειδὼς τοιοῦτο, οὐ δεῖν ᾤετο ἐκ μέσου εἶναι καὶ τρόπον τινὰ καταγινώσκειν ἑαυτοῦ· πλέον γὰρ οὐδὲν περαίνειν εἰς τἀσφαλὲς ἐκποδῶν γενόμενος, ἀλλ' ἴσως καὶ διάρας ποι μᾶλλον ἐκ τοῦ ἀφανοῦς ἀναιρεθήσεσθαι. τότε μὲν οὖν ἐν τοιούτοις λόγοις ἦν. [127] τῇ δὲ ὑστεραίᾳ ἕωθεν καθίζει, ὥσπερ εἰώθει, μετὰ τῶν ἑαυτοῦ φίλων, ἀναπεταννύναι δὲ τὰς θύρας κελεύει τοῖς εἰωθόσι φοιτᾶν καὶ δεξιοῦσθαι καὶ ἀστῶν καὶ ξένων καὶ στρατιωτῶν, διελέγετό τε πᾶσιν, ὥσπερ καὶ ἄλλοτε εἰώθει, μηδὲν ἐναλλάξας τοῦ καθ' ἡμέραν ἔθους. [128] Ἀντώνιος δὲ συνέδριον τῶν φίλων ἀθροίσας εἶπεν ἐν μέσοις ὡς ἐπιβουλευόμενος καὶ πρότερον ὑπὸ Καίσαρος οὐκ ἀγνοοίη, ἐπειδὴ δ' ἔμελλεν ἔξω τῆς πόλεως βαδιεῖσθαι, ὥς τ' ἐληλυθὸς τὸ στράτευμα καιρὸν παράσχοι τοῦτον καθ' αὑτοῦ, καί τινα τῶν ἐπὶ τὴν σφαγὴν πεμφθέντων ἀφικόμενον μηνυτὴν αὐτῷ γενέσθαι μεγάλαις δωρεαῖς, καὶ διὰ τοῦτο τοὺς μὲν συλλαβεῖν, ἐκείνους δ' εἰς τὸ παρὸν ἀθροῖσαι συνέδριον, ὡς γνώμας ἀκούσειεν καὶ ὅπως χρηστέον εἴη τοῖς παροῦσι. ταῦτα εἰπόντος Ἀντωνίου ἐπυνθάνοντο οἱ σύνεδροι ὅπου εἶεν οἱ συνειλημμένοι ἄνθρωποι ὥς τι γνοῖεν παρ' αὐτῶν. καὶ ὁ Ἀντώνιος προσποιηθεὶς μηδὲν τοῦτο εἶναι πρὸς τὸ παρόν, ὡς δῆθεν ὁμολογουμένου τούτου, καὶ εἰς ἄλλα ἄττα ἐκτρέψας τὸν λόγον, ἐκαραδόκει μάλιστα εἴ τις εἴποι ὡς χρὴ Καίσαρα ἀμύνεσθαι καὶ μὴ ἡσυχάζειν. σιωπῆς δ' ἐκ πάντων γενομένης καὶ συννοίας διὰ τὸ μηδένα ὁρᾶν ἐν μέσῳ ἔλεγχον, εἶπέ τις, ὡς ἂν εὐπρεπῶς διαλύσειε τὸν σύλλογον, ὅτι ἐπιεικῶς προσήκει αὐτὸν φέρειν τε καὶ τίθεσθαι καὶ μή τινα ταραχὴν ὕπατον ὄντα ἐγείρειν. [129] ὁ μὲν τοιαῦτα εἰπών τε καὶ ἀκούσας διέλυσε τὸν σύλλογον· τρίτῃ δ' ἢ τετάρτῃ ἡμέρᾳ εἰς Βρεντέσιον ὥρμησεν, ὡς παραλάβοι τὴν ἀφιγμέ νην στρατιάν· λόγος τε οὐδὲ εἷς ἦν περὶ τῆς ἐπιβουλῆς, ἀλλὰ οἰχομένου διαλύουσι τὸ σύμπαν πρᾶγμα οἱ ὑπολειφθέντες ἐκείνου φίλοι, καὶ τοὺς λεγομένους συνειλῆφθαι τῶν ἐπιβούλων εἶδεν οὐδείς.

[31.] [130] Καῖσαρ δὲ καίπερ ἀπολελυμένος τῆς αἰτίας οὐδὲν ἧττον ἠγανάκτει ἐπὶ τῷ λόγῳ, καὶ μεγάλης ἐπιβουλῆς εἰς αὑτὸν τοῦτο ἐποιεῖτο τεκμήριον· εἴ τε παροῦσα ἐτύγχανεν Ἀντωνίῳ ἡ στρατιὰ τεθεραπευμένη χρήμασιν, ᾤετο μὴ ἂν ὀκνῆσαι καὶ ἐπιχειρεῖν αὐτῷ, καὶ ταῦτα μηδὲν ἀδικούμενον, ἀλλ' ἀπὸ ἑτέρας ἐλπίδος ἐπὶ τοῦτο προαγόμενον· δῆλόν τε εἶναι ταῦτα συνθέντα καὶ ἐπὶ ἕτερα χωρήσειν, καὶ ἐθελῆσαι ἂν ἔτι ἐξ ἀρχῆς, εἴπερ ἐνῆν αὐτῷ τοῦτο πράξαντι τὸ ἀδεὲς ἐκ τῆς στρατιᾶς ἔχειν. [131] ὀργῆς οὖν δικαίας ἐπίμπλατο εἰς αὐτὸν ἅμα καὶ προνοίας περὶ αὑτοῦ, φανερᾶς τῆς ἐκείνου γνώμης γενομένης, πάντοσέ τε περισκοπῶν ἑώρα οὐχ ἡσυχαστέον ὃν ἑαυτῷ (οὐ γὰρ εἶναι τοῦτο ἀκίνδυνον), ἀλλὰ ζητητέον τινὰ ἐπικουρίαν ἀντίπαλον τῇ ἐκείνου δυνάμει τε καὶ ἐπινοίᾳ. ταῦτ' οὖν ἐνθυμούμενος ἔγνω χρῆναι φεύγειν ἐπὶ τὰς πατρῴους ἀποικίας, αἷς ἔδωκε τὰς κληρουχίας ὁ πατὴρ αὐτοῦ καὶ οἰκιστὴς ἐγένετο τῶν πόλεων, ὡς ἀναμνήσας τοὺς ἀνθρώπους τῶν ἐκείνου εὐεργεσιῶν καὶ ὀδυρόμενος περὶ ὧν ἐκεῖνός τε ἔπαθε καὶ αὐτὸς πάσχει, λάβοι βοηθούς, τοὺς δὲ καὶ χρημάτων δόσει προσαγάγοιτο. τοῦτο γὰρ αὐτῷ μόνον καὶ τἀσφαλὲς ἅμα καὶ εὔκλειαν μεγάλην παρέξειν, ἀνασώσεσθαί τε καὶ τὸ τοῦ οἴκου κράτος· πολὺ γὰρ ἄμεινον εἶναι καὶ δικαιότερον μᾶλλόν περ ἢ ὑπὸ τῶν μηδὲν προσηκόντων περιωθούμενον τῆς πατρῴας τιμῆς ἔτι καὶ προσαπολέσθαι ἀνόμως τε καὶ ἀδίκως ὃν τρόπον καὶ ὁ πατήρ. [132] ταῦτα βουλευσάμενος μετὰ τῶν φίλων καὶ θεοῖς θύσας τύχῃ ἀγαθῇ συλλήπτορας αὐτῷ γενέσθαι δικαίας καὶ εὐκλεοῦς ἐλπίδος ὥρμησεν, οὐκ ὀλίγα ἐπιφερόμενος χρήματα, εἰς Καμπανίαν πρῶτον· ἡ γὰρ ζʹ λεγεὼν καὶ ἡ ὀγδόη (οὕτω γὰρ τὴν σύνταξιν καλοῦσι Ῥωμαῖοι) * * διαπειρᾶσθαι δὲ πρότερον ἐδόκει χρῆναι τῆς ἑβδόμης· μεῖζόν τε γὰρ ἀξίωμα * * · ἐνδοθείσης δὲ ταύτης τῆς ἀποικίας, καὶ ἄλλων πολ λῶν συνεληλυθότων * *. [133] καὶ ταῦτα αὐτῷ βουλευομένῳ καὶ τοῖς ἄλλοις συνεδόκει φίλοις, οἳ μετεῖχον τῆς στρατείας τῶν τε μετὰ ταῦτα πραγμάτων. ἦσαν δὲ οὗτοι Μάρκος Ἀγρίππας, Λεύκιος Μαικήνας, Κόιντος Ἰουέντιος, Μάρκος Μοδιάλιος καὶ Λεύκιος. εἵποντο δὲ αὐτῷ καὶ ἄλλοι ἡγεμόνες καὶ στρατιῶται καὶ ἑκατοντάρχαι, καὶ οἰκετῶν πλῆθος καὶ ὑποζυγίων τά τε χρήματα κομιζόντων καὶ τὰς ἄλλας ἀποσκευάς. [134] τῇ μητρὶ δ' οὐκ ἐδόκει τὴν γνώμην δηλοῦν, μὴ ὑπὸ φιλοστοργίας ἅμα καὶ ἀσθενείας, οἷα γυνή τε καὶ μήτηρ, μεγάλαις ἐπινοίαις ἐμποδῶν γένοιτο. ἔλεγε μὲν ἐκ τοῦ φανεροῦ ὅτι ἐπὶ τὰ ἐν Καμπανίᾳ βαδίζει τῶν πατρῴων κτημάτων, ὡς κἀκεῖνα ἀποδόμενος ἀθροίσειε τἀργύριον καὶ εἰς ἃ προσέταξεν ὁ πατὴρ ἀναλοίη. ἀλλ' ὁ μὲν οὐ πάνυ τι πείθων αὐτὴν ἀνέζευξεν. [135] τότε δὲ Μάρκος Βροῦτος καὶ Γάιος Κάσσιος ἐπὶ ∆ικαιαρχίαν ἦσαν· καὶ πυθόμενοι τὸ πλῆθος τῶν ἐκ Ῥώμης συνεξεληλυθότων Καίσαρι, καὶ τῶν ἀγγέλων ἐπὶ τὸ μεῖζον ταῦτα διηγουμένων, οἷα φιλεῖ γίνεσθαι, συνεταράχθησαν καὶ ἐν μεγάλῳ δείματι ἦσαν οἰόμενοι ἐπὶ σφᾶς εἶναι τὴν ἔξοδον· καὶ φεύγουσι διὰ τῆς Ἀδριανῆς θαλάττης. καὶ Βροῦτος μὲν εἰς Ἀχαΐαν ἧκε, Κάσσιος δ' εἰς Συρίαν. [136] Καῖσαρ δὲ τῆς Καμπανίας εἰς Καλλατίαν ἐλθὼν ἐδέξαντο αὐτὸν ὡς εὐεργέτου παῖδα καὶ διὰ πλείστης τιμῆς ἦγον. καὶ τῇ ὑστεραίᾳ ἐγύμνου τὸν πάντα λόγον αὐτοῖς, καὶ παρεκάλει τοὺς στρατιώτας, ὡς ἀδίκως καὶ ὁ πατὴρ ἀποθάνοι καὶ αὐτὸς ἐπιβουλεύοιτο. ταῦτα λέγοντος, οἱ μὲν ἐκ τῆς βουλῆς οὐ πάνυ τι εἰσήκουον, ὁ δὲ δῆμος καὶ μάλα προθύμως καὶ εὐνόως καὶ τοῦτον ᾤκτειραν καὶ ἐπεβόων πολλάκις θαρρεῖν· εἰς ἅπαν γὰρ συλλήψεσθαι αὐτὸν καὶ οὐ περιόψεσθαι, ἄχρι ἂν ἐν τῇ πατρῴᾳ καταστήσῃ τιμῇ. καὶ προσκαλεσάμενος αὐτοὺς εἰς τὴν οἰκίαν δίδωσιν ἑκάστῳ φʹ δραχμάς, καὶ τῇ ὑστεραίᾳ τοὺς βουλευτὰς συγκαλέσας παρεκάλει μὴ ἀπολείπεσθαι τῆς τοῦ δήμου εὐνοίας, μεμνημένους Καίσαρος, ὃς αὐτοῖς τήν τε κατοικίαν καὶ τὴν τιμὴν περιέθηκε· πείσονται δ' οὐκ ἐλάττω ἀγαθὰ ὑπ' αὐτοῦ· προσήκειν τε οὐκ Ἀντωνίῳ, ἀλλ' ἑαυτῷ καὶ καρποῦσθαι τὴν ἀπ' αὐτῶν ὠφέλειαν καὶ χρῆσθαι τῇ δυνάμει τε καὶ τοῖς ὅπλοις. καὶ μείζονι σπουδῇ ὥρμηντο βοηθεῖν αὐτῷ καὶ συνάρασθαι πόνον τε καὶ κίνδυνον, εἰ δέοι. [137] ὁ δὲ Καῖσαρ ἐπαινέσας τὴν προθυμίαν παρεκάλεσε συμπροπέμψαι αὐτὸν καὶ τἀσφαλὲς τῷ σώματι παρασχεῖν ἄχρι τῆς ἀστυγείτονος ἀποικίας. ὁ δὲ δῆμος μάλα ἡδόμενος ἐπ' αὐτῷ ἀσμένως ὑπήκουσεν, καὶ σὺν τοῖς ὅπλοις ἤγαγον αὐτὸν εἰς τὴν δευτέραν ἀποικίαν. ἀθροίσας δὲ καὶ τούτους εἰς ἐκκλησίαν ὅμοια διελέχθη. [138] καὶ πείθει ἀμφότερα τὰ τάγματα εἰς Ῥώμην αὐτὸν παρὰ τὰς ἄλλας κατοικίας προπέμψαι, τήν τε Ἀντωνίου βίαν, εἴ τι κινοίη, ἐρρωμένως ἀμύνεσθαι. προσκατέλεξε δὲ καὶ ἄλλους στρατιώτας μεγάλοις μισθοῖς, καὶ τοὺς μὲν νεολέκτους ἐγύμναζέ τε καὶ ἀνεδίδασκε κατὰ τὴν ὁδὸν ἰδίᾳ τε καὶ κοινῇ πάντας διαλεγόμενος ἐπὶ Ἀντώνιον ἥκειν. [139] πέμπει δ' ἑτέρους τῶν ἑπομένων φρονήσει τε καὶ τόλμῃ διαφέροντας εἰς τὸ Βρεντέσιον, εἴ πως δύναιντο καὶ τοὺς νεωστὶ ἥκοντας ἐκ Μακεδονίας στρατιώτας πεῖσαι τὰ αὑτῶν ἑλέσθαι μεμνημένους Καίσαρος τοῦ πατρὸς καὶ μηδενὶ τρόπῳ καταπροδόντας τὸν ἐκείνου παῖδα. εἴρητο δ' αὐτοῖς, εἰ ἐκ τοῦ φανεροῦ μὴ δύναιντο, ἀλλὰ ταῦτα γράψαντας διαρρῖψαι πολλαχοῦ, ὡς διαράμενοι οἱ ἄνθρωποι τὰ γράμματα ἀναγινώσκοιεν. προσέσκηψε δὲ καὶ τοῖς λοιποῖς ἐλπίδων ἐμπλήσας, ἡνίκα δύναμις αὐτῷ συνέσται, ὡς ἂν ἕλοιντο τὰ αὐτοῦ. καὶ οἱ μὲν ᾤχοντο.

( Τέλος τοῦ βίου Καίσαρος καὶ τῆς Νικολάου ∆αμασκηνοῦ συγγραφῆς. )


[   ΠΕΡΙ   ΤΟΥ   ΙΔΙΟΥ   ΒΙΟΥ   ]

Fragment 131

[F131]   see Suda, A'2705.

Fragment 132

[F132]   see Suda, N'393.

Fragment 133

[F133] * * * καὶ παρακαλέσας οἷα δὴ φιλόσοφον καὶ ἀμνησίκακον ἐν πολὺ πλείονι ἦγε τιμῇ καὶ εὐνοίᾳ.

Fragment 134

[F134] Ὅτι ἐπράχθη τι φιλανθρωπίας πολλῆς ἐχόμενον Νικολάῳ. Ἰλιεῖς γάρ, ἀφικνουμένης νύκτωρ ὡς αὐτοὺς Ἰουλίας τῆς Καίσαρος μὲν θυγατρός, γυναικὸς δὲ Ἀγρίππα, καὶ τοῦ Σκαμάνδρου μεγάλου ῥυέντος ὑπὸ χειμάρρων πολλῶν, κινδυνευούσης περὶ τὴν διάβασιν ἀπολέσθαι σὺν τοῖς κομίζουσιν αὐτὴν οἰκέταις οὐκ ᾔσθοντο. ἐφ' οἷς ἀγανακτήσας ὁ Ἀγρίππας, ὅτι οὐ παρεβοήθησαν οἱ Ἰλιεῖς, δέκα μυριάσιν αὐτοὺς ἐζημίωσεν ἀργυρίου. οἱ δὲ ἀπόρως ἔχοντες, καὶ ἅμα οὐ προϋπιδόμενοι τὸν χειμῶνα οὐδὲ ὅτι ἐξίοι ἡ παῖς, Ἀγρίππᾳ μὲν οὐδ' ὁτιοῦν εἰπεῖν ἐτόλμησαν, ἥκοντα δὲ τὸν Νικόλαον δεόμενοι παρασχεῖν αὑτοῖς Ἡρώδην βοηθὸν καὶ προστάτην. καὶ ὃς μάλα προθύμως ὑπέστη διὰ τὴν τῆς πόλεως δόξαν καὶ ἐδεήθη τοῦ βασιλέως διηγήσατό τε αὐτῷ τὸ πρᾶγμα, ὡς οὐ δικαίως αὐτοῖς ὀργίζεται, οὔτε προειπὼν ὅτι πέμποι τὴν γυναῖκα ὡς αὐτοὺς οὔθ' ὅλως ἐκείνων προῃσθημένων διὰ τὸ νυκτὸς ἰέναι. τέλος δ' οὖν ἀναδεξάμενος ὁ ἀνὴρ τὴν προστασίαν εὑρίσκεται αὐτοῖς τὴν ἄφεσιν τῆς ζημίας καὶ τὴν ὑπὲρ ταύτης ἐπιστολήν, ἅτε δὴ ἀπεληλυθότων ἤδη διὰ τὸ ἀπογνῶναι τὴν ἀπόλυσιν, Νικολάῳ δίδωσι πλέοντι ἐπὶ Χίου καὶ Ῥόδου, ἔνθα ἦσαν αὐτῷ οἱ υἱεῖς· αὐτὸς γὰρ ἐπὶ Παφλαγονίας ᾔει σὺν Ἀγρίππᾳ. Νικόλαος δὲ ἐκ τῆς Ἀμισοῦ πλεύσας ἐπὶ Βυζάντιον κἀκεῖθεν εἰς τὴν Τρῳάδα γῆν ἀνέβη εἰς Ἴλιον καὶ τὴν τῆς ἀπολύσεως τοῦ χρέους ἐπιστολὴν ἀποδοὺς σφόδρα ὑπὸ τῶν Ἰλιέων αὐτός τε καὶ ἔτι μᾶλλον ὁ βασιλεὺς ἐτιμήθη.

Fragment 135

[F135] Ὅτι Ἡρώδης πάλιν διαμεθεὶς τὸν φιλοσοφίας ἔρωτα, ὃ φιλεῖ τοῖς ἐν ὑπεροχῇ οὖσι συμβαίνειν διὰ τὸ πλῆθος τῶν ἐξαλλαττόντων αὐτοὺς ἀγαθῶν, ἐπεθύμησε πάλιν ῥητορικῆς καὶ Νικόλαον ἠνάγκαζε συρρητορεύειν αὐτῷ, καὶ κοινῇ ἐρρητόρευον. αὖθις δ' ἱστορίας αὐτὸν ἔλαβεν ἔρως, ἐπαινέσαντος Νικολάου τὸ πρᾶγμα καὶ πολιτικώτατον εἶναι λέγοντος, χρήσιμον δὲ καὶ βασιλεῖ, ὡς τὰ τῶν προτέρων ἔργα καὶ πράξεις ἱστοροίη. καὶ ἐπὶ τοῦτο ὁρμήσας προύτρεψε καὶ Νικόλαον πραγματευθῆναι τὰ περὶ ἱστορίαν. ὁ δὲ μειζόνως ἔτι ὥρμησεν ἐπὶ τὸ πρᾶγμα, πᾶσαν ἀθροίσας τὴν ἱστορίαν μέγαν τε πόνον ὑποστὰς καὶ οἷον οὐκ ἄλλος· ἐν πολλῷ δὲ χρόνῳ φιλοπονήσας ἐξετέλεσεν αὐτὴν ἔλεγέ τε ὡς τοῦτον τὸν ἆθλον Εὐρυσθεὺς εἰ προύτεινεν Ἡρακλεῖ, σφόδρα ἂν αὐτὸν ἀπέτρυσεν. ἐκ τούτου πλέων εἰς Ῥώμην ὡς Καίσαρα Ἡρώδης ἐπῆγε τὸν Νικόλαον ὁμοῦ ἐπὶ τῆς αὐτῆς νηός, καὶ κοινῇ ἐφιλοσόφουν.

Fragment 136

[F136] Ὅτι ἐστράτευσεν ἐπὶ τὴν Ἀραβίαν Ἡρώδης, οὐ συνδοκοῦν Καίσαρι, ἐφ' οἷς ἐκεῖνος ἠφίει φωνάς, καὶ ὀργὴν εἶχε χαλεπὴν εἰς τὸν Ἡρώδην, ἐπέστειλέ τε αὐτῷ πικρότατα, καὶ τοὺς ἥκοντας παρ' αὐτοῦ πρέσβεις οὐ κατὰ κόσμον ἀπέλυσεν· ἀφικόμενος δ' ὡς Καίσαρα Νικόλαος οὐ μόνον τῶν ἐγκλημάτων ἐρρύσατο Ἡρώδην, ἀλλὰ καὶ τὴν ὀργὴν ἀπέστρεψεν ἐπὶ τοὺς κατηγόρους. ὁ μὲν οὖν Ἄραψ ἤδη ἐτεθνήκει, τοῦ δὲ διοικητοῦ ἤδη κατέγνω πεισθεὶς τῇ Νικολάου κατηγορίᾳ, καὶ ὕστερον εὑρὼν κάκιστον ἀπέκτεινεν.

2 Ἐν τούτῳ δὲ Ἡρώδου ὁ οἶκος ἐταράχθη, τοῦ πρεσβυτάτου τῶν υἱέων τοὺς μετ' αὐτὸν δύω διαβάλλοντος ὡς ἐπιβουλεύοντας τῷ πατρί, οἳ τῇ μὲν ἡλικίᾳ μετ' αὐτὸν ἦσαν, ἀξιώματι δὲ πρότεροι διὰ τὸ ἐκ βασιλίδος γεγονέναι, τὸν δὲ ἐξ ἰδιώτιδος γυναικός. 3 πρὶν δὲ ἐλθεῖν ἐκ Ῥώμης Νικόλαον ἐν συνεδρίῳ κατεδικάσθησαν οἱ νεανίσκοι, καὶ παρωξυσμένος εὖ μάλα ὁ πατὴρ ἔμελλεν αὐτοὺς ἀναιρήσειν· καταπλεύσαντι δὲ Νικολάῳ περὶ τῶν γεγονότων ἀπήγγελλε καὶ σύμβουλον ἐποιεῖτο. ὁ δὲ αὐτῷ παρῄνεσεν ἀποθέσθαι αὐτοὺς ἔν τινι τῶν ἐρυμάτων, ἄχρις ἂν ἐν τῷ πλέονι χρόνῳ βουλεύσαιτο περὶ αὐτῶν ἄμεινον, μὴ δοκοίη ὑπ' ὀργῆς προαχθεὶς ἀνήκεστόν τι γνῶναι περὶ τῶν ἀναγκαίων. 4 αἰσθόμενος δὲ τοῦτο Ἀντίπατρος τόν τε Νικόλαον ὑπέβλεπε καὶ ἄλλους ἐπ' ἄλλοις αὐτὸς καθιεὶς τὸν πατέρα ἐφόβει, ὡς αὐτίκα μάλα ἀναιρεθησόμενον ὑπὸ τῶν νεανίσκων διεφθαρκότων καὶ τὸ στρατιωτικὸν ἅπαν, ὡς ἔφη, καὶ τοὺς ἀπὸ τῆς θεραπείας, εἰ μὴ διὰ ταχέων ἐκποδῶν αὐτοὺς ποιήσαιτο. καὶ ὃς δείσας περὶ αὑτοῦ θᾶττον ἢ κάλλιον ἐβουλεύσατο, οὐδὲν ἔτι μεταδοὺς Νικολάῳ, ἀλλὰ νύκτωρ τοὺς ἀναιρήσοντας ὑποπέμψας. καὶ οἱ μὲν ἀπέθανον, Ἡρώδῃ δὲ τῶν συμπάντων ἤδη γίνεται κακῶν ἀρχή, τὰ πρὸ τούτων εὖ ἑστώτων αὐτῷ τῶν πραγμάτων.

5 Ἐχθρὸν δ' ἡγεῖτο Ἀντίπατρος Νικόλαον ἀνελὼν τοὺς ἀδελφούς, ἐμισεῖτό γε μὴν δεινόν τι μῖσος οὐχ ὑπὸ τῆς βασιλείας μόνον, ἀλλὰ καὶ τῆς Συρίας καὶ τῶν πέραν οἰκούντων. ἐχώρει δὲ ὁ λόγος καὶ εἰς Ῥώμην, καὶ οὐδεὶς ἦν οὔτε μέγας οὔτε μικρός, ὃς οὐκ ἐμίσει τὸν ἄνθρωπον δι' ἀμφότερα, καὶ ὅτι πολὺ κρείττους αὑτοῦ ἀδελφοὺς ἀπέκτεινε καὶ ὅτι τὸν πατέρα ἔπεισε τοιούτου προσάψασθαι μύσους καὶ τὴν προϋποῦσαν εὔνοιαν αἰσχῦναι. 6 ἐπεὶ δ' οὖν τὰ ἀκόλουθα δρῶν τοῖς προτέροις ἁνὴρ καὶ ἐπὶ τὸν πατέρα ὥρμησε θᾶττον ἐπειγόμενος τὴν βασιλείαν λαβεῖν, καὶ τὸ φάρμακον ἐώνητο ἐξ Αἰγύπτου, ὅπερ ἐμήνυσεν εἷς τῶν κοινωνούντων τῆς πράξεως, ἐβασάνιζέ τε τοὺς οἰκέτας αὐτοῦ ὁ πατήρ, οἳ δὴ τὸ σύμπαν φανερὸν ἐποίησαν, ὡς καὶ τὴν τηθίδα ἔμελλεν ἀναιρήσειν καὶ τοὺς ἄλλους ἀδελφοὺς ὄντας τούς τε τῶν ἀνῃρημένων παῖδας, ὡς μηδεὶς λείποιτο κληρονόμος, ἐτύρευσε δέ τι μιαρὸν καὶ εἰς τὸν οἶκον Καίσαρος πολὺ μεῖζον τῶν εἰς τὸ γένος παρανομημάτων, ἧκε μὲν ὁ τῆς Συρίας στρατηγὸς Οὔαρος καὶ οἱ ἄλλοι ἐπιμεληταί, καθίζει δὲ συνέδριον ὁ πατὴρ αὐτοῦ, παρηνέχθη δὲ εἰς μέσον τὸ φάρμακον καὶ αἱ τῶν οἰκετῶν βάσανοι τά τε ἐκ Ῥώμης γράμματα, Νικολάῳ δὲ τὸν ἀγῶνα ἐπέτρεψεν ὁ βασιλεύς. 7 κατηγόρει μὲν οὗτος, ἀπελογεῖτο δὲ Ἀντίπατρος, ἔκρινεν δὲ Οὔαρος μετὰ τῶν φίλων. καταδικάζεται δ' οὖν Ἀντίπατρος καὶ τὴν ἐπὶ θανάτῳ παραδίδοται. Νικόλαος δὲ καὶ τότε παρῄνει πέμπειν αὐτὸν ἐπὶ Καίσαρα, ἐπεὶ καὶ εἰς αὐτὸν ἠδίκησεν, καὶ ὅ τι ἂν ἐκεῖνος γνῷ, τοῦτο πράττειν. ἔφθη δὲ τὰ παρὰ Καίσαρος γράμματα ἥκοντα καὶ τῷ πατρὶ κολάζειν αὐτὸν ἐπιτρέποντα. καὶ ὁ μὲν ἐκολάσθη, ἀπέκτεινεν δὲ καὶ ὁ Καῖσαρ τὴν συγκακουργήσασαν αὐτῷ ἀπελευθέραν. οὐδεὶς δὲ ἦν ὃς οὐχὶ Νικόλαον * κάλλιστα κατηγορήσαντα τοῦ πατραλοίου τε καὶ ἀδελφοκτόνου.

8 Μετὰ δὲ ταῦτα ὀλίγου χρόνου διελθόντος τελευτᾷ καὶ ὁ βασιλεύς, καὶ τὸ ἔθνος ἐπανίσταται τοῖς τέκνοις αὐτοῦ καὶ τοῖς Ἕλλησιν. ἦσαν δὲ πλείους μυρίων. γενομένης δὲ μάχης νικᾷ τὸ Ἑλληνικόν· καὶ ὁ διάδοχος Ἀρχέλαος εἰς Ῥώμην πλέων ἕνεκα τῆς ὅλης ἀρχῆς μετὰ τῶν ἄλλων ἀδελφῶν παρακαλεῖ συμπλεῦσαι Νικόλαον ἀναχωρεῖν ἤδη ὡς ἑαυτὸν ἐγνωκότα· καὶ γὰρ ἦν περὶ ξʹ ἔτη. 9 συνέπλευσε δ' οὖν· καὶ εὗρεν πάντα κατηγόρων πλέα ἐπὶ τὸν Ἀρχέλαον. χωρὶς μὲν γὰρ ὁ νεώτερος ἀδελφὸς τῆς βασιλείας ἀντεποιεῖτο, χωρὶς δ' οἱ συγγενεῖς ἅπαντες κατηγόρουν αὐτοῦ, οὐ τῷ νεωτέρῳ συναγωνιζόμενοι· ἐπρεσβεύσαντο δὲ καὶ αἱ ὑφ' Ἡρώδῃ Ἑλληνίδες πόλεις αἰτούμεναι τὴν ἐλευθερίαν παρὰ Καίσαρος, καὶ ὅλον δὲ τὸ Ἰουδαίων ἔθνος ἐπικαλοῦν φόνον τρισχιλίων ἀνδρῶν τῶν ἐν τῇ μάχῃ πεσόντων, καὶ ἀξιοῦν μάλιστα μὲν ὑπὸ Καίσαρι εἶναι, εἰ δὲ μή, ὑπό γε οὖν τῷ νεωτέρῳ ἀδελφῷ. 10 τοσούτων δὲ δικῶν ἐπηγγελμένων, ἀγωνισάμενος ὑπὲρ Ἀρχελάου Νικόλαος τὸν πρὸς τοὺς συγγενεῖς ἀγῶνα πρῶτον κατώρθωσεν, ἔπειτα δὲ τὸν πρὸς τοὺς ὑπηκόους Ἰουδαίους· τὸν μέντοι πρὸς τὰς Ἑλληνίδας πόλεις οὐκ ἠξίου, ἀλλὰ καὶ Ἀρχελάῳ παρῄνει μὴ ἐναντιοῦσθαι αὐταῖς ἐλευθερίας γλιχομέναις· ἀρκεῖν γὰρ αὐτῷ τὴν ἄλλην δυναστείαν. ὁμοίως δ' οὐδὲ πρὸς τὸν ἀδελφὸν αὐτοῦ ἠξίου ἀγωνίζεσθαι διὰ τὴν πρὸς τὸν κοινὸν αὐτῶν πατέρα φιλίαν. 11 διῄτησε δὲ Καῖσαρ καὶ τὸ ὅλον, ἑκάστῳ τῶν παίδων μέρος ἀποδοὺς τῆς ἀρχῆς, τὴν δ' ἡμίσειαν μοῖραν Ἀρχελάῳ. καὶ Νικόλαον μὲν ἐτίμησεν ὁ Καῖσαρ, Ἀρχέλαον δὲ ἐθνάρχην κατέστησεν· ὑπέσχετο δέ, εἰ αὑτὸν ἄξιον παρασκευάσειεν, καὶ βασιλέα ταχὺ ποιήσειν· τοὺς δὲ μετ' αὐτὸν ἀδελφοὺς Φίλιππον καὶ Ἀντίπαν τετράρχας ἀπέδειξεν.

Fragment 137

[F137] Ὅτι πάνθ' ὅσα παρήγγελλεν, ἐπὶ τῶν ἔργων διεξῄει αὐτῶν καὶ ἀπεδείκνυτο χρημάτων μὲν ὢν κρείττων, θᾶττον δὲ λαμπρότατα ἐφιλοτιμήθη, οὐθέν τε ὧν μὴ δεῖ ἐφάνη χρημάτων ἕνεκα πεποιηκώς. 2 ἡδονῆς δ', ὃ τάχ' ἄν τῳ θαυμαστὸν εἴη, εἴ τινος οὖν κατεφρόνει, καὶ ταῦτα βασιλεῦσι καὶ ἡγεμόσι συνὼν πολλάκις· ἦν γὰρ αὐστηρὸς φύσει καὶ ἐναντίος πρὸς αὐτὴν καὶ ἀνδραποδώδεις νομίζων τοὺς τῶν ἀπολαύσεων τῶν τοιούτων ἥττους ἐπαινετής τε αὐταρκείας ἀεὶ καὶ ἁπλότητος, καίτοι γ' ἐν οἷς δεῖ λαμπρύνεσθαι μεγαλοπρεπής, οὐ γλίσχρος ἦν, ὡς μὴ δόξαν ἀνελευθερίας λάβοι, πρός γε μὴν πόνους καὶ καρτερίαν, εἴ ποτε δέοι, πάντων ἀοκνότατος, οὐκ ἐν νεότητι μόνον, ἀλλὰ καὶ ἐν γήρᾳ, καὶ ὅπῃ κίνδυνος καταλάβοι ἐκ πολεμίων ἢ ληστῶν ἢ διὰ νόσον ἢ χειμῶνα κατὰ θάλατταν ἢ ἄλλως πως, οὕτω δὴ σφόδρα εὔψυχος ἦν, ὥστε καὶ τοῖς ἄλλοις ἀεὶ θαρρεῖν παρεῖχεν, ὁπόσοι κοινωνοὶ ἦσαν αὐτῷ τοῦ κινδύνου, πρός γε μὴν τὸ δίκαιον ἀκλινὴς οὕτω καὶ ἀθώπευτος, ὥστε καὶ ἀπειλὰς ἐνεγκεῖν τινων ἡγεμόνων ποτὲ δικάζων ὑπὲρ τοῦ μὴ τοῦτο παραβῆναι. 3 πολλοὶ γὰρ αὐτὸν ᾑροῦντο καὶ δικαστὴν καὶ διαιτητήν, φανερᾶς εἰς πάντας αὐτοῦ τῆς δικαιοσύνης γενομένης, ἔν τε συμβολαίοις ἢ ταῖς πρὸς τοὺς ἰδιώτας κοινωνίαις οὐδεὶς πώποτ' αὐτὸν ἐμέμψατο, οὐδ' εἴ τις πονηρὸς εἴη, διὰ τὴν ἐπιείκειαν· οὐδὲ γὰρ μαρτύρων ἔδει πρὸς αὐτὸν ἢ συμβολαίων, ἀλλ' ὅ τι ἂν ὁμολογήσῃ, βέβαιον ἦν. κοσμιότητά τε καὶ σωφροσύνην οὐδεὶς αὐχήσει πλείω κατὰ τὸ ἦθος ἔν τε ἀγοραῖς καὶ ὁδοῖς * * * 4 καὶ διατριβῶν παρακολουθεῖν εὐδοξίαν τε καὶ τιμὴν τῷ φιλοσόφῳ καὶ ἄλλας χάριτας καὶ ὠφελείας παρὰ τῶν δυνατῶν οὐκ εἶναι, πόνου δ' ἀλλότριον. 5 τίνι γὰρ ἂν μᾶλλον ἁρμόττοι ταῦτα καρποῦσθαι ἀπὸ τοῦ βελτίστου καὶ σπουδαιοτάτου γιγνόμενα ἢ τῷ τοιούτῳ; οὐ γὰρ δὴ τῷ φαύλῳ καὶ οὐδενὸς ἀξίῳ. χρήσεται γὰρ αὐτοῖς ἀφύρτως τε καὶ ἐμμελῶς, καθὼς Νικόλαος τῷ γνώριμος εἶναι καὶ εὔπορος εἰς οὐδὲν ἄτοπον ἐχρήσατο, ἀλλ' εἰς μετριότητάς τε καὶ δημοτικὴν φιλανθρωπίαν, πόλεως μὲν οὔποτ' ἀφ' ἑτέρας οἰόμενος δεῖν, ἀλλ' ἀπὸ τῆς αὑτοῦ προσαγορεύεσθαι· κατεγέλα δὲ καὶ τῶν καθ' αὑτὸν σοφιστῶν, οἳ μεγάλοις τιμήμασιν ἐωνοῦντο Ἀθηναῖοι ἢ Ῥόδιοι καλεῖσθαι, βαρυνόμενοι τὴν ἀδοξίαν τῶν πατρίδων· ἔνιοι δὲ καὶ συνέγραψαν περὶ τοῦ μὴ εἶναι ἀφ' ἧς πόλεως ἦσαν, ἀλλ' ἀπό τινος τῶν δι' ὀνόματος Ἑλληνίδων· ὁμοίους τε ἀπέφαινε τοῖς τοὺς ἑαυτῶν γονέας βαρυνομένοις.

Fragment 138

[F138] Ὅτι ᾐτιῶντό τινες τὸν Νικόλαον πλεῖστα χρήματα παρὰ φίλων λαβόντα οὐ σώζειν αὐτά, καὶ ὅτι τὰς πλείους διατριβὰς ἐποιεῖτο μετὰ τῶν δημοτικῶν, ἐκκλίνων τοὺς μεγάλους καὶ ὑπερπλούτους τῶν ἐν Ῥώμῃ, * * * οὐδαμῶς ᾔει, πολλῶν καὶ ἐνδόξων αὐτὸν βιαζομένων, ἀλλὰ δι' ὅλης ἡμέρας ἐν ταῖς φιλοσόφοις θεωρίαις ἦν. ὁ δ' ἀπελογεῖτο περὶ μὲν τῶν χρημάτων, ὅτι ἡ κτῆσις, ὥσπερ λύρας ἢ αὐλῶν, οὐδενὸς ἂν εἴη ἀξία, ἡ χρῆσις δὲ τὸ κυριώτατόν ἐστιν, ἣν εἰ μέν τις εἰς ἄσωτον καὶ ἀμετάδοτον ἢ ὅλως ἄφρονα ἢ φαῦλον καταδαπανᾷ βίον, ἐπίμεμπτος ἂν εἴη, εἰ δέ τις εἰς σώφρονά τε καὶ κόσμιον καὶ κοινωνικὸν καὶ φιλάνθρωπον, δεχόμενος καὶ ὅτε δεῖ ταῦτα καὶ παρ' ὧν δεῖ, καὶ προϊέμενος καὶ τοῖς τέκνοις ἀπολείπων, ἀμείνων ἂν εἴη. ὅρον δὲ ἕνα ἔφη ποιεῖσθαι τὸν ἄνδρα τὸν ἀγαθὸν τοῖς ἐπιεικεστέροις ἐθέλειν ἀεὶ συνεῖναι, τοιούτους δ' ἐν τοῖς δημοτικοῖς ὁρᾶν πλείους ἢ ἐν τοῖς βαρυπλούτοις φυομένους. πολλῆς γὰρ ἀγαθῆς τύχης δεῖται πλοῦτος, ὥστε εἰς ἐπιείκειαν φέρειν· ἐκτρέπει γὰρ τοὺς πλείους εἰς φιληδονίαν τε καὶ ὑπερηφανίαν.

Fragment 139

[F139] Ὅτι τοὺς ἑαυτοῦ οἰκέτας ἐκπαιδεύσας καὶ ἐκ τοῦ συζῆν ἀεὶ πολλὴν ὁμοήθειαν αὐτοῖς ἐμποιήσας, ἐχρῆτο οὐδὲν χείροσιν ἢ φίλοις.


Attalus' home page   |   15.02.18   |   Any comments?